- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:2.34-2.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了埃庇卡尔摩斯、戈尔吉亚斯与苏格拉底在垂暮之年对死亡的机智言辞,继而探讨了洛克里、马萨利亚与罗马禁酒的法度、克里特人以歌咏习法的教育,以及各种动物受酒醉所困之习性。
Ἐπίχαρμόν φασι πάνυ σφόδρα πρεσβύτην ὄντα, μετά τινων ἡλικιωτῶν ἐν λέσχῃ καθήμενον, ἐπεὶ ἕκαστος τῶν παρόντων ἔλεγεν ὃ μέν τις ʽἐμοὶ πέντε ἔτη ἀπόχρη βιῶναι,ʼ ἄλλος δὲ ʽἐμοὶ τρία,ʼ τρίτου δὲ εἰπόντος ʽ ἐμοί γε τέτταρα,ʼ ὑπολαβὼν ὁ Ἐπίχαρμος ʽὦ βέλτιστοιʼ εἶπε, ʽτί στασιάζετε καὶ διαφέρεσθε ὑπὲρ ὀλίγων ἡμερῶν; πάντες γὰρ οἱ συνελθόντες κατά τινα δαίμονα ἐπὶ δυσμαῖς ἐσμεν· ὥστε ὥρα πᾶσιν ἡμῖν τὴν ταχίστην ἀνάγεσθαι,1 πρὸ τοῦ τινος καὶ ἀπολαῦσαι κακοῦ πρεσβυτικοῦ.ʼ Γοργίας ὁ Λεοντῖνος ἐπὶ τέρματι ὢν τοῦ βίου καὶ γεγηρακὼς εὖ μάλα ὑπό τινος ἀσθενείας καταληφθείς, κατʼ ὀλίγον ἐς ὕπνον ὑπολισθάνων ἔκειτο. ἐπεὶ δέ τις αὐτὸν παρῆλθε τῶν ἐπιτηδείων ἐπισκοπούμενος καὶ ἤρετο ὅ τι πράττοι, ὁ Γοργίας ἀπεκρίνατο ʽἤδη με ὁ ὕπνος ἄρχεται παρακατατίθεσθαι τἀδελφῷ.ʼ Σωκράτης δὲ καὶ αὐτὸς βαθύτατα γηρῶν εἶτα νόσῳ περιπεσών, ἐπεί τις αὐτὸν ἠρώτησε πῶς ἔχοι, ʽκαλῶσʼ εἶπε ʽπρὸς ἀμφότερα· ἐὰν μὲν γὰρ ζῶ, ζηλωτὰς ἕξω πλείονας· ἐὰν δὲ ἀποθάνω, ἐπαινέτας πλείονας.ʼ Ζαλεύκου τοῦ Λοκροῦ πολλοὶ μέν εἰσι καὶ ἄλλοι νόμοι κάλλιστα καὶ ἐς δέον κείμενοι, καὶ οὗτος δὲ οὐχ ἥκιστα. εἴ τις Λοκρῶν τῶν Ἐπιζεφυρίων νοσῶν ἔπιεν οἶνον ἄκρατον, μὴ προστάξαντος τοῦ θεραπεύοντος, εἰ καὶ περιεσώθη, θάνατος ἡ ζημία ἦν αὐτῷ, ὅτι μὴ προσταχθὲν αὐτῷ ὃ δὲ ἔπιεν.2
据说埃庇卡尔摩斯在极高寿之时,与几位同龄人一同坐在客堂里,在座的每个人都说道,一人说:“若能再活五年于我足矣”,另一人说:“于我则三年”,第三人又说:“于我至少四年”,埃庇卡尔摩斯便插话道:“尊贵的诸位,你们为何为区区数日而争吵相悖呢?因为我们在此相聚的所有人,依循某种天意皆已日薄西山;因此正当是我们大家尽快启航之时,免得还要经受老年特有的某种苦痛。”雷翁蒂诺伊的戈尔吉亚斯已处于生命终点,年岁极高,为某种疾病所困,正渐渐滑入睡梦之中躺卧着。当他的一位密友前来探视并询问他状况如何时,戈尔吉亚斯回答说:“睡神已经开始将我交托给他的兄弟了。”苏格拉底本人亦在垂暮之年染病,当有人问他感觉如何时,他说:“无论哪种情形都很好。因为如果我活着,我将有更多的效仿者;如果我死去,我将有更多的赞颂者。”洛克里的扎劳库斯有许多其他制定得极佳且合乎时宜的法令,此法令亦决非居后:如果厄庇泽费里伊的洛克里人中有人在患病时未经医治者的嘱咐便饮用了纯酒,纵然保住了性命,其受到的惩罚亦是死刑,因为未经向他嘱咐,他却喝了。
νόμος καὶ οὗτος Μασσαλιωτικός, γυναῖκας μὴ ὁμιλεῖν οἴνῳ, ἀλλʼ ὑδροποτεῖν πᾶσαν γυναικῶν ἡλικίαν. λέγει δὲ Θεόφραστος καὶ παρὰ Μιλησίοις τὸν νόμον τοῦτον ἰσχύειν, καὶ πείθεσθαι αὐτῷ τὰς Μιλησίων γυναῖκας. τί δὲ οὐκ ἂν εἴποιμι καὶ τὸν Ῥωμαίων νόμον; καὶ πῶς οὐκ ὀφλήσω δικαίως ἀλογίαν, εἰ τὰ μὲν Λοκρῶν καὶ Μασσαλιωτῶν καὶ τὰ Μιλησίων διὰ μνήμης ἐθέμην, τὰ δὲ τῆς ἐμαυτοῦ πατρίδος ἐάσω; οὐκοῦν καὶ Ῥωμαίοις ἦν ἐν τοῖς μάλιστα ὁ νόμος ὅδε ἐρρωμένος. οὔτε ἐλευθέρα γυνὴ ἔπιεν ἂν οἶνον οὔτε οἰκέτις, οὔτε μὴν τῶν εὖ γεγονότων οἱ ἐφʼ ἥβης μέχρι πέντε καὶ τριάκοντα ἐτῶν.
马萨利亚亦有这样一条法律:妇女不可沾染葡萄酒,妇女各个年龄阶段皆须饮水。狄奥弗拉斯托斯称,在米利都人中此法律亦行之有效,米利都的妇女亦服从它。我又怎能不提罗马人的法律呢?如果我记述了洛克里人、马萨利亚人与米利都人的事迹,却忽略了自己祖国的事迹,我岂不是理所当然地要背负不通情理的指责?因此在罗马人那里,这条法律亦格外严厉:无论自由妇女还是女奴皆不可饮酒,即便出身名门的男子在青年期至三十五岁之间亦不得饮酒。
Κρῆτες δὲ τοὺς παῖδας τοὺς ἐλευθέρους μανθάνειν ἐκέλευον τοὺς νόμους μετά τινος μελῳδίας, ἵνα ἐκ τῆς μουσικῆς ψυχαγωγῶνται καὶ εὐκολώτερον αὐτοὺς τῇ μνήμῃ διαλαμβάνωσι, καὶ ἵνα μή τι τῶν κεκωλυμένων πράξαντες ἀγνοίᾳ πεποιηκέναι ἀπολογίαν ἔχωσι. δεύτερον δὲ μάθημα ἔταξαν τοὺς τῶν θεῶν ὕμνους μανθάνειν· τρίτον τὰ τῶν ἀγαθῶν ἀνδρῶν ἐγκώμια.
克里特人命自由民子弟伴随某种曲调学习法律,以便他们借由乐声悦心入神,更易于铭记在心,并使他们在做出任何违禁之举时,不致以无知为托词来为自己辩解。他们规定的第二门课业是学习赞颂诸神的颂歌,第三门课业则是学习优秀男子的颂赞之词。
πᾶν μὲν ὅσον ἄλογόν ἐστιν ἀλλοτρίως πρὸς οἶνον πέφυκε, μάλιστα δὲ τῶν ζῴων ἐκεῖνα, ὅσα στεμφύλων ἢ γιγάρτων ὑπερπλησθέντα μεθύει. καὶ οἱ κόρακες δὲ τὴν καλουμένην οἰνοῦτταν βοτάνην ὅταν φάγωσι, καὶ οἱ κύνες δὲ καὶ αὐτοὶ βακχεύονται. πίθηκος δὲ καὶ ἐλέφας ἐὰν οἴνου πίωσιν, ὃ μὲν τῆς ἀλκῆς ἐπιλανθάνεται ὁ ἐλέφας, ὃ δὲ τῆς πανουργίας· καί εἰσιν αἱρεθῆναι πάνυ ἀσθενεῖς.3
凡无理性之物本性皆与酒不相投合,尤其是动物中那些饱食葡萄压榨残渣或葡萄籽后便会沉醉的动物。乌鸦也是,每当吃了所谓“醉酒草”,而且狗类也同样,都会陷入酒神般的狂乱之中。至于猿猴和大象,若饮了酒,大象便会遗忘自己的勇力,猿猴则遗忘自己的机变,从而变得极度虚弱易受擒获。
- 2.34ἀνάγεσθαι
航海术语“启航、出海”(ἀνάγω 的中动不定词),在此隐喻“离世、辞世”,与前文的日落隐喻 ἐπὶ δυσμαῖς ἐσμεν(濒于落日)相呼应。
- 2.37ὅτι μὴ προσταχθὲν αὐτῷ ὃ δὲ ἔπιεν
因果从句内部的后承结构。μὴ προσταχθὲν αὐτῷ 是无人称被动分词中性单数构成的宾格绝对结构(“尽管未经向其嘱咐”);随后的 ὃ δὲ 即作指示代词用的 ὁ δέ(本版标有重音,参 2.34 ὃ μέν τις、2.40 ὃ μὲν ... ὃ δὲ),在分词结构之后以复显/转折方式重提同一主语(apodotic ὁ δέ,“他却〔喝了〕”)。
- 2.40καί εἰσιν αἱρεθῆναι πάνυ ἀσθενεῖς
被动不定词 αἱρεθῆναι(被擒拿)充当说明限定性不定词(epexegetical infinitive),限制修饰形容词 ἀσθενεῖς(虚弱的、无力的),意为“它们在被擒获一事上极其无力(极易被俘获)”。
