← 克劳狄乌斯·埃利安

杂闻轶事

§2.29-2.33

柏拉图转向哲学与各地的敬神习俗

本节记述了皮塔库斯具有象征意义的梯子、柏拉图焚诗从师苏格拉底转向哲学、蛮族未陷于无神论的虔敬信仰、德尔斐神谕为赫拉克勒斯定名,以及希腊各地将河流塑为公牛、男子或少年等形态的崇奉习俗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.29

Πιττακὸς ἐν Μυτιλήνῃ κατεσκεύασε ἐν τοῖς ἱεροῖς κλίμακας ἐς οὐδεμίαν μὲν χρῆσιν ἐπιτηδείους, αὐτὸ δὲ τοῦτο ἀναθήματα εἶναι,1 αἰνιττόμενος τὴν ἐκ τῆς τύχης ἄνω καὶ κάτω μετάπτωσιν, τρόπον τινὰ τῶν μὲν εὐτυχούντων ἀνιόντων, κατιόντων δὲ τῶν δυστυχούντων.

皮塔库斯在米提利尼的神庙中设置了不适用于任何实际用途的梯子,但它们本身即是奉纳物,隐喻着命运的大起大落——在某种程度上,犹如得志之人攀登而上,失意之人步步下行。

§2.30

Πλάτων ὁ Ἀρίστωνος τὰ πρῶτα ἐπὶ ποιητικὴν ὥρμησε, καὶ ἡρωϊκὰ ἔγραφε μέτρα· εἶτα αὐτὰ κατέπρησεν ὑπεριδὼν αὐτῶν, ἐπεὶ τοῖς Ὁμήρου αὐτὰ ἀντικρίνων ἑώρα κατὰ πολὺ ἡττώμενα. ἐπέθετο οὖν τραγῳδίᾳ, καὶ δὴ καὶ τετραλογίαν εἰργάσατο, καὶ ἔμελλεν ἀγωνιεῖσθαι, δοὺς ἤδη τοῖς ὑποκριταῖς τὰ ποιήματα. πρὸ τῶν Διονυσίων δὲ παρελθὼν ἤκουσε Σωκράτους, καὶ ἅπαξ αἱρεθεὶς ὑπὸ τῆς ἐκείνου σειρῆνος, τοῦ ἀγωνίσματος οὐ μόνον ἀπέστη τότε, ἀλλὰ καὶ τελέως τὸ γράφειν τραγῳδίαν ἀπέρριψε, καὶ ἀπεδύσατο ἐπὶ φιλοσοφίαν.2

阿里斯同之子柏拉图起初致力于诗作,用英雄诗体写诗;后来,当他将自己的诗作与荷马的作品对比并看出大为逊色时,便轻视自作并将其焚毁。于是他投身于悲剧,甚至作出一组四连剧,且已将诗作交予演员,正准备参赛。然而在狄奥尼索斯节前,他走过并听闻了苏格拉底的谈话,一旦为后者的塞壬之音所倾倒,他不仅退出了那次竞演,更是彻底抛弃了悲剧写作,赤身投入了哲学之途。

§2.31

καὶ τίς οὐκ ἂν ἐπῄνεσε τὴν τῶν βαρβάρων σοφίαν; εἴ γε μηδεὶς αὐτῶν ἐς ἀθεότητα ἐξέπεσε, μηδὲ ἀμφιβάλλουσι περὶ θεῶν ἆρά γέ εἰσιν ἢ οὔκ εἰσιν, καὶ ἆρά γε ἡμῶν φροντίζουσιν ἢ οὔ. οὐδεὶς γοῦν ἔννοιαν ἔλαβε τοιαύτην, οἵαν Εὐήμερος ὁ Μεσσήνιος ἢ Διογένης ὁ Φρὺξ ἢ Ἵππων ἢ Διαγόρας ἢ Σωσίας ἢ Ἐπίκουρος οὔτε Ἰνδὸς οὔτε Κελτὸς οὔτε Αἰγύπτιος. λέγουσι δὲ τῶν βαρβάρων οἱ προειρημένοι καὶ εἶναι θεοὺς καὶ προνοεῖν ἡμῶν καὶ προσημαίνειν τὰ μέλλοντα καὶ διὰ ὀρνίθων καὶ διὰ συμβόλων καὶ διὰ σπλάγχνων καὶ διʼ ἄλλων τινῶν μαθημάτων τε καὶ διδαγμάτων· ἅπερ οὖν ἐστι τοῖς ἀνθρώποις διδασκαλικὰ ἐκ τῆς παρὰ τῶν θεῶν ἐς αὐτοὺς προνοίας. καὶ διʼ ὀνείρων δὲ λέγουσι καὶ διʼ αὐτῶν τῶν ἀστέρων πολλὰ προδηλοῦσθαι. καὶ ὑπὲρ τούτων ἰσχυρὰν ἔχοντες τὴν πίστιν θύουσί τε καθαρῶς καὶ ἁγνεύουσιν ὁσίως, καὶ τελετὰς τελοῦσι καὶ ὀργίων φυλάττουσι νόμον, καὶ τὰ ἄλλα πράττουσιν, ἐξ ὧν ὅτι τοὺς θεοὺς ἰσχυρῶς καὶ σέβουσι καὶ τιμῶσιν ὡμολόγηται.

又有谁能不称赞蛮族的智慧呢?因为他们中没有一人堕入无神论,亦不曾怀疑诸神究竟存在还是不存在,究竟顾念我们还是不顾念。至少,从未有任何印度人、凯尔特人或埃及人产生过诸如墨西拿人尤赫麦鲁斯、弗里吉亚人狄奥根尼、希朋、狄阿戈拉斯、索西亚斯或伊壁鸠鲁所抱有的那类观念。相反,上述蛮族宣称诸神确实存在,且眷顾我们,通过飞鸟、征兆、内脏以及其他某些学识和教导来预示未来之事——这正是诸神对人类的关照而给予人类的启迪。他们还说,通过梦境以及星辰本身,诸多未来之事亦得以预示。正是由于对这些抱有坚定的信仰,他们洁净地献祭,圣洁地行洁净礼,举行秘仪,恪守圣仪之律,并践行其他一切行为,由此公认他们极为崇敬且敬畏诸神。

§2.32

λέγουσί τινες λόγοι Πυθικοὶ τὸν Ἡρακλῆ τὸν Διὸς καὶ Ἀλκμήνης παῖδα ἀπὸ γενεᾶς Ἀλκαῖον κεκλῆσθαι, χρόνῳ δὲ ὕστερον ἐλθόντα ἐς Δελφοὺς διά τινα αἰτίαν δεόμενον χρησμοῦ μήτε ὧν ἧκε χάριν ἀμοιρῆσαι,3 προσακοῦσαί τε ἐκείνοις καὶ ἰδίᾳ παρὰ τοῦ θεοῦ ταῦτα "Ἡρακλῆ δέ σε Φοῖβος ἐπώνυμον ἐξονομάζει· ἦρα γὰρ ἀνθρώποισι φέρων4 κλέος ἄφθιτον ἕξεις. "

某些皮托的传说称,宙斯与阿尔克墨涅之子赫拉克勒斯自出生起本名阿尔开奥斯,但在后来的岁月中因某种缘故渴望获得神谕而前往德尔斐,不仅未曾空手而归失掉他为此而来的所得,反而在那些神谕之外还私下从神明那里听到了这番话: “福玻斯赐你名为赫拉克勒斯; 因你为凡人带来护佑与益处,将享有不朽之荣名。”

§2.33

τὴν τῶν ποταμῶν φύσιν καὶ τὰ ῥεῖθρα αὐτῶν ὁρῶμεν· ὅμως δὲ οἱ τιμῶντες αὐτοὺς καὶ τὰ ἀγάλματα αὐτῶν ἐργαζόμενοι οἳ μὲν ἀνθρωπομόρφους αὐτοὺς ἱδρύσαντο, οἳ δὲ βοῶν εἶδος αὐτοῖς περιέθηκαν. βουσὶ μὲν οὖν εἰκάζουσιν οἱ Στυμφάλιοι μὲν τὸν Ἐρασῖνον καὶ τὸν Μετώπην, Λακεδαιμόνιοι δὲ τὸν Εὐρώταν, Σικυώνιοι δὲ καὶ Φλιάσιοι τὸν Ἀσωπόν, Ἀργεῖοι δὲ τὸν Κηφισόν· ἐν εἴδει δὲ ἀνδρῶν Ψωφίδιοι τὸν Ἐρύμανθον, τὸν δὲ Ἀλφειὸν Ἡραιεῖς, Χερρονήσιοι δὲ οἱ ἀπὸ Κνίδου καὶ αὐτοὶ τὸν αὐτὸν ποταμὸν ὁμοίως. Ἀθηναῖοι δὲ τὸν Κηφισὸν ἄνδρα μὲν δεικνύουσιν ἐν προτομῇ, κέρατα δὲ ὑποφαίνοντα. καὶ ἐν Σικελίᾳ δὲ Συρακόσιοι μὲν τὸν Ἄναπον ἀνδρὶ εἴκασαν, τὴν δὲ Κυάνην πηγὴν γυναικὸς εἰκόνι ἐτίμησαν· Αἰγεσταῖοι δὲ τὸν Πόρπακα καὶ τὸν Κριμισὸν καὶ τὸν Τελμησσὸν ἀνδρῶν εἴδει τιμῶσιν. Ἀκραγαντῖνοι δὲ τὸν ἐπώνυμον τῆς πόλεως ποταμὸν παιδὶ ὡραίῳ εἰκάσαντες θύουσιν. οἱ δὲ αὐτοὶ καὶ ἐν Δελφοῖς ἀνέθεσαν ἐλέφαντος διαγλύψαντες ἄγαλμα, καὶ ἐπέγραψαν τὸ τοῦ ποταμοῦ ὄνομα. καὶ παιδός ἐστι τὸ ἄγαλμα.

我们得见河流的天性及其奔流;然而,那些尊奉河流并雕塑其像的人们,有的将它们塑造成人形,有的则赋予它们牛的形态。于是,斯廷法洛斯人将埃拉西诺斯河与梅托佩河比作公牛,拉刻代蒙人将欧罗塔斯河、锡基翁人与弗利亚斯人将阿索波斯河、阿哥斯人将刻菲索斯河亦比作牛;而普索菲斯人将埃律曼托斯河塑为男子形象,赫拉亚人将阿尔斐俄斯河、来自克尼多斯的半岛居民亦同样将同一条河塑为男子形态。雅典人将刻菲索斯河表现为男子的半身像,却微露双角。在西西里,叙拉古人将阿纳波斯河比作男子,而以女子的雕像尊奉屈阿涅泉;艾杰斯塔人则以男子的形态尊奉波耳帕克斯河、克里米索斯河与泰尔梅索斯河。阿克拉加斯人将与城邦同名的河流比作美貌的少年并向其献祭。他们还在德尔斐奉献了一尊用象牙雕刻的雕像,并题刻上该河流的名字;而这尊雕像亦正是一个少年的形象。

语法注4 条
  1. 2.29αὐτὸ δὲ τοῦτο ἀναθήματα εἶναι

    αὐτὸ τοῦτο 为宾格短语,在此作状语(“正为了此目的”)或作为不定式 εἶναι 的主语性表语补足成分,与前文的 ἐς οὐδεμίαν μὲν χρῆσιν 相对照,强调梯子并非为了实际使用,而是“纯粹作为奉纳物本身而存在”。

  2. 2.30ἀπεδύσατο ἐπὶ φιλοσοφίαν

    ἀποδύομαι(脱去衣物)源于角力学校(palaestra)中运动员赤身备战竞技的隐喻,与介词短语 ἐπὶ φιλοσοφίαν 搭配,生动地表示“全身心投入 / 赤膊上阵投身于哲学”。

  3. 2.32μήτε ὧν ἧκε χάριν ἀμοιρῆσαι

    在关系子句 ὧν ἧκε χάριν(“为了这些事情他才前来”)中,先行词 τούτων 被省略,关系代词 ὧν 受后置介词 χάριν 支配而取属格。由于动词 ἀμοιρέω(“缺失、未能获得”)支配属格,整个省略了先行词的关系结构即作为 ἀμοιρῆσαι 的属格宾语。

  4. 2.32ἦρα γὰρ ἀνθρώποισι φέρων

    ἦρα φέρω 为自荷马时代延续而来的诗歌成语,意为“带来帮助、恩惠或悦乐”(支配与格 ἀνθρώποισι)。此处神谕运用了对 Ἡρακλῆς 名字的民间词源拆解(将 ἦρα“护佑/恩德”与 κλέος“名望”联系),意指他因给世人带来护佑而将享有不朽的声名。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:2.29-2.33