← 克劳狄乌斯·埃利安

杂闻轶事

§2.24-2.28

米隆轶事与塔尔格利翁月初六的吉事

本节记述了克罗同的米隆空有勇力而无胆魄、塔尔格利翁月初六诸吉事之汇聚、毕达哥拉斯的神异显现、柏拉图对安尼凯利斯车技过精的诫勉,以及雅典设立年度公立斗鸡源于地米斯托克利战前鼓舞士气的起因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.24

ἤδη τινὲς τὴν Μίλωνος τοῦ Κροτωνιάτου περιφερομένην ῥώμην ἐξέβαλον, τοιαῦτα ὑπὲρ αὐτοῦ λέγοντες. Μίλωνος τούτου τὴν ῥοιάν, ἣν ἐν τῇ χειρὶ κατεῖχεν, οὐδεὶς τῶν ἀντιπάλων ἐξελεῖν ἐδύνατο· ἡ δὲ ἐρωμένη αὐτοῦ ῥᾷστα αὐτὴν ἐξῄρει, φιλονεικοῦσα πρὸς αὐτὸν πολλάκις. ἐκ δὴ τούτου νοεῖν ἔσται ὅτι ὁ Μίλων ἰσχυρὸς μὲν τὸ σῶμα ἦν, ἀνδρεῖος δὲ τὴν ψυχὴν οὐκ ἦν.

已有某些人贬低克罗同人米隆广为人知的力量,并对他是这样评说的:当这位米隆手中握有一只石榴时,对手中无人能将其夺走;然而他的情人却能轻而易举地将它拿走,常常与他较量。由此便可想见,米隆诚然身躯强壮,心灵却并不勇敢。

§2.25

τὴν ἕκτην τοῦ μηνὸς τοῦ Θαργηλιῶνος πολλῶν καὶ ἀγαθῶν αἰτίαν γενέσθαι λέγουσιν οὐ μόνον τοῖς Ἀθηναίοις ἀλλὰ καὶ ἄλλοις πολλοῖς. αὐτίκα γοῦν Σωκράτης ἐν ταύτῃ ἐγένετο, καὶ Πέρσαι δὲ ἡττήθησαν τῇ ἡμέρᾳ ταύτῃ, καὶ Ἀθηναῖοι δὲ τῇ Ἀγροτέρᾳ ἀποθύουσι τὰς χιμαίρας τὰς τριακοσίας, κατὰ τὴν εὐχὴν τοῦ Μιλτιάδου δρῶντες τοῦτο. τοῦ δʼ αὐτοῦ μηνὸς ἕκτῃ ἱσταμένου καὶ τὴν ἐν Πλαταιαῖς μάχην φασὶ γενέσθαι καὶ νικῆσαι τοὺς Ἕλληνας· τὴν γὰρ προτέραν ἧτταν αὐτῶν, ἧς ἐμνήσθην, ἐπʼ Ἀρτεμισίῳ γεγονέναι.1 καὶ τὴν ἐν Μυκάλῃ δὲ τῶν Ἑλλήνων νίκην οὐκ ἄλλης ὡμολόγηται δῶρον ἡμέρας γενέσθαι ἢ ταύτης, εἴ γε κατὰ τὴν αὐτὴν ἐνίκων καὶ ἐν Πλαταιαῖς καὶ ἐν Μυκάλῃ. καὶ Ἀλέξανδρον δὲ τὸν Μακεδόνα, τὸν Φιλίππου παῖδα, τὰς πολλὰς μυριάδας τὰς τῶν βαρβάρων φθεῖραι καὶ αὐτὸν λέγουσιν ἕκτῃ ἱσταμένου, ὅτε καὶ Δαρεῖον καθεῖλεν Ἀλέξανδρος. καὶ ὁμολογοῦσι τοῦ αὐτοῦ μηνὸς πάντα. καὶ αὐτὸν δὲ τὸν Ἀλέξανδρον καὶ γενέσθαι καὶ ἀπελθεῖν τοῦ βίου τῇ αὐτῇ ἡμέρᾳ πεπίστευται.

人们说塔尔格利翁月的初六乃是诸多福泽的源泉,不仅对雅典人如此,对许多其他人亦然。例如苏格拉底便生于这一天;波斯人亦在此日被击溃;雅典人遵照米勒提阿得斯的誓愿,在此日向野外女神献祭三百只牝山羊。相传在同月初六,普拉提亚战役爆发且希腊人赢得了胜利;因为我曾提及的波斯人先前的败绩乃是在阿耳忒米西昂发生。此外,人们一致公认希腊人在米卡勒的胜利亦非别的日子的赐予,唯属此日,倘若他们确乎是在同一天既在普拉提亚又在米卡勒大获全胜的话。人们还说腓力之子马其顿人亚历山大本人亦是在初六歼灭了数以万计的蛮族大军,当时亚历山大亦推翻了大流士。人们公认这一切皆发生在同一个月份;并且相传亚历山大本人亦是在同一天降生并离世的。

§2.26

Ἀριστοτέλης λέγει ὑπὸ τῶν Κροτωνιατῶν τὸν Πυθαγόραν Ἀπόλλωνα Ὑπερβόρειον προσαγορεύεσθαι. κἀκεῖνα δὲ προσεπιλέγει ὁ τοῦ Νικομάχου, ὅτι τῆς αὐτῆς ἡμέρας ποτὲ καὶ κατὰ τὴν αὐτὴν ὥραν καὶ ἐν Μεταποντίῳ ὤφθη ὑπὸ πολλῶν καὶ ἐν Κρότωνι τῷ ἀγῶνι ἐξανιστάμενος, ἔνθα καὶ τῶν μηρῶν ὁ Πυθαγόρας παρέφηνε τὸν ἕτερον χρυσοῦν. λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι ὑπὸ τοῦ Κόσα ποταμοῦ διαβαίνων προσερρήθη· καὶ πολλούς φησιν ἀκηκοέναι τὴν πρόσρησιν ταύτην.

亚里士多德说,毕达哥拉斯被克罗同人尊称为“超北极阿波罗”。尼科马科斯之子还补充了如下事迹:有一回他在同一天的同一时刻,既在梅塔庞蒂翁被许多人亲见,又在克罗同被见于赛会上起立,毕达哥拉斯甚至在那里显露出自己的一只大腿是黄金做成的。同一作者还说,当他渡过科萨斯河时,受到了该河的呼唤致意;他宣称许多人都听到了这一致意。

§2.27

Ἀννίκερις ὁ Κυρηναῖος ἐπὶ ἱππείᾳ μέγα ἐφρόνει καὶ ἁρμάτων ἐλάσει. καὶ οὖν ποτε καὶ ἐβουλήθη Πλάτωνι ἐπιδείξασθαι τὴν τέχνην. ζεύξας οὖν τὸ ἅρμα περιήλασεν ἐν Ἀκαδημείᾳ δρόμους παμπόλλους, οὕτως ἀκριβῶς φυλάττων τοῦ δρόμου τὸν στοῖχον, ὡς μὴ παραβαίνειν τὰς ἁρματοτροχίας, ἀλλʼ ἀεὶ κατʼ αὐτῶν ἰέναι. οἱ μὲν οὖν ἄλλοι πάντες ὥσπερ εἰκὸς ἐξεπλάγησαν, ὁ δὲ Πλάτων τὴν ὑπερβάλλουσαν αὐτοῦ σπουδὴν διέβαλεν εἰπὼν ʽἀδύνατόν ἐστι τὸν ἐς μικρὰ οὕτω καὶ οὐδενὸς ἄξια τοσαύτην φροντίδα κατατιθέμενον ὑπὲρ μεγάλων τινῶν σπουδάσαι· πᾶσαν γὰρ αὐτῷ τὴν διάνοιαν ἐς ἐκεῖνα ἀποτεθεῖσαν ἀνάγκη ὀλιγωρεῖν τῶν ὄντως θαυμάζεσθαι δικαίων.2ʼ μετὰ τὴν κατὰ τῶν Περσῶν νίκην Ἀθηναῖοι νόμον ἔθεντο ἀλεκτρυόνας ἀγωνίζεσθαι δημοσίᾳ ἐν τῷ θεάτρῳ μιᾶς ἡμέρας τοῦ ἔτους· πόθεν δὲ τὴν ἀρχὴν ἔλαβεν ὅδε ὁ νόμος ἐρῶ. ὅτε Θεμιστοκλῆς ἐπὶ τοὺς βαρβάρους ἐξῆγε τὴν πολιτικὴν δύναμιν, ἀλεκτρυόνας ἐθεάσατο μαχομένους· οὐδὲ ἀργῶς αὐτοὺς εἶδεν, ἐπέστησε δὲ τὴν στρατιάν, καὶ ἔφη πρὸς αὐτοὺς ʽἀλλʼ οὗτοι μὲν οὔτε ὑπὲρ πατρίδος οὔτε ὑπὲρ πατρῴων θεῶν οὔτε μὴν ὑπὲρ προγονικῶν ἠρίων κακοπαθοῦσιν, οὐδὲ ὑπὲρ δόξης οὐδὲ ὑπὲρ ἐλευθερίας οὐδὲ ὑπὲρ παίδων, ἀλλʼ ὑπὲρ τοῦ μὴ ἡττηθῆναι ἑκάτερος, μηδὲ εἶξαι θατέρῳ τὸν ἕτερον.ʼ ἅπερ οὖν εἰπὼν ἐπέρρωσε τοὺς Ἀθηναίους. τὸ τοίνυν γενόμενον αὐτοῖς σύνθημα τότε ἐς ἀρετὴν ἐβουλήθη διαφυλάττειν3 καὶ ἐς τὰ ὅμοια ἔργα ὑπόμνησιν.

昔兰尼人安尼凯利斯对自己的骑术和驾驭战车深感自豪。因此有一次他企图向柏拉图炫耀技艺。他套上战车,在学园内绕圈奔驰了许多圈,如此严密地保持着行车轨道,以至于丝毫不偏离车辙,而是始终循辙而行。其他人自然都惊叹不已,然而柏拉图却斥责其过度的狂热,说道:“一个在如此细小且毫无价值之事上倾注这般心血的人,绝不可能投身于伟大的事业;因为当其全部心智皆倾注于那些细枝末节时,必然会轻忽那些真正值得赞叹的事物。”雅典人在战胜波斯人之后,立下一项法律,规定每年须有一日在剧场内举行公立斗鸡;这一法律究竟起源于何处,且由我道来。当地米斯托克利率领城邦军力前去征讨蛮族时,目睹了军鸡相斗的情景。他并未漫不经心地看待,而是令军队停步,对他们说道:“看啊,这些禽鸟受苦受难,既非为了祖国,亦非为了祖辈的神明,更非为了祖先的陵墓,既不是为了荣耀,不是为了自由,也不是为了儿女,而仅仅是为了双方皆不甘落败,谁也不向对方屈服。”说罢这番话,他使雅典人士气大振。于是,〔城邦〕意欲将当时成为他们迈向勇德的号召以及日后重现类似壮举的纪念长久保存下来。

语法注3 条
  1. 2.25τὴν γὰρ προτέραν ἧτταν αὐτῶν, ἧς ἐμνήσθην, ἐπʼ Ἀρτεμισίῳ γεγονέναι

    代词 αὐτῶν(“他们的”)按语境指代波斯人(蛮族)。虽然在语法上它亦可被理解为紧接前文希腊人的受挫,但结合历史记述及后文论述主旨,此处显然指波斯人在阿耳忒米西昂所遭受的前一次挫败。

  2. 2.27πᾶσαν γὰρ αὐτῷ τὴν διάνοιαν ἐς ἐκεῖνα ἀποτεθεῖσαν ἀνάγκη ὀλιγωρεῖν τῶν ὄντως θαυμάζεσθαι δικαίων

    无人称结构 ἀνάγκη [ἐστίν] 支配着“宾格加不定式”结构(πᾶσαν τὴν διάνοιαν ... ὀλιγωρεῖν)。分词短语 ἐς ἐκεῖνα ἀποτεθεῖσαν 修饰主格意义的宾格 πᾶσαν τὴν διάνοιαν,与格 αὐτῷ 作关涉与格(表领属意)。而 τῶν ὄντως θαυμάζεσθαι δικαίων 则是 ὀλιγωρεῖν 所支配的属格,系将人称结构 δίκαιός ἐστι 附带不定式(“理应被赞叹的”)转用于名词化的中性复数形容词的用法。

  3. 2.28τὸ τοίνυν γενόμενον αὐτοῖς σύνθημα τότε ἐς ἀρετὴν ἐβουλήθη διαφυλάττειν

    主干动词 ἐβουλήθη 为第三人称单数。其隐含的主语在语法上既可指引发此事的提米斯托克利,亦可指承接前文复数 Ἀθηναῖοι(雅典人)的集体单数(如城邦 ἡ πόλις 或民众 ὁ δῆμος)。鉴于全句旨在交代雅典人设立该法律(Ἀθηναῖοι νόμον ἔθεντο)的最终动机,将其视作雅典城邦作为一个整体所作的意向,在语境上最为融洽。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:2.24-2.28