- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:2.19-2.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记叙了斯巴达人对亚历山大自封为神要求的冷嘲回复、安提柯视王权为光荣奴役的教诲、阿加通向阿耳刻拉奥斯王解释恋人间争吵求和之妙的逸话,以及曼提尼亚的良法与拳击手尼科多罗斯的立法。
Ἀλέξανδρος ὅτε ἐνίκησε Δαρεῖον καὶ τὴν Περσῶν ἀρχὴν κατεκτήσατο, μέγα ἐφʼ ἑαυτῷ φρονῶν καὶ ὑπὸ τῆς εὐτυχίας τῆς περιλαβούσης αὐτὸν τότε ἐκθεούμενος, ἐπέστειλε τοῖς Ἕλλησι θεὸν αὐτὸν ψηφίσασθαι. γελοίως γε. οὐ γὰρ ἅπερ οὖν ἐκ τῆς φύσεως οὐκ εἶχε, ταῦτα ἐκ τῶν ἀνθρώπων αἰτῶν ἐκεῖνος ἐκέρδαινεν.1 ἄλλοι μὲν οὖν ἄλλα ἐψηφίσαντο, Λακεδαιμόνιοι δὲ ἐκεῖνα ʽἐπειδὴ Ἀλέξανδρος βούλεται θεὸς εἶναι, ἔστω θεόσʼ, Λακωνικῶς τε ἅμα καὶ κατὰ τὸν ἐπιχώριόν σφισι τρόπον ἐλέγξαντες τὴν ἔμπληξιν οἱ Λακεδαιμόνιοι τοῦ Ἀλεξάνδρου.
亚历山大在击溃大流士并夺得波斯帝国的统治权时,因自视甚高且被当时围绕着他的好运冲昏头脑自以为神,便向希腊人传达指令,要求通过决议封他为神。这委实荒唐可笑;因为那些他生来未曾拥有的特质,绝非向人索取便能赢得的。于是其他城邦各自通过了不同的决议,而拉刻代蒙人则决议道:“既然亚历山大想要成为神,就让他成为神吧”,拉刻代蒙人以此既合乎拉科尼亚风格又遵循其本土习俗的方式,揭露并驳斥了亚历山大的狂妄妄想。
Ἀντίγονόν φασι τὸν βασιλέα δημοτικὸν καὶ πρᾶον γενέσθαι. καὶ ὅτῳ μὲν σχολὴ τὰ κατʼ αὐτὸν εἰδέναι καὶ αὐτὰ ἕκαστα ἐξετάζειν ὑπὲρ τοῦ ἀνδρός, εἴσεται ἑτέρωθεν· εἰρήσεται δʼ οὖν αὐτοῦ καὶ πάνυ πρᾶον καὶ ἄτυφον ὃ μέλλω λέγειν. ὁ Ἀντίγονος οὗτος ὁρῶν τὸν υἱὸν τοῖς ὑπηκόοις χρώμενον βιαιότερόν τε καὶ θρασύτερον ʽοὐκ οἶσθἀ εἶπεν, ʽὦ παῖ, τὴν βασιλείαν ἡμῶν ἔνδοξον εἶναι δουλείαν;ʼ καὶ τὰ μὲν τοῦ Ἀντιγόνου πρὸς τὸν παῖδα πάνυ ἡμέρως ἔχει καὶ φιλανθρώπως· ὅτῳ δὲ οὐ δοκεῖ ταύτῃ, ἀλλʼ ἐκεῖνός γε οὐ δοκεῖ μοι βασιλικὸν ἄνδρα εἰδέναι οὐδὲ πολιτικόν, τυραννικῷ δὲ συμβιῶσαι μᾶλλον.
据说安提柯国王平易近人且生性温和。若有人有闲暇去探究关于他的事迹并逐一考察这位君王,自可从他处获悉;无论如何,我接下来要讲述的一段极其温和且毫无虚妄傲慢的言论当被记述。这位安提柯看到儿子对待臣民过于严苛和专横,便说道:“孩子,难道你不知道我们的王权乃是一种光荣的奴役吗?”安提柯对儿子的这番话极其温厚仁慈;若有人不作如是观,在我看来,此人既不懂得何为王者之士,也不懂得何为政治家,反倒是更习惯于与僭主共处。
Ἀγάθωνος ἤρα τοῦ ποιητοῦ Παυσανίας ὁ ἐκ Κεραμέων. καὶ τοῦτο μὲν διατεθρύληται· ὃ δὲ μὴ ἐς πάντας πεφοίτηκεν, ἀλλʼ ἐγὼ ἐρῶ. ἐς Ἀρχελάου2 ποτὲ ἀφίκοντο ὅ τε ἐραστὴς καὶ ὁ ἐρώμενος οὗτοι. ἦν δὲ ἄρα ὁ Ἀρχέλαος ἐρωτικὸς οὐχ ἧττον ἢ φιλόμουσος. ἐπεὶ τοίνυν ἑώρα διαφερομένους πρὸς ἀλλήλους τόν τε Παυσανίαν καὶ τὸν Ἀγάθωνα πολλάκις, οἰόμενος τὸν ἐραστὴν ὑπὸ τῶν παιδικῶν παρορᾶσθαι, ἤρετο ἄρα τὸν Ἀγάθωνα ὁ Ἀρχέλαος τί βουλόμενος οὕτω πυκνὰ ἀπεχθάνεται τῷ πάντων μάλιστα φιλοῦντι αὐτόν; ὃ δὲ ʽἐγώ σοἰ ἔφη ʽφράσω, βασιλεῦ. οὔτε γάρ εἰμι πρὸς αὐτὸν δύσερις, οὔτε ἀγροικίᾳ πράττω τοῦτο· εἰ δέ τι καὶ ἐγὼ ἠθῶν ἐπαΐω τῇ τε ἄλλῃ καὶ ἐκ ποιητικῆς, ἥδιστον εὑρίσκω εἶναι τοῖς ἐρῶσι πρὸς τὰ παιδικὰ ἐκ διαφορᾶς καταλλάττεσθαι, καὶ πεπίστευκα οὐδὲν αὐτοῖς οὕτως ἀπαντᾶν τερπνόν. τούτου γοῦν τοῦ ἡδέος πολλάκις αὐτῷ μεταδίδωμι, ἐρίζων πρὸς αὐτὸν πλεονάκις· εὐφραίνεται γὰρ καταλυομένου μου τὴν πρὸς αὐτὸν ἔριν συνεχῶς, ὁμαλῶς δὲ καὶ συνήθως προσιόντος οὐκ εἴσεται τὴν διαφορότητα.ʼ ἐπῄνεσε ταῦτα ὁ Ἀρχέλαος, ὡς λόγος. ἤρα δέ φασι τοῦ αὐτοῦ Ἀγάθωνος τούτου καὶ Εὐριπίδης ὁ ποιητής, καὶ τὸν Χρύσιππον τὸ δρᾶμα αὐτῷ χαριζόμενος λέγεται διαφροντίσαι. καὶ εἰ μὲν σαφὲς τοῦτο, ἀποφήνασθαι οὐκ οἶδα, λεγόμενον δʼ οὖν αὐτὸ οἶδα ἐν τοῖς μάλιστα.
来自凯拉梅伊斯区的帕乌萨尼阿斯曾爱恋诗人阿加通。此事实乃人尽皆知;然而世人尚未普遍知晓的一桩逸事,我将在此道来。这对爱人与被爱者曾一度前往阿耳刻拉奥斯的宫廷。原来阿耳刻拉奥斯耽于情爱之深,不亚于其对文艺的爱好。当他屡次见到帕乌萨尼阿斯与阿加通彼此争执不休时,便以为恋人遭到了宠童的轻慢,于是阿耳刻拉奥斯询问阿加通究竟是何用意,竟如此频繁地激怒那最爱他的人。阿加通答道:“君王,且容我向您道明。我对他既非好起争执,亦非出于粗鄙而这般行事;若我对人情世态无论在寻常处还是在诗艺上略知一二的话,便会发现对于恋人而言,在发生分歧之后与宠童和解乃是至为甘美之事,我深信他们未曾领略过胜过此等滋味的愉悦。故此,我屡屡同他争吵,正是为了常常将此甘美与他分享;盖因当我不绝地平息与其争执时,他便满心欣喜;若我始终平静寻常地对待他,他便无从体会这种反差之妙。”据传阿耳刻拉奥斯对这番话深表赞许。人们还说诗人欧里庇得斯亦爱恋这同一个阿加通,相传他苦心构思剧作《克律西波斯》正是为了取悦于他。此事是否属实我无从断言,但我至少知道它在流传之列尤为广布。
εὐνομωτάτους γενέσθαι καὶ Μαντινέας ἀκούω οὐδὲν ἧττον Λοκρῶν οὐδὲ Κρητῶν οὐδὲ Λακεδαιμονίων αὐτῶν οὐδʼ Ἀθηναίων· σεμνὸν γάρ τι χρῆμα καὶ τὸ Σόλωνος ἐγένετο, εἰ καὶ μετὰ ταῦτα Ἀθηναῖοι κατὰ μικρὰ τῶν νόμων τινὰς τῶν ἐξ αὐτοῦ γραφέντων αὐτοῖς διέφθειραν.
我闻知曼提尼亚人的法纪亦是至为井然,绝不逊色于洛克里斯人、克里特人、拉刻代蒙人自身或是雅典人;盖因梭伦的建制诚然是一项庄严伟业,纵使后来雅典人将他所立的部分法律逐渐毁弃败坏。
Νικόδωρος δὲ ὁ πύκτης ἐν τοῖς εὐδοκιμωτάτοις Μαντινέων γενόμενος, ἀλλὰ ὀψὲ τῆς ἡλικίας καὶ μετὰ τὴν ἄθλησιν νομοθέτης αὐτοῖς ἐγένετο, μακρῷ τοῦτο ἄμεινον πολιτευσάμενος τῇ πατρίδι τῶν κηρυγμάτων τῶν ἐν τοῖς σταδίοις. φασὶ δὲ αὐτῷ Διαγόραν τὸν Μήλιον συνθεῖναι τοὺς νόμους ἐραστὴν γενόμενον. εἶχον δέ τι καὶ περαιτέρω ὑπὲρ Νικοδώρου εἰπεῖν· ὡς δʼ ἂν μὴ δοκοίην καὶ τὸν ἔπαινον τὸν τοῦ Διαγόρου προσπαραλαμβάνειν, ἐς τοσοῦτον διηνύσθω τὰ τοῦ λόγου.3 θεοῖς γὰρ ἐχθρὸς Διαγόρας, καὶ οὔ μοι ἥδιον ἐπὶ πλεῖστον μεμνῆσθαι αὐτοῦ.
拳击手尼科多罗斯位列曼提尼亚人中声名最显赫之列,但到了晚年并在结束竞技生涯之后,他成了城邦的立法者,其为祖国所施展的政治治理远胜过竞技场上的胜利宣告。相传米洛斯的狄阿戈拉斯因成为他的恋人而协助其起草了法典。关于尼科多罗斯,我本还有更多内容可说;然而为了不至于显得连带赞扬了狄阿戈拉斯,这段叙述便以此作结。盖因狄阿戈拉斯为神明所弃绝之仇敌,多加提及他绝非我心所乐见。
- 2.19οὐ γὰρ ἅπερ οὖν ἐκ τῆς φύσεως οὐκ εἶχε, ταῦτα ἐκ τῶν ἀνθρώπων αἰτῶν ἐκεῖνος ἐκέρδαινεν
句首的否定词 οὐ 否定主句动词 ἐκέρδαινεν,而关系代词从句 ἅπερ οὖν ἐκ τῆς φύσεως οὐκ εἶχε 则倒置于其先行词 ταῦτα 之前。整句结构为:“因为他未曾凭自然本性所拥有的那些事物,并不能通过向人索取而获得”。两处否定词分别作用于从句与主句动词,并非双重否定表肯定。
- 2.21ἐς Ἀρχελάου
介词 ἐς(εἰς)直接接人名属格 Ἀρχελάου,属于省略了 οἶκον(房屋)或 δώματα(宫殿)等名词的惯用处所省略结构,意为“前往阿耳刻拉奥斯的宫廷(寓所)”。
- 2.23ἐς τοσοῦτον διηνύσθω τὰ τοῦ λόγου
διηνύσθω 是动词 διανύω(完成、终结)的完成时中被动态第三人称单数命令语气,以中性复数 τὰ τοῦ λόγου 为主语,意为“关于此事的论述且就此作结”,属于作者主动收束话头的修辞程式。
