- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:2.14-2.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了薛西斯溺爱一株梧桐的荒唐行径、斯巴达监察官宽容对待克拉佐墨奈人无礼举动的法令、福基翁的崇高言论、波斯僧侣依沃库斯就餐之相预言其治世,以及将领蒂莫泰奥斯对柏拉图节制盛宴的赞赏。
γελοῖος ἐκεῖνος ὁ Ξέρξης ἦν εἴ γε1 θαλάττης μὲν καὶ γῆς κατεφρόνει τῆς Διὸς τέχνης, ἑαυτῷ δὲ εἰργάζετο καινὰς ὁδοὺς καὶ πλοῦν ἀήθη, ἐδεδούλωτο δὲ πλατάνῳ καὶ ἐθαύμαζε τὸ δένδρον. ἐν Λυδίᾳ γοῦν φασιν ἰδὼν φυτὸν εὐμέγεθες πλατάνου, τὴν ἡμέραν ἐκείνην κατέμεινεν οὐδέν τι δεόμενος, καὶ ἐχρήσατο σταθμῷ τῇ ἐρημίᾳ τῇ περὶ τὴν πλάτανον. ἀλλὰ καὶ ἐξῆψεν αὐτῆς κόσμον πολυτελῆ, στρεπτοῖς καὶ ψελίοις τιμῶν τοὺς κλάδους, καὶ μελεδωνὸν αὐτῇ κατέλιπεν, ὥσπερ ἐρωμένῃ φύλακα καὶ φρουρόν. ἐκ δὲ τούτων τί τῷ δένδρῳ καλὸν ἀπήντησεν; ὁ μὲν γὰρ κόσμος ὁ ἐπίκτητος καὶ μηδὲν αὐτῷ προσήκων ἄλλως ἐκρέματο, καὶ συνεμάχετο ἐς ὥραν οὐδέν·2 ἐπεὶ τοῦ φυτοῦ κάλλος ἐκεῖνό ἐστιν, εὐγενεῖς οἱ κλάδοι καὶ ἡ κόμη πολλὴ καὶ στερεὸν τὸ πρέμνον καὶ αἱ ῥίζαι ἐν βάθει καὶ διασείοντες οἱ ἄνεμοι καὶ ἀμφιλαφὴς ἡ ἐξ αὐτοῦ σκιὰ καὶ ἀναστρέφουσαι αἱ ὧραι καὶ ὕδωρ τὸ μὲν διὰ τῶν ὀχετῶν ἐκτρέφον, τὸ δὲ ἐξ οὐρανοῦ ἐπάρδον· χλαμύδες δὲ αἱ Ξέρξου καὶ χρυσὸς ὁ τοῦ βαρβάρου καὶ τὰ ἄλλα δῶρα οὔτε πρὸς τὴν πλάτανον οὔτε πρὸς ἄλλο δένδρον εὐγενὲς ἦν.
那位薛西斯实为一个荒唐可笑之人:他藐视作为宙斯造化之工的海洋与陆地,为自己开辟异样的新途与不同寻常的航道,却沦为一株法国梧桐的奴隶,对那棵树顶礼膜拜。据说,当他在吕底亚见到一株极为巨大的梧桐时,在毫无必要的情况下逗留了一整天,将那株梧桐周围的荒野当作宿营之所。不仅如此,他还将昂贵的饰物挂在树上,以项圈和手镯点缀其枝杈,甚至为它留下一名看管者,犹如给钟爱的妇人留下卫兵与看护一般。然而,树木能从中得到何种美感?因为那后来附加上去的、与它毫不相干的修饰不过是徒劳地悬挂着,对它盛年的容貌毫无助益;盖因植物之美乃在于斯:优美的枝干、繁茂的枝叶、坚实的主干、深扎的根基、吹拂摇曳的风、自身投下的广阔树荫、周而复始的四时,以及一部分自水渠滋养、一部分自天际灌溉的流水。然而薛西斯的斗篷、蛮族的黄金以及其他各色馈赠,无论是对这株梧桐,还是对任何其他良木,皆非适宜之物。
Κλαζομενίων τινὲς ἐς τὴν Σπάρτην ἀφικόμενοι καὶ ὕβρει καὶ ἀλαζονείᾳ χρώμενοι τοὺς τῶν ἐφόρων θρόνους ἔνθα εἰώθασι καθήμενοι χρηματίζειν καὶ τῶν πολιτικῶν ἕκαστα διατάττειν, ἀλλὰ τούτους γε τοὺς θρόνους ἀσβόλῳ κατέχρισαν.3 μαθόντες δὲ οἱ ἔφοροι οὐκ ἠγανάκτησαν, ἀλλὰ τὸν δημόσιον κήρυκα καλέσαντες προσέταξαν αὐτὸν δημοσίᾳ κηρύξαι τοῦτο δὴ τὸ θαυμαζόμενον ʽἐξέστω Κλαζομενίοις ἀσχημονεῖν.ʼ Φωκίωνος δὲ τοῦ Φώκου καὶ τοῦτο ἔγωγε ἔγνων καλόν. παρελθὼν γὰρ ἐς τοὺς Ἀθηναίους ἐκκλησίας οὔσης, ἐπεί τι αὐτοῖς ἐμέμφετο ἀγνωμονοῦσι, πάνυ σφόδρα πεπαιδευμένως καὶ πληκτικῶς εἶπε ʽβούλομαι μᾶλλόν τι ὑφʼ ὑμῶν παθεῖν κακὸν ἢ αὐτός τι ὑμᾶς κακῶς δρᾶσαι.
某些克拉佐墨奈人来到斯巴达,依仗傲慢与狂妄,对于监察官们惯常坐以理事、决断政务的座椅——正是这些座椅,他们竟抹满了黑煤灰。监察官们得知此事后并未发怒,而是召来公职传令官,命其在公众面前宣告了那句传为美谈的话:“准许克拉佐墨奈人举止粗鄙失态。”在我看来,福科斯之子福基翁的这句话亦极尽优美。当雅典人召开公民大会时,他走上前去,在责备他们不明事理之后,以极其受过良好教养且直击人心的方式说道:“我宁可承受你们施加的祸患,也不愿自己做出任何危害你们之事。”
ἡ τῶν ἐν Πέρσαις μάγων σοφία τά τε ἄλλα οἶδεν ὁπόσα αὐτοῖς εἰδέναι θέμις, καὶ οὖν καὶ μαντεύεσθαι.4 οἵπερ οὖν καὶ προεῖπον τὴν τοῦ Ὤχου περὶ τοὺς ὑπηκόους ἀγριότητα καὶ τὸ φονικὸν αὐτοῦ, διά τινων ἀπορρήτων συμβόλων καταγνόντες τοῦτο. ὅτε γὰρ Ἀρταξέρξου τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος ἐς τὴν βασιλείαν τῶν Περσῶν ὁ Ὦχος παρῆλθεν, οἱ μάγοι προσέταξαν τῶν εὐνούχων τινὶ τῶν πλησίον παρεστώτων φυλάξαι τὸν Ὦχον τῆς τραπέζης παρατεθείσης τίνι πρώτῳ τῶν παρακειμένων ἐπιχειρεῖ. καὶ ὃ μὲν εἱστήκει τηρῶν τοῦτο, ὁ δὲ Ὦχος τὰς χεῖρας ἐκτείνας τῇ μὲν δεξιᾷ τῶν μαχαιρίων τῶν παρακειμένων ἓν ἔλαβε, τῇ δὲ ἑτέρᾳ τὸν μέγιστον τῶν ἄρτων προσειλκύσατο, καὶ ἐπιθεὶς ἐπʼ αὐτὸν τῶν κρεῶν, εἶτα τέμνων ἤσθιεν ἀφειδῶς. ἅπερ ἀκούσαντες οἱ μάγοι δύο ταῦτα ἐμαντεύσαντο, εὐετηρίαν τὴν ἐξ ὡρῶν καὶ εὐφορίαν τὴν παρὰ τὸν τῆς ἀρχῆς αὐτοῦ χρόνον καὶ πολλοὺς φόνους. καὶ οὐ διεψεύσαντο.
波斯僧侣(麦琪)的智慧不仅知晓凡合乎律法准许他们知晓的一切事务,自然也深谙占卜之术。因此,他们正是通过某些神秘的预兆洞察并预言了沃库斯对其臣民的残忍与嗜杀。当其父阿尔塔薛西斯去世、沃库斯继承波斯王位时,僧侣们吩咐侍立身旁的一名宦官留意:餐桌摆上之后,沃库斯首先会向陈列于前的何物下手。当那名宦官站立观察时,沃库斯伸出双手,右手拿过身前的一把小刀,另一只手拉过最大的一块面包,将肉放在上面,随即一边切一边贪婪地大嚼起来。听闻此事的僧侣们便做出了两项预言:其统治时期将有源于四时的丰饶物产与繁荣,以及众多的杀戮。而他们的预言果未落空。
Τιμόθεος ὁ Κώνωνος ὁ στρατηγὸς τῶν Ἀθηναίων ἀποστάς ποτε τῶν δείπνων τῶν πολυτελῶν καὶ τῶν ἑστιάσεων τῶν στρατηγικῶν ἐκείνων παραληφθεὶς ὑπὸ Πλάτωνος ἐς τὸ ἐν Ἀκαδημείᾳ συμπόσιον καὶ ἑστιαθεὶς ἀφελῶς ἅμα καὶ μουσικῶς ἔφη πρὸς τοὺς οἰκείους ἐπανελθὼν ὅτι ἄρα οἱ παρὰ Πλάτωνι δειπνοῦντες καὶ τῇ ὑστεραίᾳ καλῶς διάγουσιν. ἐκ δὴ τούτου διέβαλλε Τιμόθεος τὰ πολυτελῆ δεῖπνα καὶ φορτικὰ ὡς πάντως ἐς τὴν ὑστεραίαν οὐκ εὐφραίνοντα. λόγος δὲ καὶ ἐκεῖνος ἀδελφὸς τῷ προειρημένῳ καὶ ταὐτὸν νοῶν, οὐ μὴν τὰ αὐτὰ λέγων περίεισιν, ὅτι ἄρα τῇ ὑστεραίᾳ ὁ Τιμόθεος περιτυχὼν τῷ Πλάτωνι εἶπεν ʽὑμεῖς, ὦ Πλάτων, εὖ δειπνεῖτε μᾶλλον ἐς τὴν ὑστεραίαν ἢ ἐς τὴν παροῦσαν.
科农之子、雅典将军蒂莫泰奥斯有一次避开奢华的盛宴与那些将领们的豪饮,被柏拉图领至学园的筵席;在受到既朴素又风雅的款待后,他返回家中对亲眷说道:在柏拉图处赴宴之人,翌日亦能过得身心舒畅。自此,蒂莫泰奥斯便抨击那些奢靡而粗俗的晚宴,认为它们绝不可能让人在翌日感到惬意。此外,世间还流传着一段与前述故事相类、旨趣相同但措辞略异的传闻:翌日蒂莫泰奥斯遇见柏拉图时说道:“柏拉图啊,你们与其说是为了当下,不如说是为了翌日而享用了美好的晚宴。”
- 2.14γελοῖος ἐκεῖνος ὁ Ξέρξης ἦν εἴ γε
这里的 εἴ γε 并非纯粹的假定条件,而是接直陈式未完成过去时(κατεφρόνει, εἰργάζετο)及过去完成时(ἐδεδούλωτο),起到表原因或印证性条件从句(“既然/鉴于他确实……”)的作用,用以引出判定薛西斯荒唐可笑的事实依据。
- 2.14συνεμάχετο ἐς ὥραν οὐδέν
οὐδέν 作状语性内宾格(“毫无/一点也不”)。ἐς ὥραν 中的 ὥρα 虽可指“时令、季节”,但在此处指植物自身旺盛生长期的“风姿、盛年之美”。整句意为人工饰物对树木自身的天然美态毫无助益。
- 2.15τοὺς τῶν ἐφόρων θρόνους ἔνθα εἰώθασι καθήμενοι χρηματίζειν καὶ τῶν πολιτικῶν ἕκαστα διατάττειν, ἀλλὰ τούτους γε τοὺς θρόνους ἀσβόλῳ κατέχρισαν
此处出现倒装与重复照应的破格句法(anacoluthon / epanalepsis):句首主语 Κλαζομενίων τινὲς 及其前置宾格宾语 τοὺς τῶν ἐφόρων θρόνους 因关系从句(ἔνθα...)的插入而中断,随后用 ἀλλὰ τούτους γε τοὺς θρόνους 重新提取并强化该宾语,最终落在主动词 κατέχρισαν 上。
- 2.17τά τε ἄλλα οἶδεν ὁπόσα αὐτοῖς εἰδέναι θέμις, καὶ οὖν καὶ μαντεύεσθαι
动词 οἶδεν 在前一个分句中带宾格宾语(τά τε ἄλλα 及关系从句),意为“知晓事物”;而在后一并列部分(καὶ οὖν καὶ μαντεύεσθαι)中则支配不定式,语义自然转换为“懂得如何做某事/善于占卜”,体现了同一支配动词在补足语搭配上的灵活扩展。
