← 克劳狄乌斯·埃利安

杂闻轶事

§1.33-1.34

奥米塞斯的巨石榴与拉科凯斯的大义灭亲

本段记叙了奥米塞斯因呈献亲手培育的硕大石榴而得王赞赏其勤勉,以及马尔德人拉科凯斯因大义灭亲控告逆子而被阿尔塔薛西斯王拔擢为王室法官的始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.33

ῥοιὰν ἐπὶ λίκνου μεγίστην Ὠμίσης Ἀρταξέρξῃ τῷ βασιλεῖ ἐλαύνοντι τὴν Περσίδα προσεκόμισε. τὸ μέγεθος οὖν αὐτῆς ὑπερεκπλαγεὶς ὁ βασιλεὺς ʽἐκ ποίου παραδείσουʼ φησὶ ʽλαβὼν φέρεις μοι τὸ δῶρον τοῦτο;ʼ τοῦ δὲ εἰπόντος ὅτι οἴκοθεν καὶ ἐκ τῆς αὑτοῦ γεωργίας, ὑπερήσθη καὶ δῶρα μὲν αὐτῷ βασιλικὰ ἔπεμψε καὶ ἐπεῖπε ʽνὴ τὸν Μίθραν, ἀνὴρ οὗτος ἐκ τῆς ἐπιμελείας ταύτης δυνήσεται καὶ πόλιν κατά γε τὴν ἐμὴν κρίσιν ἐκ μικρᾶς μεγάλην ποιῆσαι.ʼ ἔοικε δὲ ὁ λόγος ὁμολογεῖν οὗτος ὅτι πάντα ἐκ τῆς ἐπιμελείας καὶ τῆς διαρκοῦς φροντίδος καὶ τῆς σπουδῆς τῆς ἀνελλιποῦς καὶ τῶν κατὰ φύσιν1 δύναιτο ἂν κρείττονα γενέσθαι.

当国王阿尔塔薛西斯巡行波斯本部时,奥米塞斯用簸箕盛着一颗极大的石榴呈献给他。国王对其巨大感到十分惊异,便说:“你从什么样的果园摘取了这份礼物带来献给我?”那人回答说是来自家中、出自他自己的耕作,国王大喜过望,不仅赐给他王室的礼物,还补充说道:“指着密特拉起誓,以这样的勤勉,照我的评判,此人甚至能使一座小城变得宏大。”这则轶事似乎也在印证:凡事借由勤勉、恒久的关注与不懈的辛劳,甚至能变得超越天然之赋。

§1.34

ἀνὴρ γένει Μάρδος, ὄνομα Ῥακώκης, παῖδας εἶχεν ἑπτά. τούτων ὁ νεώτατος ἐκαλεῖτο Καρτώμης, κακὰ δὲ πολλὰ τοὺς ἄλλους εἰργάζετο. καὶ τὰ μὲν πρῶτα ἐπειρᾶτο αὐτὸν ὁ πατὴρ παιδεύειν καὶ ῥυθμίζειν λόγῳ· ἐπεὶ δὲ οὐκ ἐπείθετο, τῶν δικαστῶν τῶν περιχώρων ἀφικομένων ἔνθα ᾤκει ὁ τοῦ νεανίσκου πατήρ, ἀλλʼ ἐκεῖνός γε2 συλλαβὼν τὸ παιδίον καὶ τὼ χεῖρε ὀπίσω περιαγαγὼν αὐτοῦ, πρὸς τοὺς δικαστὰς ἤγαγε καὶ ὅσα αὐτῷ τετόλμητο πάντα ἀκριβῶς κατηγόρησε, καὶ ᾔτει παρὰ τῶν δικαστῶν ἀποκτεῖναι τὸν νεανίσκον. οἳ δὲ ἐξεπλάγησαν, καὶ αὐτοὶ μὲν ἐφʼ ἑαυτῶν οὐκ ἔκριναν τὴν καταδικάζουσαν ἀγαγεῖν ψῆφον, ἀμφοτέρους δὲ ἐπὶ τὸν βασιλέα τῶν Περσῶν τὸν Ἀρταξέρξην ἤγαγον. τὰ αὐτὰ δὲ λέγοντος τοῦ Μάρδου ὑπολαβὼν ὁ βασιλεὺς ἔφη ʽεἶτα τολμήσεις τοῖς ὀφθαλμοῖς τοῖς σεαυτοῦ τὸν υἱὸν ἀποθνήσκοντα ὑπομεῖναι;ʼ ὃ δὲ ἔφη ʽπάντων μάλιστα· ἐπεὶ καὶ ἐν τῷ κήπῳ ὅταν τῶν φυομένων θριδακινῶν τὰς ἐκφύσεις τὰς πικρὰς ἀποκλῶ καὶ ἀφαιρῶ, οὐδὲν ἡ μήτηρ αὐτῶν λυπεῖται, ἀλλὰ θάλλει μᾶλλον καὶ μείζων καὶ γλυκίων γίνεται. οὕτω καὶ ἐγώ, ὦ βασιλεῦ, τὸν βλάπτοντα τὴν ἐμὴν οἰκίαν καὶ τὸν τῶν ἀδελφῶν βίον θεωρῶν ἀπολλύμενον καὶ τῆς κακουργίας τῆς ἐς αὐτοὺς παυόμενον καὶ αὐτὸς αὐξηθήσομαι καὶ τοῖς λοιποῖς τοῖς κατὰ γένος συνέσομαι τὰ αὐτὰ ἐμοὶ εὖ πάσχουσιν.ʼ ὧν ἀκούσας Ἀρταξέρξης ἐπῄνεσε μὲν τὸν Ῥακώκην καὶ τῶν βασιλικῶν δικαστῶν ἐποίησεν ἕνα, εἰπὼν πρὸς τοὺς παρόντας ὅτι ὁ περὶ τῶν ἰδίων παίδων οὕτω δικαίως ἀποφαινόμενος πάντως καὶ ἐν τοῖς ἀλλοτρίοις ἀκριβὴς ἔσται δικαστὴς καὶ ἀδέκαστος, ἀφῆκε δὲ καὶ τὸν νεανίαν τῆς παρούσης τιμωρίας, ἀπειλῶν αὐτῷ θανάτου τρόπον βαρύτατον, ἐὰν ἐπὶ τοῖς φθάσασιν ἀδικῶν φωραθῇ ἕτερα.3

有一个马尔德人,名叫拉科凯斯,育有七个儿子。其中最年幼的名叫卡尔托梅斯,常对其他兄弟作恶多端。起初,父亲试图用言语劝导并约束他;但他并不听从,等到邻近地区的法官来到这名少年的父亲居住之地时,那位父亲便将儿子拿下,把他的双手反剪在背后,押送至法官面前,将其所犯下的一切胆大妄为之事巨细靡遗地控告了一番,并要求法官们将这名青年处死。法官们大感惊愕,决定不自行投下定罪之票,于是将父子二人解送至波斯国王阿尔塔薛西斯面前。在马尔德人复述了相同的话后,国王打断道:“那么,你当真忍心亲眼看着你的儿子死去吗?”他回答道:“正是如此。因为在菜园里,每当我折断并除掉生长中的生菜苦涩的幼芽时,母株丝毫不受损伤,反而更加繁茂,长得更大、更甘甜。国王啊,我也是如此,当我看着败坏我家门、破坏兄弟生计的恶徒归于灭亡、止息对他们的恶行时,我自己也必将兴旺,并与同族的其他人一同生活,他们也将与我共享安泰。”阿尔塔薛西斯听闻此言,赞扬了拉科凯斯,并任命他为王室法官之一,对在场众人说,一个人若能在对待自己骨肉时如此公正断事,在处理他人的纠纷时必定也会是一位严明、不受贿赂的法官;同时他也免除了那名青年眼下的刑罚,但严厉警告他,若是在既往过恶之上被查出另犯新罪,必将遭受最严酷的死刑。

语法注3 条
  1. 1.33καὶ τῶν κατὰ φύσιν

    从属于比较级 κρείττονα 的比较属格。介词短语 κατὰ φύσιν(天然/顺乎本性之物)由定冠词 τῶν 实词化,连接词 καί 在此起强调作用,意为“甚至胜过自然赋予之物”。

  2. 1.34ἀλλʼ ἐκεῖνός γε

    所谓的“主句 ἀλλά”(apodotic ἀλλά),用在时间从句(ἐπεὶ δὲ οὐκ ἐπείθετο)和属格绝对分词短语(τῶν δικαστῶν... ἀφικομένων)之后,引导主句并强烈强调主语 ἐκεῖνος 的断然行动。

  3. 1.34ἐὰν ἐπὶ τοῖς φθάσασιν ἀδικῶν φωραθῇ ἕτερα

    补充性分词结构,被动动词 φωραθῇ(被发觉/被捕)与分词 ἀδικῶν(作恶)连用,ἀδικῶν 支配内部宾格 ἕτερα(“其他恶行”)。介词短语 ἐπὶ τοῖς φθάσασιν 表示累加,意为“在已犯前科之上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:1.33-1.34