← 克劳狄乌斯·埃利安

杂闻轶事

§14.8-14.16

艺术家与哲人对待大众评价的轶事

本节记述了波吕克利托斯与希波马霍斯对待大众评价的态度、色诺克拉底与福基翁机智的应对、波斯国王消磨时光的举动、阿伽通的文风、斯特拉托尼科斯的客栈轶事、苏格拉底言论的特质以及希波尼科斯订造雕像的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.8

δύο εἰκόνας εἰργάσατο Πολύκλειτος κατὰ τὸ αὐτό, τὴν μὲν τοῖς ὄχλοις χαριζόμενος, τὴν δὲ κατὰ τὸν νόμον τῆς τέχνης. ἐχαρίζετο δὲ τοῖς πολλοῖς τὸν τρόπον τοῦτον. καθʼ ἕκαστον τῶν ἐσιόντων μετετίθει τι καὶ μετεμόρφου, πειθόμενος τῇ ἑκάστου ὑφηγήσει. προύθηκεν οὖν ἀμφοτέρας· καὶ ἣ μὲν ὑπὸ πάντων ἐπῃνεῖτο, ἡ δὲ ἑτέρα ἐγελᾶτο. ὑπολαβὼν οὖν ἔφη ὁ Πολύκλειτος ʽἀλλὰ ταύτην μὲν ἣν ψέγετε ὑμεῖς ἐποιήσατε, ταύτην δὲ ἣν θαυμάζετε ἐγώ.ʼ Ἱππόμαχος ὁ αὐλητὴς ἐπεὶ αὐτῷ μαθητὴς αὐλῶν ἥμαρτε μὲν1 κατὰ τὸ αὔλημα, ἐπῃνέθη δὲ ὑπὸ τῶν παρόντων, καθίκετο αὐτοῦ τῇ ῥάβδῳ καὶ ἔφη ʽκακῶς ηὔλησας· οὐ γὰρ ἂν οὗτοί σε ἐπῄνουν.ʼ Ξενοκράτης ὁ Χαλκηδόνιος ὑπὸ τοῦ Πλάτωνος ἐς τὸ ἄχαρι σκωπτόμενος οὐδέποτε ἠγανάκτει φασίν, ἀλλὰ καὶ πρὸς τὸν παροξύνοντα αὐτὸν ὑπὲρ τούτου, ἵνα τι ἀποκρίνηται τῷ Πλάτωνι, ὃ δὲ καὶ πάνυ ἐμφρόνως κατασιγάζων τὸν ἄνδρα ἔφατο ʽἀλλὰ τοῦτο ἐμοὶ συμφέρει.ʼ Προείλοντο τοῦ Φωκίωνος Ἀθηναῖοι τὸν Δημάδην στρατηγεῖν. ὃ δὲ προτιμηθεὶς καὶ μέγα φρονῶν, προσελθὼν τῷ Φωκίωνι ʽχρῆσόν μοιʼ ἔφη ʽτὴν ῥυπαρὰν χλαμύδα, ἣν εἰώθεις φορεῖν παρὰ τὴν στρατηγίαν.ʼ καὶ ὃς ʽοὐδέποτεʼ εἶπεν ʽοὐδενὸς ῥυπαροῦ σὺ ἀπορήσεις, ἔστʼ ἂν ᾖς τοιοῦτος.ʼ2 Φιλίσκος πρὸς Ἀλέξανδρον ἔφη ποτὲ ʽδόξης φρόντιζε, ἀλλὰ μὴ ἔσο λοιμὸς καὶ μὴ μεγάλη νόσος ἀλλὰ ὑγίεια,ʼ λέγων τὸ μὲν βιαίως ἄρχειν καὶ πικρῶς καὶ αἱρεῖν πόλεις καὶ ἀπολλύειν δήμους λοιμοῦ εἶναι, τὸ δὲ ὑγιείας προνοεῖσθαι καὶ σωτηρίας τῶν ἀρχομένων εἰρήνης ταῦτα ἀγαθά.

波吕克利托斯同时制作了两尊雕像,一尊是为了迎合大众,另一尊则是依循技艺的规范。他是通过这种方式来迎合众人的:依照每一个走进来的人的意见,遵从各人的指点,稍作修改并改变其形状。随后他将两尊雕像一同展出;其中一尊受到所有人的赞扬,而另一尊却遭到嘲笑。于是波吕克利托斯插话道:“但你们所指责的这一尊,正是你们自己创作的;而你们所赞赏的这一尊,才是我创作的。”阿夫洛斯管演奏家希波马霍斯,当他的一个弟子在吹奏时音律出了差错,却受到在场众人的赞扬时,便用手杖打了他,并说道:“你吹得很糟;若非如此,这些人绝不会称赞你。”迦克墩的色诺克拉底因其缺乏风雅而遭到柏拉图的嘲弄,据说他从未为此恼火;相反,对于就此事唆使他、要他给柏拉图一些回击的人,他极其理智地使那人安静下来,并说道:“但这对我却是有益的。”雅典人选派德玛德斯而非福基翁担任将领。德玛德斯因受到偏爱而洋洋自得,走近福基翁说道:“借给我你在担任将领期间常穿的那件污浊的短氅吧。”福基翁答道:“只要你还是这般为人,你就绝不会缺乏任何污秽之物。”菲利斯科斯曾对亚历山大说:“当关怀声名,但切莫成为瘟疫和大病,而应当成为健康。”他意在表明,以强暴和残酷的方式进行统治、攻占城池并消灭民众是属于瘟疫的行径,而关照被统治者的健康与安危则是和平所带来的福泽。

§14.12

ὅτι ὁ Περσῶν βασιλεὺς ὁδοιπορῶν, ἵνα μὴ ἀλύῃ, φιλύριον εἶχε καὶ μαχαίριον, ἵνα ξέῃ τοῦτο. καὶ τοῦτο εἰργάζοντο αἱ χεῖρες αἱ βασιλικαί· πάντως γὰρ οὐκ εἶχεν οὐ βιβλίον, οὐ διάνοιαν, ἵνʼ ἢ σπουδαῖόν τι καὶ σεμνὸν ἀναγινώσκῃ ἢ γενναῖόν τι καὶ λόγου ἄξιον βουλεύηται.

波斯国王出行时,为了不至无聊,常备有一根小椴木棍和一把小刀,以便削刮它。而国王的双手就从事着这等劳作;因为他全无书籍,也无心智,既不能阅读严肃尊严之物,亦无法谋划高贵且值得称道之事。

§14.13

πολλοῖς καὶ πολλάκις χρῆται τοῖς ἀντιθέτοις ὁ Ἀγάθων. ἐπεὶ δέ τις οἷον ἐπανορθούμενος αὐτὸν ἐβούλετο περιαιρεῖν αὐτὰ τῶν ἐκείνου δραμάτων, εἶπεν ʽἀλλὰ σύ γε, γενναῖε, λέληθας σεαυτὸν τὸν Ἀγάθωνα ἐκ τοῦ Ἀγάθωνος ἀφανίζων.ʼ οὕτως ἐκόμα ἐπὶ τούτοις ἐκεῖνος, καὶ ᾤετο τὴν ἑαυτοῦ τραγῳδίαν ταῦτα εἶναι.

阿伽通频繁且大量地使用对偶句。当有人仿佛要匡正他似地,企图从他的剧作中删去这些对偶时,他说道:“然而,吾友,你却在不知不觉中把阿伽通从阿伽通自身当中抹去了。”他是如此沉溺于此并以此自负,竟认为自己的悲剧就是由这些构成的。

§14.14

Στρατόνικον τὸν κιθαρῳδὸν ὑπεδέξατό τις ἀμφιλαφῶς· ὃ δὲ ὑπερήσθη τῇ κλήσει· καὶ γὰρ ἔτυχεν οὐκ ἔχων καταγωγήν, ἅτε ἐς ξένην ἀφικόμενος. ὑπερησπάζετο γοῦν τὸν ἄνδρα διὰ τὸ πρόχειρον τῆς κοινωνίας τῆς κατὰ τὴν στέγην. ἐπεὶ δὲ καὶ ἄλλον εἶδεν ἐσιόντα καὶ ἄλλον, καὶ τρόπον τινὰ ἄκλειστον αὐτοῦ τὴν οἰκίαν πᾶσι τοῖς καταλύειν προῃρημένοις, ἐνταῦθα ὁ Στρατόνικος ἔφη πρὸς τὸν ἀκόλουθον ʽἀπίωμεν ἐντεῦθεν, ὦ παῖ· ἐοίκαμεν γὰρ ἀντὶ περιστερᾶς ἔχειν φάτταν, ὑπὲρ οἰκίας εὑρόντες πανδοκεῖον.ʼ Λόγος τις διεφοίτα λέγων τοὺς Σωκράτους λόγους ἐοικέναι τοῖς Παύσωνος γράμμασι. καὶ γάρ τοι καὶ Παύσωνα τὸν ζωγράφον ἐκλαβόντα παρά τινος γράψαι ἵππον καλινδούμενον, τὸν δὲ γράψαι τρέχοντα. ἀγανακτοῦντος οὖν τοῦ τὸ πινάκιον ἐκδόντος ὡς παρὰ τὰς ὁμολογίας γράψαντος, ἀποκρίνασθαι τὸν ζωγράφον ὅτι ʽστρέψον τὸ πινάκιον καὶ καλινδούμενος ἔσται σοι ὁ τρέχων.ʼ καὶ τὸν Σωκράτην μὴ σαφῶς διαλέγεσθαι.3 εἰ γοῦν τις αὐτοὺς στρέψειεν, ὀρθότατα ἔχειν. οὐκ ἐβούλετο δὲ ἄρα ἀπεχθάνεσθαι τούτοις, πρὸς οὓς διελέγετο, καὶ διὰ τοῦτο αἰνιγματώδεις αὐτοὺς παρείχετο καὶ πλαγίους.

弹琴歌者斯特拉托尼科斯受到某人的盛情款待,他对这一邀请感到欣喜若狂;因为他刚抵达异乡,恰好没有住处。由于对方欣然同他分享屋舍,他极为感激此人。但当他看到客人接踵而至,其宅邸仿佛向所有意欲寄宿者敞开大门时,斯特拉托尼科斯便对侍从说:“童子,我们离开这里吧;看来我们是得到了林鸽而非家鸽,找了一处客栈而非私宅。”曾流传一种说法,称苏格拉底的言论宛如鲍松的画作。据说画家鲍松曾接受某人的委托,要画一匹在地上打滚的马,但他画出来的却是一匹奔跑的马。当订购画板的人因他违背契约而愤怒时,画家回答说:“把画板翻转过来,这匹奔跑的马对你来说就是在打滚的马了。”苏格拉底论辩时亦不直白清晰。无论如何,倘若有人将其言论翻转过来,便会发现其极其精辟中肯。原来他并不愿招致与他交谈之人的怨恨,为此才将言论表达得隐晦而曲折。

§14.16

Ἱππόνικος ὁ Καλλίου ἐβούλετο ἀνδριάντα ἀναστῆσαι τῇ πατρίδι ἀνάθημα. ἐπεὶ δέ τις συνεβούλευσε παρὰ Πολυκλείτῳ κατασκευάσαι τὸ ἄγαλμα, οὐκ ἔφη προσέξειν τοιούτῳ ἀναθήματι, οὗ τὴν δόξαν οὐχ ὁ  ἀναθεὶς ἀλλʼ ὁ ποιήσας ἕξει. δῆλον γὰρ ὡς οἱ ὁρῶντες τὴν τέχνην ἔμελλον τὸν Πολύκλειτον ἀλλʼ οὐκ ἐκεῖνον ἄγασθαι.

卡利亚斯之子希波尼科斯意欲立一尊雕像作为献给城邦的奉献物。当有人建议他由波吕克利托斯来打造这尊塑像时,他声称自己绝不留意此类奉献物——因其声誉将不属于奉献者,而属于制造者。因为显而易见的是,观瞻这门技艺的人必将赞叹波吕克利托斯,而非赞叹他。

语法注3 条
  1. 14.8ἐπεὶ αὐτῷ μαθητὴς αὐλῶν ἥμαρτε μὲν

    αὐτῷ 为利害与格(“对他而言,一个弟子……”)。现在分词 αὐλῶν 与主语 μαθητής 一致,充当时间状语,表示与未定过去时动词 ἥμαρτε 同时发生的伴随状况(“在吹奏阿夫洛斯管时”)。

  2. 14.10οὐδενὸς ῥυπαροῦ σὺ ἀπορήσεις, ἔστʼ ἂν ᾖς τοιοῦτος

    动词 ἀπορήσεις 要求表示缺乏的属格(οὐδενὸς ῥυπαροῦ)。形容词 ῥυπαρός 在此具有双关意味,从德玛德斯所指的物理上“污浊的”(外氅),转换为福基翁所暗指的道德上“卑劣污秽的”品性。ἔστ' ἄν 与虚拟式 ᾖς 连用,构成表示时间限度的从句(“只要你还是……”)。

  3. 14.15καὶ τὸν Σωκράτην μὴ σαφῶς διαλέγεσθαι

    此为对格带不定式结构,延续了前文由 Λόγος τις διεφοίτα λέγων...(“曾有传言称……”)所引导的间接引语。在插入了关于鲍松的插话之后,句构再次回到主节的叙述对象(作为主语对格的苏格拉底)与不定式(διαλέγεσθαι)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:14.8-14.16