- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:14.17-14.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节依次记述了苏格拉底对阿刻拉奥斯舍本逐末之奢靡的讽刺、奇奥斯人奇特的惩罚、阿尔库塔斯避用污言的克制、叙巴里斯启蒙奴仆的虚伪行径、首唱特洛伊之战的诗人俄阿格罗斯、被剥夺言论后以眼泪汇聚力量推翻僭主特律佐斯的民众,以及克勒尼阿斯与阿喀琉斯以乐声化解怒火的轶事。
Σωκράτης ἔλεγεν Ἀρχέλαον ἐς τὴν οἰκίαν τετρακοσίας μνᾶς ἀναλῶσαι, Ζεῦξιν μισθωσάμενον τὸν Ἡρακλεώτην, ἵνα αὐτὴν καταγράφοι, ἐς ἑαυτὸν δὲ οὐδέν. διὸ πόρρωθεν μὲν ἀφικνεῖσθαι σὺν σπουδῇ πολλῇ τοὺς βουλομένους θεάσασθαι τὴν οἰκίαν· διʼ αὐτὸν δὲ Ἀρχέλαον μηδένα ἐς Μακεδόνας στέλλεσθαι, ἐὰν μή τινα ἀναπείσῃ χρήμασι καὶ δελεάσῃ, ὑφʼ ὧν οὐκ ἂν αἱρεθῆναι τὸν σπουδαῖον.1
苏格拉底曾说,阿刻拉奥斯花了四百明那在自己的居所上,雇佣赫拉克利亚的宙克西斯为之绘制壁画,却在自己身上一无所费。因此,那些想要观赏这所房屋的人从远方匆匆赶来;但没有人因阿刻拉奥斯本人的缘故前往马其顿,除非他用金钱去劝诱和收买某人——而正派之士是绝不会被这种金钱所打动的。
ἀνὴρ Χῖος ὀργιζόμενος τῷ οἰκέτῃ ʽἐγώ σεʼ ἔφη ʽοὐκ ἐς μύλην ἐμβαλῶ, ἀλλʼ ἐς Ὀλυμπίαν ἄξω.ʼ πολλῷ γὰρ ᾤετο πικροτέραν ὡς τὸ εἰκὸς εἶναι τιμωρίαν ἐκεῖνος ἐν Ὀλυμπίᾳ θεώμενον ὑπὸ τῆς ἀκτῖνος ὀπτᾶσθαι ἢ ἀλεῖν μύλῃ παραδοθέντα.
一个奇奥斯人对家奴动怒,说道:“我不把你投进磨坊,倒要带你到奥林匹亚去。”因为在他看来,在奥林匹亚一面观赛一面被烈日炙烤,理所当然是比被送到磨坊去推磨严厉得多的惩罚。
Ἀρχύτας τά τε ἄλλα ἦν σώφρων καὶ οὖν καὶ τὰ ἄκοσμα ἐφυλάττετο τῶν ὀνομάτων. ἐπεὶ δέ ποτε ἐβιάζετό τι εἰπεῖν τῶν ἀπρεπῶν, οὐκ ἐξενικήθη, ἀλλʼ ἐσιώπησε μὲν αὐτό, ἐπέγραψε δὲ κατὰ τοῦ τοίχου, δείξας μὲν ὃ εἰπεῖν ἐβιάζετο, οὐ μὴν βιασθεὶς εἰπεῖν.
阿尔库塔斯在其他各方面都很克制,因而也极其防范不合体统的言辞。有一次他被迫说出某种下流之语,他并未被屈服,而是对此保持沉默,转而将其写在墙上;他虽然表明了自己被迫要说的话,却终究没有被迫从口中说出。
Συβαρίτης ἀνὴρ παιδαγωγὸς ʽκαὶ γὰρ οὖν μετὰ τῶν ἄλλων Συβαριτῶν καὶ αὐτοὶ ἐτρύφωνʼ τοῦ παιδός, ὃν ἦγε διὰ τῆς ὁδοῦ, ἰσχάδι περιτυχόντος καὶ ἀνελομένου, ἐπέπληξεν αὐτῷ ἰσχυρότατα· γελοιότατα δὲ αὐτὸς τὸ εὕρημα παρὰ τοῦ παιδὸς ἁρπάσας κατέτραγεν. ὅτε τοῦτο ἀνελεξάμην ἐν ἱστορίαις Συβαριτικαῖς, ἐγέλασα· ἔδωκα δὲ αὐτὸ ἐς μνήμην, μὴ βασκήνας διὰ φιλανθρωπίαν γελάσαι καὶ ἄλλον.
一个身为叙巴里斯人的启蒙奴仆——因为正如其他叙巴里斯人一样,他们自己也极尽奢靡——当他领着穿过街道的孩子偶然发现一颗无花果干并捡起来时,他严厉地训斥了孩子;但他自己却最滑稽地从孩子手中夺过这拾得之物大嚼起来。当我在叙巴里斯人的史志中读到此事时,不禁失笑;出于对人的关爱,为了不吝惜也让旁人发笑,我便将此事记入典册。
ὅτι Οἴαγρός τις ἐγένετο ποιητὴς μετʼ Ὀρφέα καὶ Μουσαῖον, ὃς λέγεται τὸν Τρωϊκὸν πόλεμον πρῶτος ᾆσαι, μεγίστης οὗτος ὑποθέσεως λαβόμενος καὶ ἐπιτολμήσας ταύτῃ.
据说在俄耳甫斯和穆赛奥斯之后有一位名叫俄阿格罗斯的诗人,他是第一个歌咏特洛伊战争的人,承揽并勇于涉足这最宏大的题材。
ὅτι Τρύζος τις τύραννος βουλόμενος ἐξελεῖν τὰς συνωμοσίας καὶ τὰς κατʼ αὐτοῦ ἐπιβουλὰς ἔταξε τοῖς ἐπιχωρίοις μηδένα μηδενὶ διαλέγεσθαι μήτε κοινῇ μήτε ἰδίᾳ. καὶ ἦν τὸ πρᾶγμα ἀμήχανον καὶ χαλεπόν. ἐσοφίσαντο οὖν τὸ τοῦ τυράννου πρόσταγμα, καὶ ἀλλήλοις ἔνευον καὶ ἐχειρονόμουν πρὸς ἀλλήλους, καὶ ἐνεώρων δριμὺ καὶ αὖ πάλιν γαληναῖον καὶ φαιδρόν· καὶ ἐπὶ τοῖς σκυθρωποῖς καὶ ἀνηκέστοις ἕκαστος αὐτῶν συνωφρυωμένος ἦν δῆλος, τὸ τῆς ψυχῆς πάθος ἐκ τοῦ προσώπου τῷ πλησίον διαδεικνύς. ἐλύπει τὸν τύραννον καὶ ταῦτα, καὶ ἐπίστευε τέξεσθαί τι αὐτῷ πάντως κακὸν καὶ τὴν σιωπὴν διὰ τὸ τῶν σχημάτων ποικίλον. ἀλλʼ οὖν ἐκεῖνος καὶ τοῦτο κατέπαυσε. τῶν τις οὖν ἀχθομένων τῇ ἀμηχανίᾳ καὶ δυσφορούντων καὶ τὴν μοναρχίαν καταλῦσαι διψώντων ἀφίκετο ἐς τὴν ἀγοράν, εἶτα ἔκλαε στὰς πολλοῖς ἅμα καὶ θαλεροῖς τοῖς δακρύοις. περιέστησαν οὖν αὐτὸν καὶ περιῆλθον τὸ πλῆθος, καὶ ὀδυρμῷ κἀκεῖνοι συνείχοντο. ἧκεν ἀγγελία παρὰ τὸν τύραννον ὡς οὐδεὶς αὐτῶν χρῆται νεύματι οὐκέτι, δάκρυα δὲ αὐτοῖς ἐπιχωριάζει. ὃ δὲ ἐπειγόμενος καὶ τοῦτο παῦσαι, μὴ μόνον τῆς γλώττης καταγινώσκων δουλείαν μηδὲ μόνον τῶν νευμάτων ἀλλʼ ἤδη καὶ τοῖς ὀφθαλμοῖς τὴν ἐκ φύσεως ἀποκλείων ἐλευθερίαν, ᾗ ποδῶν εἶχεν2 ἀφίκετο σὺν τοῖς δορυφόροις, ἵνα ἀναστείλῃ τὰ δάκρυα. οἳ δὲ οὐκ ἔφθασαν ἰδόντες αὐτὸν καὶ3 τὰ ὅπλα τῶν δορυφόρων ἁρπάσαντες τὸν τύραννον ἀπέκτειναν.
有一个名叫特律佐斯的僭主,意欲铲除针对自己的阴谋与刺杀企图,便下令禁止当地居民彼此交谈,不论是在公共场所还是在私下里。这一局面令人无可奈何且倍感煎熬。于是他们巧妙应对僭主的禁令,开始彼此点头示意、手势比划,忽而投以锐利的目光,忽而又显得平静而开朗;在遇到阴郁和无可救药的事情时,他们每个人都明显地紧锁双眉,借由面部神情向身旁的人展现内心的情绪。这些也令僭主烦扰不已,他深信由于这些身势的多样化,即便是这种沉默也必定会给他招致某种祸患。于是他连这也一并取缔了。于是,在那些对这种无计可施深感痛苦、满怀愤懑且渴望推翻独裁统治的人当中,有一人来到集市上,站立着流下滚滚热泪,痛哭流涕。众人围拢并聚集在他身边,他们也同样陷入了哀泣之中。有人向僭主报信,说他们谁也不再打手势,但在他们当中却流行起了哭泣。僭主急于平息此事——他不仅要奴役舌头,也不仅要奴役手势,如今甚至要剥夺双眼与生俱来的自由——便带着禁卫军以最快速度赶来,意欲止住这些泪水。但人们一看到他,便立刻夺走禁卫军的武器,杀死了僭主。
Κλεινίας ἀνὴρ ἦν σπουδαῖος τὸν τρόπον, Πυθαγόρειος δὲ τὴν σοφίαν. οὗτος εἴ ποτε ἐς ὀργὴν προήχθη καὶ εἶχεν αἰσθητικῶς ἑαυτοῦ ἐς θυμὸν ἐξαγομένου,4 παραχρῆμα πρὶν ἢ ἀνάπλεως αὐτῷ ἡ ὀργὴ καὶ ἐπίδηλος γένηται ὅπως διάκειται, τὴν λύραν ἁρμοσάμενος ἐκιθάριζε. πρὸς δὲ τοὺς πυνθανομένους τὴν αἰτίαν ἀπεκρίνετο ἐμμελῶς ὅτι ʽπραΰνομαι.ʼ δοκεῖ δέ μοι καὶ ὁ ἐν Ἰλιάδι Ἀχιλλεύς, ὁ τῇ κιθάρᾳ προσᾴδων καὶ τὰ κλέα τῶν προτέρων διὰ τοῦ μέλους ἐς μνήμην ἑαυτῷ ἄγων, τὴν μῆνιν κατευνάζειν· μουσικὸς γὰρ ὢν τὴν κιθάραν πρώτην ἐκ τῶν λαφύρων ἔλαβε.
克勒尼阿斯在品行上是位端方之士,在智慧上则是毕达哥拉斯学派门人。每当他被激怒、察觉到自己正被引向狂暴时,便立刻在愤怒彻底充满、其情状显露无遗之前,调好里拉琴并弹奏起来。面对询问原因的人,他温和地回答道:“我在使自己平静下来。”依我看,《伊利亚特》中的阿喀琉斯伴着基萨拉琴歌唱,通过歌声唤起自己对前人荣耀功勋的记忆,也是在平息自己的怒火;因为他爱好音乐,在战利品中首先夺得的便是这把琴。
- 14.17ὑφʼ ὧν οὐκ ἂν αἱρεθῆναι τὸν σπουδαῖον
这是间接引语中 ἄν 与不定过去时被动不定词 αἱρεθῆναι 搭配的潜在结构,对应直接引语中的潜能希求法(οὐκ ἂν αἱρεθείη ὁ σπουδαῖος,“正派之人不会被打动/俘获”)。关系词短语 ὑφʼ ὧν 的先行词为前文的 χρήμασι。
- 14.22ᾗ ποδῶν εἶχεν
意为“全力奔跑”“尽其脚力所及之速”的希腊语惯用短语。由关系副词 ᾗ 与部分属格 ποδῶν 以及表示状态的 ἔχω 搭配构成。
- 14.22οἳ δὲ οὐκ ἔφθασαν ἰδόντες αὐτὸν καὶ
这是 οὐ φθάνω + 分词 ... καί ... 的惯用句式,表示“一……就……”(no sooner ... than ...)。分词 ἰδόντες 附属于 ἔφθασαν,而结果性动作的主动词是接在 καί 之后的 ἀπέκτειναν。
- 14.23εἶχεν αἰσθητικῶς ἑαυτοῦ ἐς θυμὸν ἐξαγομένου
由 ἔχω 搭配副词(αἰσθητικῶς)并支配反身代词属格 ἑαυτοῦ 及其同位分词 ἐξαγομένου 构成的句式,意为“敏锐地察觉到自己正被引向狂暴”。该属格为感知副词 αἰσθητικῶς 所引导的感知对象属格。
