← 克劳狄乌斯·埃利安

杂闻轶事

§14.1-14.7

亚里士多德等人的言行与斯巴达青年法令

本段记叙了亚里士多德对待被夺荣誉的泰然态度、阿格西劳斯对蛮族背誓的反向称赞、提摩太对挥霍者的警句、阿里斯提德斯因卑微死因而发的哀叹、雅典任用贤能外邦人的开明举措、阿里斯提波专注于当下的学说,以及斯巴达关于青年体魄与规训的严苛法令。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

Ἀριστοτέλης ὁ Νικομάχου, σοφὸς ἀνὴρ καὶ ὢν καὶ εἶναι δοκῶν, ἐπεί τις αὐτοῦ ἀφείλετο τὰς ψηφισθείσας αὐτῷ ἐν Δελφοῖς τιμάς, ἐπιστέλλων πρὸς Ἀντίπατρον περὶ τούτων φησὶν ʽὑπὲρ τῶν ἐν Δελφοῖς ψηφισθέντων μοι καὶ ὧν ἀφῄρημαι νῦν οὕτως ἔχω ὡς μήτε μοι σφόδρα μέλειν ὑπὲρ αὐτῶν μήτε μοι μηδὲν μέλειν.ʼ οὐκ ἂν δὲ εἴη φιλοδοξία ταῦτα, οὐδʼ ἂν καταγνοίην ἔγωγε τοιοῦτόν τι Ἀριστοτέλους, ἀλλʼ εὖ φρονῶν ᾤετο μὴ ὅμοιον εἶναι ἀρχήν τινα μὴ λαβεῖν καὶ λαβόντα ἀφαιρεθῆναι.1 τὸ μὲν γὰρ οὐδὲν μέγα, τὸ μὴ τυχεῖν· τὸ δὲ ἀλγεινόν, τὸ τυχόντα εἶτα ἀποστερηθῆναι.

尼科马科斯之子亚里士多德既是一位真正的智者,也被公认为智者。当有人剥夺了在德尔斐为他决议通过的荣誉时,他在给安提帕特的信中就此事写道:“对于在德尔斐为我决议的荣誉以及如今我被剥夺的事物,我的心境是既不过分挂怀,也非漠不关心。”这绝非出于虚荣之心,我本人也不会对亚里士多德作此等指责;相反,作为一个明达之人,他认为根本未曾取得某种职位,与取得之后又被剥夺并非一回事。因为前者——未能获得——算不得什么大事;而后者——得到之后复被剥夺——则是令人痛楚的。

§14.2

ὅτι τοὺς παραβάντας ὅρκους τῶν βαρβάρων ἐπῄνεσεν Ἀγησίλαος, ὅτι τοὺς θεοὺς ἑαυτοῖς ἐχθροὺς ποιησάμενοι ταῖς ἐπιορκίαις, αὐτῷ φίλους καὶ συμμάχους κατεπράξαντο.

阿格西劳斯称赞了那些背弃誓言的蛮族人,因为他们通过背誓使神明成为自己的敌人,却使神明成为他的朋友与同盟者。

§14.3

Τιμόθεος ὁ Κόνωνος πρὸς Ἀριστοφῶντα τὸν Ἀζηνιέα πάντων ἄριστα ἔχοντα λόγον εἶπεν. ἐπεὶ γὰρ ἄσωτος ἦν ὁ Ἀριστοφῶν, πικρότατα αὐτοῦ καθίκετο ὁ Τιμόθεος εἰπὼν ʽᾧ ἱκανὸν οὐδέν, ἀλλὰ τούτῳ γε αἰσχρὸν οὐδέν.

科农之子提摩太对阿泽尼亚的阿里斯托丰说了一席极妙的话。因为阿里斯托丰是个挥霍无度之人,提摩太便极其尖刻地抨击他说:“对凡事皆不知足的人而言,便无一事是可耻的。”

§14.4

ὅτι Ἀριστείδης ὁ Λοκρὸς ὑπὸ Ταρτησσίας γαλῆς δηχθεὶς καὶ ἀποθνήσκων εἶπεν ʽὅτι πολὺ ἂν ἥδιον ἦν αὐτῷ δηχθέντι ὑπὸ λέοντος ἢ παρδάλεως ἀποθανεῖν, εἴπερ οὖν ἔδει τινὸς τῷ θανάτῳ προφάσεως ἢ ὑπὸ θηρίου τοιούτου2ʼ, τὴν ἀδοξίαν ἐμοὶ δοκεῖν ἐκεῖνος τοῦ δήγματος πολλῷ βαρύτερον φέρων ἢ τὸν θάνατον αὐτόν.

洛克里斯人阿里斯提德斯被一只塔尔提索斯黄鼠狼咬伤,在濒死之际说道:如果他的死非要有某种借口的话,被狮子或豹子咬死也要比死在如此这般的野兽手中甘愿得多;在我看来,他忍受被咬的耻辱远甚于忍受死亡本身。

§14.5

οὐ μόνοις τοῖς ἀστοῖς ἐχρῶντο Ἀθηναῖοι τοῖς πρὸς τὰς ἀρχὰς καὶ τὰς στρατηγίας ἐπιτηδείοις, ἀλλὰ γὰρ καὶ ξένους προῃροῦντο καὶ τὰ κοινὰ αὐτοῖς ἐνεχείριζον, εἴπερ οὖν αὐτοὺς ἀγαθοὺς ὄντας κατέγνωσαν καὶ ἐπιτηδείους ἐς τὰ τοιαῦτα. Ἀπολλόδωρον τὸν Κυζικηνὸν πολλάκις στρατηγὸν εἵλοντο ξένον ὄντα, καὶ Ἡρακλείδην τὸν Κλαζομένιον· ἐνδειξάμενοι γὰρ ὅτι ἄξιοι λόγου εἰσίν, εἶτα οὐκ ἔδοξαν ἀνάξιοι τοῦ Ἀθηναίων ἄρχειν εἶναι. καὶ ὑπὲρ μὲν τούτων ἐπαινεῖν χρὴ τὴν πόλιν μὴ καταχαριζομένην τἀληθὲς τοῖς πολίταις, ἀλλὰ νέμουσαν καὶ τοῖς γένει μὲν μὴ προσήκουσι, δι’ ἀρετὴν δὲ ἀξίοις τιμᾶσθαι.

雅典人并不单单任用那些适于官职与将领之位的本邦公民,他们甚至还遴选外邦人并将公事托付给他们,只要他们认定这些人优秀且适宜于此类重任。库齐库斯人阿波罗多洛虽为异邦人,却屡屡被选为将领,克拉佐墨奈人赫拉克利德斯亦然;因为他们证明了自己是值得重视的人物,随后便未被认为不配统领雅典人。在这方面人们应当称赞雅典城,因为它未曾为了取悦本国公民而牺牲实情,而是将荣誉同样施予那些血统上虽非本邦、但因德行而配享尊荣之人。

§14.6

πάνυ σφόδρα ἐρρωμένως ἐῴκει λέγειν ὁ Ἀρίστιππος, παρεγγυῶν τοῖς ἀνθρώποις μήτε τοῖς παρελθοῦσιν ἐπικάμνειν μήτε τῶν ἐπιόντων προκάμνειν· εὐθυμίας γὰρ δεῖγμα τὸ τοιοῦτο καὶ ἵλεω διανοίας ἀπόδειξις. προσέταττε δὲ ἐφʼ ἡμέρᾳ τὴν γνώμην ἔχειν καὶ αὖ πάλιν τῆς ἡμέρας ἐπʼ ἐκείνῳ τῷ μέρει, καθʼ ὃ ἕκαστος ἢ πράττει τι ἢ ἐννοεῖ. μόνον γὰρ ἔφασκεν ἡμέτερον εἶναι τὸ παρόν, μήτε δὲ τὸ φθάνον μήτε τὸ προσδοκώμενον· τὸ μὲν γὰρ ἀπολωλέναι, τὸ δὲ ἄδηλον εἶναι εἴπερ ἔσται.3

阿里斯提波劝导人们既不要为过去的事忧心劳顿,也不要为将来的事预先烦扰,他这番言论似乎极其有力;因为这正是心神愉悦的标志与泰然心境的证明。他吩咐人们将心思专注于当下这一天,乃至专注于这一天中每个人正在行事或沉思的那一片刻。因为他声称唯有当下属于我们,无论是已逝去的还是所期盼的皆非我们所有;前者已经消亡,而后者究竟是否会到来尚在未定之天。

§14.7

Λακεδαιμόνιος οὗτος ὁ νόμος· ὁ δὲ νόμος ἐκεῖνα λέγει. μηδένα Λακεδαιμονίων ἀνανδρότερον ὁρᾶσθαι τὴν χρόαν ἢ τὸν ὄγκον τοῦ σώματος ἔχειν ὑπὲρ τὰ γυμνάσια· ἐδόκει γὰρ τὸ μὲν ἀργίαν ὁμολογεῖν, τὸ δὲ οὐχ ὁμολογεῖν ἄνδρα. προσεγέγραπτο δὲ τῷ νόμῳ διὰ δέκα ἡμερῶν πάντως τοῖς ἐφόροις τοὺς ἐφήβους παρίστασθαι γυμνοὺς δημοσίᾳ. καὶ εἰ μὲν ἦσαν εὐπαγεῖς καὶ ἐρρωμένοι καὶ ἐκ τῶν γυμνασίων οἱονεὶ διαγλυφέντες καὶ διατορευθέντες, ἐπῃνοῦντο· εἰ δέ τι χαῦνον ἦν αὐτοῖς τῶν μελῶν ἢ ὑγρότερον, ὑποιδούσης καὶ ὑπαναφυομένης διὰ τὴν ῥᾳθυμίαν πιμελῆς, ἀλλʼ ἐνταῦθα μὲν ἐπαίοντο καὶ ἐδικαιοῦντο. ἐτίθεντο δὲ καὶ φροντίδα οἱ ἔφοροι καθʼ ἑκάστην πολυπραγμονεῖν τὰ περὶ τὴν στολήν, εἰ ἕκαστα αὐτῆς μὴ ἀπολείπεται τοῦ κόσμου τοῦ δέοντος.4 ἔδει δὲ ὀψοποιοὺς ἐν Λακεδαίμονι εἶναι κρέως μόνου· ὁ δὲ παρὰ τοῦτο ἐπιστάμενος ἐξηλαύνετο τῆς Σπάρτης, ὡς τὰ τῶν νοσούντων καθάρσια. οἱ αὐτοὶ Ναυκλείδην τὸν Πολυβιάδου ὑπερσαρκοῦντα τῷ σώματι καὶ ὑπέρπαχυν διὰ τρυφὴν γενόμενον ἐς τὴν ἐκκλησίαν τῶν θεωμένων κατήγαγον, καὶ ἠπείλησαν αὐτῷ φυγῆς προστίμησιν, ἐὰν μὴ τὸν βίον ὃν ἐβίου τότε ὑπαίτιον ὄντα καὶ Ἰωνικὸν μᾶλλον ἢ Λακωνικὸν τοῦ λοιποῦ μεθαρμόσηται· φέρειν γὰρ αὐτοῦ τὸ εἶδος καὶ τὴν τοῦ σώματος διάθεσιν αἰσχύνην καὶ τῇ Λακεδαίμονι καὶ τοῖς νόμοις.

这是拉刻代蒙的一条法律,法律有如下规定:任何拉刻代蒙人的肤色皆不得显得缺乏男子气概,其体魄亦不得超出体操训练所允许的肥大;因为后者被认为表明了怠惰,前者则表明其非大丈夫。法律中还附加规定,每隔十天,青年男子必须毫无例外地在众长官面前公开赤身受检。如果他们肌肉紧实、体魄强健,仿佛因体操而精雕细刻出来的一般,便会受到称赞;但如果他们的肢体中有任何松弛或稍显绵软之处,因怠惰而在皮下滋生浮肿的脂肪,便会在当场遭到鞭打和惩治。众长官还每日密切过问服饰方面的事务,检视其各部分是否不合应有的庄整。此外,拉刻代蒙的厨师必须仅擅长烹调肉类;凡知晓超出此范围烹饪者,皆被驱逐出斯巴达,如同驱逐病人的秽物一般。正是这些长官,将波吕比亚德斯之子瑙克莱德斯——他因骄奢淫逸而肉身过度丰满、极其肥硕——带到聚集的观者大会面前,并威胁对他处以流放之刑,除非他今后彻底改变其当时所过的那种应受责难且偏向伊奥尼亚式而非拉科尼亚式的生活;因为他们指出,他的外貌与体态同时给拉刻代蒙和法律带来了羞辱。

语法注4 条
  1. 14.1ἀρχήν τινα μὴ λαβεῖν καὶ λαβόντα ἀφαιρεθῆναι

    ἀρχήν 虽可在某些语境下作副词性宾格解作“根本/起初”(如 ἀρχὴν μή...),但此处带有不定代词 τινα 且直接作不定式 λαβεῖν 的宾语,故当按名词解作“某种职位/公职”。随后的分词 λαβόντα 则作被动不定式 ἀφαιρεθῆναι 的逻辑主语(宾格),意为“获得该职位的人被剥夺”。

  2. 14.4εἴπερ οὖν ἔδει τινὸς τῷ θανάτῳ προφάσεως ἢ ὑπὸ θηρίου τοιούτου

    介词短语 ἢ ὑπὸ θηρίου τοιούτου(“而非死于如此这般的野兽之口”)与前面的比较级 ἥδιον ἦν 以及 δηχθέντι ὑπὸ λέοντος ἢ παρδάλεως 相呼应,构成比较构文的后项;中间插入了条件从句 εἴπερ οὖν ἔδει τινὸς τῷ θανάτῳ προφάσεως(“如果死当真需要某种托词的话”)。

  3. 14.6τὸ δὲ ἄδηλον εἶναι εἴπερ ἔσται

    连词 εἴπερ 在此引导依附于 ἄδηλον εἶναι 的间接疑问从句(“究竟是否会存在/到来”),接将来时直陈式 ἔσται,表达对未来能否实现的怀疑与不确定性。

  4. 14.7εἰ ἕκαστα αὐτῆς μὴ ἀπολείπεται τοῦ κόσμου τοῦ δέοντος

    在由 εἰ 引导的间接疑问从句(“是否缺少……”)中使用了否定词 μή 而非 οὐ。这是由于受到支配短语 ἐτίθεντο φροντίδα πολυπραγμονεῖν(“费心查验”)所包含的审视与关切心境的影响,带有一种防止不足的主观防范色彩。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:14.1-14.7