- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:14.32-14.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
埃利亚努斯罗列了多则轶事:斯巴达父亲斥责儿子聚敛财富、第欧根尼与柏拉图的机智交锋、埃及审判官的制度、名妓拉伊斯的绰号、对夸耀门第者的嘲弄、缪斯雕像的和平属性、埃帕米农达论交友、安塔尔基达斯回应波斯王、以及费赖僭主亚历山大的泪水。
Λακεδαιμόνιος ἀνὴρ Τιμανδρίδας ὄνομα ἀποδημήσας τὸν υἱὸν ἀπέλιπε μελεδωνὸν τῆς οἰκίας. εἶτα ἐπανελθὼν χρόνῳ ὕστερον καὶ εὑρὼν τὴν οὐσίαν ποιήσαντα ἧς ἀπέλιπε πλείω,1 ἔφη πολλοὺς ἀδικεῖσθαι ὑπʼ αὐτοῦ θεούς τε καὶ οἰκείους καὶ ξένους· τὰ γὰρ περιττὰ τούτων ἐς ἐκείνους ἀναλίσκεσθαι ὑπὸ τῶν ἐλευθέρων. τὸ δὲ ζῶντα μὲν φαίνεσθαι πένητα, τελευτήσαντα δὲ καταφωραθῆναι πλούσιον, ἀλλὰ τοῦτο τῶν ἐν ἀνθρώποις ἐστὶν αἴσχιστον.2
一位名叫蒂曼德里达斯的拉刻代蒙男子,在远行离国时,留下他的儿子作为家业的掌管者。后来,他在一段时间后归来,发现儿子把家产积聚得比他留下的还要多,便说诸神、亲族和客人等许多人都受到了儿子的亏待;因为这些财物的盈余是由自由人耗费在他们身上的。而活着的时候显出贫穷,死后却被发现是个富翁——这确实是人世间最可耻的事情。
διελέγετο ὑπέρ τινων ὁ Πλάτων, παρὼν δʼ ὁ Διογένης ὀλίγον αὐτῷ προσεῖχεν. ἠγανάκτησεν οὖν ἐπὶ τούτοις ὁ Ἀρίστωνος καὶ ἔφη ʽἐπάκουσον τῶν λόγων, κύον.ʼ καὶ ὃς οὐδὲν διαταραχθεὶς ʽἀλλʼ ἐγὼʼ εἶπεν ʽοὐκ ἐπανῆλθον ἐκεῖσε ὅθεν ἐπράθην, ὥσπερ οἱ κύνες,ʼ αἰνιττόμενος αὐτοῦ τὴν ἐς Σικελίαν ὁδόν. εἰώθει δέ φασιν ὁ Πλάτων περὶ Διογένους λέγειν, ὅτι μαινόμενος οὗτος Σωκράτης ἐστίν.
柏拉图正在讨论某些议题,在场的第欧根尼却不大理睬他。于是阿里斯同之子柏拉图大怒,说道:“听我的话,你这只狗!”第欧根尼毫不慌乱,说道:“可是我并没有像狗那样,又跑回自己被卖掉的地方去,”以此讽刺他前往西西里的旅程。据说柏拉图过去常这样谈论第欧根尼:“此人是一个发了疯的苏格拉底。”
Αἰγύπτιοί φασι παρʼ Ἑρμοῦ τὰ νόμιμα ἐκμουσωθῆναι· οὕτω δὲ καὶ ἕκαστοι τὰ παρʼ ἑαυτοῖς σεμνύνειν προῄρηνται. δικασταὶ δὲ τὸ ἀρχαῖον παρʼ Αἰγυπτίοις οἱ ἱερεῖς ἦσαν. ἦν δὲ τούτων ἄρχων ὁ πρεσβύτατος, καὶ ἐδίκαζεν ἅπαντας. ἔδει δὲ αὐτὸν εἶναι δικαιότατον ἀνθρώπων καὶ ἀφειδέστατον. εἶχε δὲ καὶ ἄγαλμα περὶ τὸν αὐχένα ἐκ σαπφείρου λίθου, καὶ ἐκαλεῖτο τὸ ἄγαλμα Ἀλήθεια. ἐγὼ δὲ ἠξίουν μὴ λίθου πεποιημένην καὶ εἰκασμένην τὴν Ἀλήθειαν περιφέρειν τὸν δικαστήν, ἀλλʼ ἐν αὐτῇ τῇ ψυχῇ ἔχειν αὐτήν.
埃及人声称他们的典章律法是由赫尔墨斯所传授的;各个民族也都是这样倾向于尊崇本族的事物。在古代埃及人当中,祭司充当审判官。他们当中年纪最长的是首领,审判所有的人。他必须是人类中最公正、最不容情的人。他的颈项上还佩戴着一块蓝宝石雕成的像,那像被称为“真理”。然而我认为,审判官不应当随身佩戴由石头雕琢模铸的真理,而应当在自己的灵魂深处拥有真理。
ὅτι Λαῒς καὶ Ἀξίνη ἐκαλεῖτο. ἤλεγχε δὲ αὐτῆς τὸ ἐπώνυμον τοῦτο τὴν τοῦ ἤθους ἀγριότητα καὶ ὅτι πολὺ ἐπράττετο, καὶ ἔτι μᾶλλον παρὰ τῶν ξένων, ἅτε ἀπαλλαττομένων θᾶττον.
拉伊斯也被称为“斧头”。这绰号揭露了她性情的凶悍,以及她索价高昂,尤其是对客旅之人索取得更多,因为他们很快就会离开。
γελᾶν δὲ ἔξεστιν ἐπὶ τοῖς μέγα φρονοῦσι διὰ τοὺς πατέρας καὶ τοὺς ἄνω τοῦ γένους, εἴ γε Μαρίου μὲν τὸν πατέρα οὐκ ἴσμεν, αὐτὸν δὲ θαυμάζομεν διὰ τὰ ἔργα· καὶ Κάτωνα δὲ καὶ Σέρβιον καὶ Ὀστίλιον καὶ Ῥωμύλον.
人们大可嘲笑那些因父辈和家族祖先而自视甚高的人,鉴于我们虽不知马略的父亲是谁,却因其功绩而钦佩他本人;对于加图、塞尔维乌斯、霍斯提利乌斯和罗慕路斯也是如此。
φιλῶ δὲ μήτε τὰ ἀγάλματα, ὅσα ἡμῖν ἡ πλαστικὴ δείκνυσι, μήτε τὰς εἰκόνας ἀργῶς ὁρᾶν· ἔστι γάρ τι τῆς χειρουργίας σοφὸν καὶ ἐν τούτοις. καὶ πολλὰ μὲν καὶ ἄλλα δύναταί τις καταγνῶναι ἔχοντα ταύτῃ, ἐν δὲ τοῖς καὶ ἐκεῖνο. τῶν Μουσῶν οὐδεὶς οὐδέποτε οὔτε γραφικὸς ἀνὴρ οὔτε πλαστικὸς οἷός τε ἐγένετο ψευδίστατα καὶ κίβδηλα καὶ ἀλλότρια τῶν Διὸς θυγατέρων τὰ εἴδη παραστῆσαι ἡμῖν. ἢ τίς οὕτως νεανικῶς ἐμάνη δημιουργός, ὥστε ὡπλισμένας ἐργάσασθαι; ὁμολογεῖ δὲ τοῦτο ὅτι δεῖ τὸν ἐν Μούσαις βίον εἰρηνικόν τε ἅμα καὶ πρᾶον εἶναι καὶ ἄξιον ἐκείνων.
我不愿漫不经心地看待雕塑艺术向我们展现的雕像,也不愿这般看待绘画;因为在这些工艺之中也蕴含着某种智慧。人们固然可以观察到许多其他事物也是如此,而其中尤以此事为然:在表现缪斯诸女神时,无论是画家还是雕塑家,从来没有任何人敢于向我们展现完全虚假、伪冒且与宙斯之女身份相悖的形象。试问又有哪位工匠竟狂妄鲁莽到把她们创作为全副武装的模样?这正表明:居于缪斯之中的生活,应当既和平又温柔,并且配得上她们。
Ἐπαμεινώνδου τοῦ Θηβαίου πολλὰ μὲν καὶ ἄλλα καλὰ οἶδα, ἐν δὲ τοῖς καὶ τόδε. ἔλεγε πρὸς Πελοπίδαν μὴ πρότερον ἀπαλλάττεσθαι τῆς ἀγορᾶς πρὶν ἢ φίλον τοῖς ἀρχαίοις τινὰ προσπορίσαι νεώτερον.
关于底比斯人埃帕米农达,我知道许多高尚的善行,而其中也有这么一件。他曾对珀罗皮达斯说,在为旧友增添一位新朋友之前,不可离开集市广场。
ὁ Περσῶν βασιλεὺς ʽβούλομαι γάρ τι ὑμῖν καὶ φαιδρὸν εἰπεῖνʼ στέφανον ἐς μύρον βάψας ʽδιεπέπλεκτο δὲ ῥόδων ὁ στέφανοςʼ ἔπεμψεν Ἀνταλκίδᾳ πρεσβεύοντι ὑπὲρ εἰρήνης πρὸς αὐτόν. ὃ δὲ ʽδέχομαι μὲνʼ ἔφη ʽτὸ δῶρον καὶ ἐπαινῶ τὴν φιλοφροσύνην, ἀπώλεσας δὲ τὴν ὀσμὴν τῶν ῥόδων καὶ τὴν τῆς φύσεως εὐωδίαν διὰ τὴν ἐκ τῆς τέχνης κιβδηλίαν.
波斯国王——因为我也想给你们讲件趣事——将一顶花冠浸入香精之中——那花冠是用玫瑰编成的——送给为和平向他出使的安塔尔基达斯。安塔尔基达斯却说:“我接受这份礼物并赞扬您的盛情,但您却用人工的伪劣糟蹋了玫瑰的气息和自然的芬芳。”
Ἀλέξανδρος ὁ Φεραίων τύραννος ἐν τοῖς μάλιστα ἔδοξεν ὠμότατος εἶναι. Θεοδώρου δὲ τοῦ τῆς τραγῳδίας ποιητοῦ ὑποκρινομένου τὴν Μερόπην σφόδρα ἐμπαθῶς, ὃ δὲ ἐς δάκρυα ἐξέπεσεν εἶτα ἐξανέστη τοῦ θεάτρου. ἀπολογούμενος δὲ ἔλεγε τῷ Θεοδώρῳ ὡς οὐ καταφρονήσας οὐδὲ ἀτιμάσας αὐτὸν ᾤχετο, ἀλλʼ αἰδούμενος εἰ τὰ μὲν τῶν ὑποκριτῶν πάθη οἷός τε ἦν ἐλεεῖν, τὰ δὲ τῶν ἑαυτοῦ πολιτῶν οὐχί.3
费赖的僭主亚历山大曾被公认为极其残酷之人。然而,当悲剧诗人忒奥多罗斯极其动情地扮演墨洛珀一角时,他竟潸然泪下,随后走出了剧场。在为自己辩解时,他对忒奥多罗斯说,他离去并非出于轻慢或蔑视,而是因为他感到羞愧:自己既然能够同情演员所受的苦难,却不能同情自己城邦公民的苦难。
- 14.32ἧς ἀπέλιπε πλείω
关系代名词 ἧς 受比较级 πλείω 的支配而被同化为属格(关系代词的吸引格),原本在从句中应作宾格 ἣν ἀπέλιπε,意为“多于他所留下的(家产)”。
- 14.32τὸ δὲ ζῶντα μὲν φαίνεσθαι πένητα, τελευτήσαντα δὲ καταφωραθῆναι πλούσιον, ἀλλὰ τοῦτο τῶν ἐν ἀνθρώποις ἐστὶν αἴσχιστον.
句首带冠词的不定式短语(τὸ δὲ ζῶντα μὲν φαίνεσθαι...)被置于句首作为独立的主题,随后由 ἀλλὰ τοῦτο 进行复指和强调(复指性/强调性 ἀλλά)。这里的 ἀλλά 起到引出并加强主句断言的作用,意为“这确实是最可耻的”。
- 14.40αἰδούμενος εἰ τὰ μὲν τῶν ὑποκριτῶν πάθη οἷός τε ἦν ἐλεεῖν, τὰ δὲ τῶν ἑαυτοῦ πολιτῶν οὐχί
在表达羞耻、愤怒、惊讶等情感的动词(此处为分词 αἰδούμενος)之后,连词 εἰ 引导表示情感缘由的从句(“对……感到羞愧”),而非间接疑问句的“是否”。
