← 克劳狄乌斯·埃利安

杂闻轶事

§14.24-14.31

免债保全性命与明智愚行轶事

本节记叙了富人免除债务以保全性命、奇奥斯人在内讧中明智地保留敌对力量、阿尔克西拉奥斯巧妙化解当街辱骂、先发制人铲除祸乱的必要、演说家皮忒阿斯的荒谬自辩、吕珊德以金钱败坏斯巴达、汉诺教鸟呼己为神的闹剧,以及托勒密与一机智女子之间的巧妙对答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.24

χρημάτων κατεφρόνησαν καὶ μεγαλοφροσύνην ἐπεδείξαντο ὁρῶντες ἐν πενίᾳ τοὺς πολίτας ὄντας πλουτοῦντες αὐτοὶ ἐν μὲν Κορίνθῳ Θεοκλῆς καὶ Θρασωνίδης ἐν δὲ Μυτιλήνῃ Πρᾶξις. καὶ οὖν καὶ ἄλλοις συνεβούλευον ἐπικουφίσαι τῆς πενίας τὴν ἀνάγκην τοῖς ἀπορουμένοις. ἐπεὶ δὲ οὐκ ἔπειθον, ἀλλʼ αὐτοί γε τὰ ἑαυτῶν ἀφῆκαν χρέα, καὶ ὤνηντο οὐκ ἐς ἀργύριον, ἀλλʼ ἐς αὐτὴν τὴν ψυχήν·1 οἱ γὰρ μὴ ἀφεθέντες ἐπιθέμενοι τοῖς δανείσασι, προβαλόμενοι τῆς ὀργῆς τὰ ὅπλα καὶ εὐλογωτάτην χρείαν τὴν ἄμαχον ἐκ τῶν ἐπειγόντων ἀνάγκην ἀπέκτειναν τοὺς δανειστάς.

有些人鄙弃钱财,在目睹城邦公民陷入贫困而自己却家资巨富时表现出慷慨大度:在科林斯有忒奥克勒斯和特剌索尼得斯,在米提利尼则有普拉克西斯。他们甚至劝告其他人也为穷乏之人减轻贫困的重负。但当他们未能说服他人时,便自行免除了欠自己的债务,所获的益处不在于金钱,而在于生命本身;因为那些未获免除债务的人袭击了放贷者,以愤怒为武器,以当务之急中不可抗拒的窘境作为最合理的借口,杀死了放贷人。

§14.25

ἐστασίασάν ποτε πρὸς ἀλλήλους οἱ Χῖοι, ἀνδρειότατα νοσήσαντες νόσον ταύτην βαρυτάτην. ἀνὴρ οὖν ἐν αὐτοῖς πολιτικὸς τὴν φύσιν πρὸς τοὺς σπουδάζοντας τῶν ἑταίρων πάντας ἐκβάλλειν τοὺς ἐναντίους ʽμηδαμῶςʼ ἔφη· ʽἀλλʼ ἐπεὶ κεκρατήκαμεν, ὑπολειπώμεθά τινας, ἵνα μὴ τοῦ χρόνου προϊόντος, οὐκ ἔχοντες ἀντιπάλους, ἡμῖν αὐτοῖς ἀρξώμεθα πολεμεῖν.ʼ καὶ εἰπὼν ἔπεισε· καὶ γὰρ ἔδοξε καλῶς λέγειν, ἐπεὶ οὕτως ἔλεγεν.

奇奥斯人曾一度彼此发生内讧,极其严重地罹患了这一沉重的祸患。于是,他们当中一位天生的政治家对那些力图将敌对派系全数驱逐的同党说:“万万不可!既然我们已经获胜,倒不如留下他们中的一部分人,以免随着时间的推移,在没有对手的情况下,我们反而会开始自相残杀。”他说完这番话便说服了众人;因为当他这般论述时,大家确实觉得他言之成理。

§14.26

Ἀρκεσίλαον τὸν ἐξ Ἀκαδημείας Ἀνταγόρας ὁ ποιητὴς ἐλοιδορεῖτο προσφθαρεὶς αὐτῷ, καὶ ταῦτα ἐν τῇ ἀγορᾷ· ὃ δὲ σφόδρα μεγαλοφρόνως, ἔνθα ἑώρα μάλιστα συνεστῶτας πολλούς, ἐνταῦθα ἐπορεύετο διαλεγόμενος, ἵνα ὁ λοιδορῶν ἐν πλείοσιν ἀσχημονῇ. οἱ γοῦν ἀκούοντες ἀπεστρέφοντο καὶ μανίαν ἐπεκάλουν τῷ Ἀνταγόρᾳ.

诗人安塔哥拉斯缠住学园派的阿尔克西拉奥斯并辱骂他,而且还是在集市之中;阿尔克西拉奥斯却极其大度,一边交谈一边向他看见聚集人数最多的地方走去,以便让那辱骂者在更多人面前出丑。听众果然都厌恶地转身离去,并斥责安塔哥拉斯发了疯。

§14.27

ἐγὼ δὲ ἐπαινῶ μάλιστα ἐκείνους, ὅσοι τὰ ὑποφυόμενα τῶν κακῶν φθάνοντες ἐκκόπτουσι πρὶν ἢ δυνάμεώς τινος ἐπιλαβέσθαι. Ἀγησίλαος γοῦν συνεβούλευσεν ἀκρίτως ἀποκτείνειν τοὺς συνιόντας νύκτωρ ὑπὸ τὴν τῶν Θηβαίων ἐσβολήν.

我最称赞那些抢先一步在恶事滋生萌芽、尚未获得力量之前就将其彻底铲除的人。至少阿格西劳斯就曾建议,在底比斯人入侵期间,将夜间私自聚集的人不经审判立即处决。

§14.28

ὠνείδισέ τις τῷ ῥήτορι Πυθέᾳ ὅτι κακός ἐστιν. ὃ δὲ οὐκ ἠρνήσατο τὸ γὰρ συνειδὸς οὐκ ἐπέτρεπεν αὐτῷ. ἀπεκρίνατο δὲ ἐκεῖνο, ἐλάχιστον χρόνον τῶν πεπολιτευμένων Ἀθήνησι γενέσθαι κακός·2 μέγα φρονῶν δῆλον ὅτι μὴ διὰ τέλους ἦν τοιοῦτος, καὶ ἡγούμενος μὴ ἀδικεῖν, ἐπεὶ μὴ τοῖς πονηροτάτοις παρεβάλλετο. εὔηθες δὲ τοῦτο τοῦ Πυθέου· οὐ γὰρ μόνον ὁ ἀδικήσας κακὸς ἀλλὰ καὶ ὁ ἐννοήσας ἀδικῆσαι, παρά γε ἐμοὶ κριτῇ.

有人斥责演说家皮忒阿斯是个恶人。他并未否认,因为良知不允许他这样做。但他回答说,在雅典所有从政的人当中,他成为恶人的时间是最短的;他显然自负于自己并未始终如此,且自以为并未行不义,因为他没有被拿来与那些最卑劣的人相提并论。但这在皮忒阿斯而言是愚蠢的;因为依我来看,不仅实行了不义之人是恶人,就连心怀不义意图之人也是恶人。

§14.29

ὅτι Λύσανδρος ἐκόμισεν ἐς Λακεδαίμονα χρήματα καὶ ἐδίδαξε τοὺς Λακεδαιμονίους παρανομεῖν ἐς τὸ πρόσταγμα τοῦ θεοῦ τὸ κελεῦον ἄβατον εἶναι χρυσῷ καὶ ἀργύρῳ τὴν Σπάρτην. τῶν οὖν φρονούντων τινὲς διεκώλυον, φρόνημα ἔτι κεκτημένοι Λακωνικὸν καὶ Λυκούργου καὶ τοῦ Πυθίου ἄξιον· οἱ δὲ προσέμενοι διεβλήθησαν, καὶ ἡ ἐξ ἀρχῆς αὐτῶν ἀρετὴ κατὰ μικρὸν ὑπέληξεν.

吕珊德把金钱带入拉刻代蒙,并教导拉刻代蒙人违背神明的诫命——那诫命规定斯巴达对金银应当是不可逾越的禁地。那些明智之士中有人出面阻拦,他们仍保有配得上吕库古和皮托之神的拉科尼亚气节;但那些接纳金钱的人却遭到非议,他们起初的美德也逐渐衰退减绝。

§14.30

Ἄννων ὁ Καρχηδόνιος ὑπὸ τρυφῆς ἐν τοῖς ἀνθρώπων ὅροις οὐκ ἠξίου διαμένειν, ἀλλʼ ἐπενόει φήμας ὑπὲρ ἑαυτοῦ κατασπείρεσθαι κρείττονας ἢ κατὰ τὴν φύσιν, ἥνπερ οὖν ἔλαχεν. ὄρνιθας γάρ τοι τῶν ᾠδικῶν παμπόλλους πριάμενος ἔτρεφεν ἐν σκότῳ αὐτούς, ἓν διδάσκων μάθημα λέγειν ʽθεός ἐστιν Ἄννων.ʼ ἐπεὶ δὲ ἐκεῖνοι μίαν φωνὴν ταύτην ἀκούοντες ἐγκρατεῖς ταύτης ἐγένοντο, ἄλλον ἄλλοσε διαφῆκεν, οἰόμενος διαρρεύσειν τῶν ὀρνίθων τὸ ὑπὲρ ἑαυτοῦ μέλος. οἳ δὲ τὸ πτερὸν ἀπολύσαντες ἅπαξ καὶ ἐλευθερίας λαβόμενοι καὶ ἐς ἤθη τὰ σύντροφα αὐτοῖς ἐλθόντες, τὰ οἰκεῖα ᾖδον καὶ τὰ τῶν ὀρνίθων ἐμουσούργουν, μακρὰ χαίρειν εἰπόντες3 Ἄννωνι καὶ μαθήμασι τοῖς ἐν τῇ δουλείᾳ.

迦太基人汉诺出于虚荣,不愿停留于凡人的限度之内,而是企图散布关于自己的、超越他所获天性的名声。于是他买来极多的鸣禽,将它们养在黑暗之中,只教它们说一句训词:“汉诺是神。”当这些鸟只听这一句话而熟练掌握之后,他便将它们放飞到各处,以为鸟儿为他歌咏的乐调将流传四方。但那些鸟儿一旦展开羽翼获得自由,来到自己熟悉的栖息地,便唱起属于自己的歌,奏起鸟类的音乐,彻底告别了汉诺以及在奴役中所受的训导。

§14.31

Πτολεμαῖος ὁ Τρύφων ʽτοῦτο γὰρ αὐτὸν ἐκάλουν ἐκ τοῦ βίουʼ γυναικὸς ὡραίας ἐντυχεῖν αὐτῷ βουλομένης ὃ δὲ ἔφη ʽἀπηγόρευσέ μοι ἡ ἀδελφὴ παρὰ γυναικὸς καλῆς λόγον δέξασθαι.ʼ ἣ δὲ ἀτρέπτως πάνυ καὶ ἐμμελῶς ʽπαρὰ καλοῦ λάβοις ἄν;ʼ εἶπε. καὶ ἐκεῖνος ἀκούσας ἐπῄνεσε.

当一位美丽的妇人想要求见托勒密·特律丰时——人们因他的生活方式而如此称呼他——他说道:“我的姐妹禁止我接纳漂亮女人的搭话。”而她毫无局促之色,极为得体地说道:“那么,若是来自一位英俊男子的搭话,您愿意接纳吗?”他听罢对此大加赞赏。

语法注3 条
  1. 14.24ἐς αὐτὴν τὴν ψυχήν

    介词短语,用以限定动词 ὤνηντο(ὀνίνημι 的中动态,意为“获益、得利”)的利益范畴。与前文的 οὐκ ἐς ἀργύριον 相对比,表明他们所获的利益不在于金钱,而在于生命本身。

  2. 14.28ἐλάχιστον χρόνον τῶν πεπολιτευμένων Ἀθήνησι γενέσθαι κακός

    在由 ἀπεκρίνατο 引导的间接引语不定式结构中,由于不定式 γενέσθαι 的逻辑主语与主句主语(皮忒阿斯)一致,故表语形容词 κακός 采用主格而非宾格(κακόν)。τῶν πεπολιτευμένων 为表示范围的部分属格(“在从政者之中”)。

  3. 14.30μακρὰ χαίρειν εἰπόντες

    惯用表达,由 χαίρειν λέγω(“道别、置之不理”)加上用作副词的中性复数宾格 μακρά 构成,意为“远远地道别”,即“彻底抛弃、断绝关系”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:14.24-14.31