← 克劳狄乌斯·埃利安

杂闻轶事

§14.41-14.48

阿波罗多罗斯的残暴与古代规训逸闻

本节记述了多则古代逸话:阿波罗多罗斯借酒肆虐的残暴、色诺克拉底关于非礼勿视的言论、贝勒尼基就审判对托勒密的劝诫、斯巴达青年因贪利受罚、对希腊与罗马贤妇的赞扬、马格内西亚人的作战战术、尼科马霍斯赏鉴宙克西斯画作的应答,以及腓力对马其顿贵胄青年的严明管教。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.41

ὅτι Ἀπολλόδωρος πλεῖστον ἀνθρώπων πίνων οἶνον οὐκ ἀπεκρύπτετο τὸ ἑαυτοῦ κακόν, οὐδὲ ἐπειρᾶτο περιαμπέχειν τὴν μέθην καὶ τὰ ἐξ αὐτῆς κακά, ἀλλὰ καὶ ἐκ τοῦ οἴνου ὑπαναφλεγόμενος καὶ ὑπεξαπτόμενος ἐγίνετο φονικώτερος, πρὸς τῇ φύσει καὶ τὸ πῶμα ἔχων ἐνδόσιμον.1

阿波罗多罗斯饮酒之多冠于众人,却并不掩饰自己的邪恶,也不试图遮掩酗酒及其所招致的恶行;相反,他在酒精的煽惑和烈火下变得更加嗜杀,在他的天性之外,更将烈饮当作凶暴的助推。

§14.42

Ξενοκράτης ὁ Πλάτωνος ἑταῖρος ἔλεγε μηδὲν διαφέρειν ἢ τοὺς πόδας ἢ τοὺς ὀφθαλμοὺς εἰς ἀλλοτρίαν οἰκίαν τιθέναι· ἐν ταὐτῷ γὰρ ἁμαρτάνειν τόν τε ἐς ἃ μὴ δεῖ χωρία βλέποντα καὶ ἐς οὓς μὴ δεῖ τόπους παριόντα.

柏拉图的同伴色诺克拉底常说,把脚伸入他人的房屋,与把目光投向他人的房屋,两者毫无分别;因为将目光注视于不该看的地方,与步入不该去的地方,所犯的罪过是一样的。

§14.43

ὁ μὲν Πτολεμαῖός φασιν (ὁπόστος δὲ ἦν οὗτος, ἐᾶν δεῖ) καθῆστο ἐπὶ κύβοις καὶ πεττεύων διετέλει· εἶτά τις αὐτῷ παρεστὼς ἀνεγίνωσκε τῶν κατεγνωσμένων τὰ ὀνόματα καὶ τὰς καταδίκας αὐτῶν προσεπέλεγεν, ἵνα ἐκεῖνος παρασημήνηται τοὺς ἀξίους θανάτου. Βερενίκη δὲ ἡ γαμετὴ αὐτοῦ λαβοῦσα τὸ βιβλίον παρὰ τοῦ παιδὸς εἶτα οὐκ εἴασε διαναγνωσθῆναι τὸ πᾶν οὐκέτι, φήσασα πάνυ σφόδρα προσέχοντα τὴν διάνοιαν ὑπὲρ ἀνθρώπου ψυχῆς δεῖν λογίζεσθαι καὶ μὴ πρὸς παιδιᾷ γινόμενον· οὐ γὰρ ὁμοίαν εἶναι τὴν πτῶσιν τῶν κύβων καὶ τὴν τῶν σωμάτων. πρὸς ταῦτα ὁ Πτολεμαῖος ἥσθη, καὶ οὐδέποτε κυβεύων μετὰ ταῦτα ὑπὲρ ἀνθρώπου κρίσεως ἤκουσεν.

据说托勒密——究竟是哪一位托勒密,姑且不论——正坐着掷骰子,一直在下棋;这时,侍立在他身旁的一人正在朗读被定罪者的名单,并附加上他们的判决,好让国王对当处死刑之人进行批注。然而他的妻子贝勒尼基从仆役手中夺过卷册,不再允许将全文读完,并说:关涉人的生命之事,应当全神贯注地慎重思量,绝不可在嬉戏之中进行;因为骰子的跌落与人命的殒落截然不同。托勒密为此言感到高兴,从此在掷骰子时再也不听取关于人的判决了。

§14.44

Λακωνικὸν μειράκιον ἐπρίατο χωρίον ὑπερεύωνον, εἶτα ἐπὶ τὰς ἀρχὰς ἤχθη καὶ ἐζημιώθη. τὸ δὲ αἴτιον τῆς καταδίκης ἐκεῖνο ἦν, ἐπεὶ νέος ὢν τοῦ κερδαίνειν ὀξύτατα ἤρα. ἦν δὲ Λακεδαιμονίων ἐν τοῖς μάλιστα ἀνδρικὸν καὶ τοῦτο, μὴ πρὸς μόνους πολεμίους παρατετάχθαι ἀλλὰ καὶ πρὸς ἀργύριον.

一位斯巴达年轻男子以极其低廉的价格买下了一处地产,随后被带到长官面前并被处以罚金。定罪的缘由在于:他年纪轻轻,便对谋求私利怀有极度贪求之心。而在斯巴达人当中,不仅要向敌人列阵迎战,也要向金钱列阵抗衡,这也是最被视作具有男子气概的美德之一。

§14.45

γυναῖκας τῶν Ἑλλήνων ἐπαινοῦμεν Πηνελόπην Ἄλκηστιν καὶ τὴν Πρωτεσίλεω, Ῥωμαίων Κορνηλίαν καὶ Πορκίαν καὶ Κεστιλίαν. ἐδυνάμην δὲ εἰπεῖν καὶ ἄλλας, ἀλλʼ οὐ βούλομαι τῶν μὲν Ἑλλήνων εἰπεῖν ὀλίγας, ἐπικλύσαι δὲ τοῖς τῶν Ῥωμαίων ὀνόμασιν, ὡς ἂν μή μέ τις δοκοίη χαρίζεσθαι ἐμαυτῷ2 διὰ τὴν πατρίδα.

在希腊妇女中,我们称赞珀涅罗珀、阿尔刻提斯以及普罗忒西拉奥斯的妻子;在罗马妇女中,我们称赞科尔内利亚、波尔基亚和凯斯提莉亚。我本可以列举更多的人,但我不想只列出少数希腊女子,却用罗马女子的名字将篇幅淹没,以免有人以为我是因祖国之故而偏私于己。

§14.46

οἱ Μαιάνδρῳ παροικοῦντες Μάγνητες Ἐφεσίοις πολεμοῦντες ἕκαστος τῶν ἱππέων ἦγεν αὑτῷ συστρατιώτην θηρατὴν κύνα καὶ ἀκοντιστὴν οἰκέτην. ἡνίκα δὲ ἔδει συμμίξαι, ἐνταῦθα οἱ μὲν κύνες προπηδῶντες ἐτάραττον τὴν παρεμβολήν, φοβεροί τε καὶ ἄγριοι καὶ ἐντυχεῖν ἀμείλικτοι ὄντες· οἱ δὲ οἰκέται προπηδῶντες τῶν δεσποτῶν ἠκόντιζον. ἦν δὲ ἄρα ἐπὶ τῇ φθανούσῃ διὰ τοὺς κύνας ἀταξίᾳ καὶ τὰ παρὰ τῶν οἰκετῶν δρώμενα ἐνεργῆ. εἶτα ἐκ τρίτου ἐπῄεσαν αὐτοί.

居住在门德雷斯河畔的马格内西亚人在与以弗所人作战时,每位骑兵都随身带有一只猎犬和一名持标枪的仆人作为战友。到了交战的时刻,猎犬便跃上前去扰乱敌人的阵列,它们面目狰狞、凶猛异常且碰上面便毫不留情;仆人们则跃至主人前面投掷标枪。于是,在因猎犬而先已造成的混乱之上,仆人所采取的攻击也大见成效。随后,骑兵自己才第三个发起冲锋。

§14.47

ὅτι Ζεῦξις ὁ Ἡρακλεώτης ἔγραψε τὴν Ἑλένην.  Νικόμαχος οὖν ὁ ζωγράφος ἐξεπλήττετο τὴν εἰκόνα, καὶ τεθηπὼς τὸ γράμμα δῆλος ἦν. ἤρετο οὖν τις αὐτὸν προσελθὼν τί δὴ παθὼν οὕτω θαυμάζοι τὴν τέχνην; ὃ δὲ ʽοὐκ ἄν με ἠρώτησαςʼ εἶπεν, ʽεἰ τοὺς ἐμοὺς ὀφθαλμοὺς ἐκέκτησο.ʼ ἐγὼ δʼ ἂν φαίην τοῦτο καὶ ἐπὶ τῶν λόγων, ἀλλʼ εἴ τις ἔχοι πεπαιδευμένα ὦτα, ὥσπερ οὖν οἱ χειρουργοὶ τεχνικὰ ὄμματα.

赫拉克利亚的宙克西斯画了海伦的肖像。画家尼科马霍斯对着这幅画惊叹不已,显然被这件作品彻底折服。这时有人走近他,问他究竟体验到了什么,竟如此赞叹这件艺术品?他答道:“如果你拥有我这样的眼睛,就不会问我了。”我认为对于言辞论辩也可以这样说:只要有人拥有受过教养的耳朵,正如工匠拥有专业的眼力一样。

§14.48

ὅτι Φίλιππος τῶν ἐν Μακεδονίᾳ δοκιμωτάτων τοὺς υἱεῖς παραλαμβάνων περὶ τὴν ἑαυτοῦ θεραπείαν εἶχεν, οὔτι πού φασιν ἐνυβρίζων αὐτοῖς οὐδὲ ἐξευτελίζων, ἀλλʼ ἐκ τῶν ἐναντίων καρτερικοὺς αὐτοὺς ἐκπονῶν καὶ ἑτοίμους πρὸς τὸ τὰ δέοντα πράττειν ἀποφαίνων. πρὸς δὲ τοὺς τρυφῶντας αὐτῶν καὶ ἐς τὰ ἐπιταττόμενα ῥᾳθύμως ἔχοντας διέκειτό φασι πολεμίως. ἀφθόνητον γοῦν ἐμαστίγωσεν, ὅτι τὴν τάξιν ἐκλιπὼν ἐξετράπετο τῆς ὁδοῦ διψήσας καὶ παρῆλθεν ἐς πανδοκέως. καὶ Ἀρχέδαμον ἀπέκτεινεν, ὅτι προστάξαντος αὐτοῦ ἐν τοῖς ὅπλοις συνέχειν ἑαυτὸν ὃ δὲ ἀπεδύσατο·3 ἤλπισε γὰρ διὰ τῆς κολακείας καὶ ὑποδρομῆς χειρώσασθαι τὸν βασιλέα, ἅτε ἀνὴρ ἥττων τοῦ κερδαίνειν ὤν.

腓力将马其顿显赫名流的子弟招收过来,留在自己身边服侍,据说这绝非出于侮辱或贬低他们,正相反,是为了将他们磨砺得坚忍耐劳,并使他们随时准备好履行职责。然而据说对于其中生活奢靡、对受命之事敷衍懈怠的人,他则视同仇敌。例如,他鞭笞了阿弗托涅托斯,因为此人离开队列,因口渴偏离道路溜进了客栈。他又处死了阿尔凯达摩斯,因为腓力曾下令让他保持顶盔贯甲,他却擅自脱掉了武装;此人原是个屈服于贪利之心的男子,本指望靠谄媚与讨好来摆布国王。

语法注3 条
  1. 14.41πρὸς τῇ φύσει καὶ τὸ πῶμα ἔχων ἐνδόσιμον

    中性形容词 ἐνδόσιμον(本义为“起奏曲调、引子、契机、动机”)在此处名词化作宾语补足语,与 ἔχων 的直接宾语 τὸ πῶμα 搭配,表明他除了天性凶残之外,更将暴饮作为诱发并助长凶暴的契机或火上浇油的手段。

  2. 14.45ὡς ἂν μή μέ τις δοκοίη χαρίζεσθαι ἐμαυτῷ

    由 ὡς ἄν 后接希求法(δοκοίη)构成的否定目的从句。这种带有 ἄν 的希求法从句带有委婉、谦逊的推测色彩(“唯恐有人会以为我……”),体现了作者谨慎避免给人留下偏袒母邦罗马之嫌的意图。

  3. 14.48προστάξαντος αὐτοῦ ἐν τοῖς ὅπλοις συνέχειν ἑαυτὸν ὃ δὲ ἀπεδύσατο

    破格句(anacoluthon)结构。在属格独立结构 προστάξαντος αὐτοῦ 之后,句子并未按规范连接,而是以带有对比意味的指示代词 ὃ δέ 直接充当主语,引出限定动词 ἀπεδύσατο,鲜明地凸显出腓力的命令与该青年擅自违抗行动之间的强烈对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:14.41-14.48