- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:13.39-13.46
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记叙了厄菲阿尔忒斯、忒弥斯托克利、福基翁、伊巴密浓达与提摩太等人的机智言行与品格,狄奥尼修斯的暴虐,以及帕特雷一名青年与其幼时所养巨蟒的救护故事。
Ἐφιάλτης στρατηγοῦ ὀνειδίσαντος αὐτῷ τινος πενίαν ʽτὸ δὲ ἕτερονʼ ἔφη ʽδιὰ τί οὐ λέγεις, ὅτι δίκαιός εἰμι;ʼ στρεπτῷ κειμένῳ ἐπὶ τῆς γῆς χρυσοῦ Περσικοῦ ὁ Θεμιστοκλῆς παρεστὼς τῷ παιδὶ εἶπεν ʽοὐκ ἀναιρήσεις, ὦ παῖ, τὸ εὕρημα τόδε;ʼ1 δείξας τὸν στρεπτόν· ʽοὐ γὰρ σὺ Θεμιστοκλῆς εἶ δήπου.ʼ Ὅτι ἠτίμασαν αὐτόν ποτε Ἀθηναῖοι, εἶτα ἐπὶ τὴν ἀρχὴν αὖθις παρεκάλουν· ὃ δὲ ʽοὐκ ἐπαινῶ τοὺς τοιούτους ἄνδρας, οἵτινες τὴν αὐτὴν ἀμίδα καὶ οἰνοχόην ἔχουσι.ʼ Πρὸς Εὐρυβιάδην τὸν Λακεδαιμόνιον ἔλεγέ τι ὑπεναντίον, καὶ ἀνέτεινεν αὐτῷ τὴν βακτηρίαν. ὃ δὲ ʽπάταξον μέν, ἄκουσον δέ.ʼ ᾔδει δὲ ὅτι ἃ μέλλει λέγειν τῷ κοινῷ λυσιτελεῖ.
当某位将领责备厄菲阿尔忒斯贫穷时,他说:“那你为何不说另一件事——即我是正直的呢?”地上一副波斯黄金颈圈放着,忒弥斯托克利站在一旁,指着颈圈对侍童说:“童子,你还不把这捡得之物拾起来?因为你毕竟不是忒弥斯托克利。”当雅典人曾一度贬抑他,随后又再次召他执政时,他说:“我不称赞这样的人:将同一器皿既作夜壶又作酒壶。”当他对拉刻代蒙人欧律比亚德斯提出反对意见,而对方朝他举起手杖时,他说:“打吧,但听我说。”因为他深知自己将要说的话对公社有益。
ὀδυρομένου τινὸς τῶν μετὰ Φωκίωνος μελλόντων ἀποθνήσκειν εἶπεν ὁ Φωκίων ʽεἶτα οὐκ ἀγαπᾷς, ὦ Θούδιππε, μετὰ Φωκίωνος ἀποθνήσκων;
当与福基翁一同赴死者中有一人哀泣时,福基翁说:“图狄波斯啊,难道与福基翁同死,你还不心满意足吗?”
Ἐπαμεινώνδας ἔφευγε δίκην θανάτου ἐπανελθὼν ἐκ τῆς Λακωνικῆς, ὡς ἐπιβαλὼν τῇ βοιωταρχίᾳ τέτταρας μῆνας παρὰ τὸν νόμον. τοὺς μὲν οὖν συνάρχοντας ἐκέλευσεν ἐς αὐτὸν τὴν αἰτίαν ἀναφέρειν ὡς ἐκβιασθέντας, αὐτὸς δὲ παρελθὼν ἐς τὸ δικαστήριον οὐκ ἔφη βελτίονας ἔχειν τῶν ἔργων τοὺς λόγους· εἰ δὲ μή, ἠξίου ἀποκτείνειν αὐτόν,2 ἐπιγράψαι μέντοι τῇ στήλῃ ὅτι μὴ βουλομένους Θηβαίους ἠνάγκασεν Ἐπαμεινώνδας τὴν μὲν Λακωνικὴν πυρπολῆσαι πεντακοσίοις ἐνιαυτοῖς ἀδῄωτον οὖσαν, οἰκίσαι δὲ Μεσσήνην δι’ ἐτῶν τριάκοντα καὶ διακοσίων, συντάξαι δὲ καὶ συναγαγεῖν ἐς ταὐτὸν Ἀρκάδας, ἀποδοῦναι δὲ τοῖς Ἕλλησι τὴν αὐτονομίαν. καὶ ἀφῆκαν αὐτὸν αἰδεσθέντες οἱ δικασταί. ἐπανελθόντα δὲ αὐτὸν ἐκ τοῦ δικαστηρίου Μελιταῖον κυνίδιον ἔσαινε. διὸ πρὸς τοὺς παρόντας εἶπε ʽτοῦτο μὲν ἀποδίδωσιν εὐεργεσίας μοι χάριν, Θηβαῖοι δὲ πολλάκις ὑπʼ ἐμοῦ εὖ παθόντες ἔκρινάν με θανάτου.ʼ ὅτι Τιμόθεος ὁ στρατηγὸς Ἀθηναίων πεπίστευτο εὐτυχὴς εἶναι· καὶ ἔλεγον τὴν τύχην αἰτίαν εἶναι, Τιμόθεον δὲ οὐδενός, κωμῳδοῦντες ἐπὶ τῆς σκηνῆς. καὶ οἱ ζωγράφοι δὲ καθεύδοντα ἐποίουν αὐτόν, εἶτα ὑπὲρ τῆς κεφαλῆς ἀπῃώρητο ἑστῶσα ἡ Τύχη ἕλκουσα ἐς κύρτον τὰς πόλεις. πυνθανομένου Θεμιστοκλέους τινὸς κατὰ τί μάλιστα ἥσθη ἐν τῷ βίῳ, ὃ δὲ ἀπεκρίνατο ʽτὸ θέατρον ἰδεῖν Ὀλυμπίασιν ἐπιστρεφόμενον ἐς ἐμὲ ἐς τὸ στάδιον παριόντα.ʼ τοὺς αὐτοὺς ἐπιτρόπους ἔσχε Θεμιστοκλῆς καὶ Ἀριστείδης ὁ Λυσιμάχου, καὶ διὰ ταῦτά τοι καὶ συνετράφησαν καὶ συνεπαιδεύθησαν κοινῷ διδασκάλῳ. ἐστασιαζέτην δὲ ὅμως καὶ ἔτι παῖδες ὄντες, καὶ παρέμενεν αὐτοῖς ἡ φιλονεικία ἀπὸ τῆς πρώτης ἡλικίας καὶ ἐς ἔσχατον γῆρας.
伊巴密浓达从拉科尼亚返回后,因违抗法律将波奥塔克之职延长了四个月而遭受死罪控告。于是他命同僚将罪责推在自己身上,称他们是受胁迫的;但他自己来到法庭前,却说自己的言辞无法胜过自己的功绩;如果无法赦免,他请求处死自己,但务必在石碑上刻下:“伊巴密浓达强迫不情愿的忒拜人烧毁了五百年未遭蹂躏的拉科尼亚,在二百三十年后重建了墨塞涅,统合阿卡迪亚人并将他们聚为一个联盟,并将自治还给了希腊人。”审判官们深感羞愧,便将他释放。当他从法庭返回时,一只马耳他小犬摇尾亲附于他。于是他对在场的人说:“这个小畜生尚且懂得报答我的恩惠,而忒拜人蒙我多次恩泽,却曾以死罪审判我。”雅典将领提摩太被普遍认为运势极佳;人们在喜剧舞台上讥讽他,说一切皆是机运之故,提摩太自己无所作为。画家们亦将他描绘成正在酣睡,而机运女神悬立于其头顶上方,正将一座座城池拉入鱼篓。当有人问忒弥斯托克利一生中何事最令他欣悦时,他回答道:“是在奥林匹亚,看到当我步入赛场时整个剧场的人都把目光转向我。”忒弥斯托克利与吕西马科斯之子阿里斯提德斯拥有相同的监护人,正因如此,他们由同一位老师共同抚育、共同受教。然而即便尚在幼年,他们便彼此不睦,这种竞争心态从他们早年一直延续到垂暮之年。
ὅτι Διονύσιος τὴν μητέρα διέφθειρε φαρμάκοις· Λεπτίνην δὲ τὸν ἀδελφὸν σῶσαι δυνάμενος ἐν τῇ ναυμαχίᾳ περιεῖδεν ἀπολλύμενον.
狄奥尼修斯用毒药害死了自己的母亲;而在海战中他本能救其弟勒普提涅斯,却眼看着他覆灭。
πόλις ἐστὶ τῆς Ἀχαΐας αἱ Πάτραι. παῖς παρʼ αὐτοῖς δράκοντα μικρὸν ἐπρίατο, καὶ ἔτρεφε μετὰ πολλῆς τῆς κομιδῆς. αὐξηθέντος δὲ αὐτοῦ ἐλάλει πρὸς αὐτὸν ὡς πρὸς ἀκούοντα, καὶ ἤθυρε μετʼ αὐτοῦ καὶ συνεκάθευδεν αὐτῷ. ἐς μέγιστον δὲ μέγεθος ἐλθὼν ὁ δράκων ὑπὸ τῶν πολιτῶν ἐς ἐρημίαν ἀπηλάθη. ὕστερον δὲ ὁ παῖς νεανίας γενόμενος ἀπό τινος θέας ἐπανιών, λῃσταῖς περιπεσὼν μετὰ τῶν συνηλίκων, βοῆς γενομένης ἰδοὺ ὁ δράκων·3 καὶ τοὺς μὲν διεσκόρπισεν, οὓς δὲ ἀπέκτεινεν, αὐτὸν δὲ περιεσώσατο.
帕特雷是阿该亚的一座城邑。那里的一个少年买了一条小蟒蛇,悉心抚育。当蛇长大后,少年常与它交谈如对听得懂的人,与它玩耍,并与它同寝。然而蟒蛇长至极大体积后,被城中居民驱赶至荒野。后来少年长成青年,在与同龄人观景归来的途中遭遇劫匪;一阵呼喊之中,看哪,正是那条蟒蛇!它冲散了一部分盗匪,杀死了另一部分,保全了青年的性命。
- 13.40οὐκ ἀναιρήσεις, ὦ παῖ, τὸ εὕρημα τόδε;
否定词 οὐ 与陈述语气将来时(ἀναιρήσεις)连用,构成一种强烈的祈使或促请句式(“你还不拾起来吗?”,意即“快把它拾起来”),而非单纯的询问。
- 13.42εἰ δὲ μή, ἠξίου ἀποκτείνειν αὐτόν
固定省略条件短语 εἰ δὲ μή(“否则 / 若非如此”)与前文(若仅凭事功不足以获释)相对立。主句 ἠξίου ἀποκτείνειν 表达他对法官们提出的要求(“他要求他们将自己处死”)。
- 13.46βοῆς γενομένης ἰδοὺ ὁ δράκων
在独立属格 βοῆς γενομένης(“呼喊声骤起”)之后,感叹词 ἰδοὺ 与主格名词 ὁ δράκων 直接并置而无限定动词,构成一种名词性的破格句,生动且戏剧性地突显了巨蟒的赫然现身。
