← 克劳狄乌斯·埃利安

杂闻轶事

§13.6-13.15

奇异葡萄酒与忒拜之毁等历史杂记

本段记叙了各地具有奇特效力的葡萄酒、亚历山大对忒拜的处置、吕珊德罗斯的奢靡、墨同为避远征而装疯放火、荷马史诗早期的分篇咏唱与汇纂,以及古代以极端愚钝著称的人物轶事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.6

ἐν Ἡραίᾳ τῆς Ἀρκαδίας ἀκούω πεφυκέναι ἀμπέλους, ἐξ ὧν γίνεται οἶνος, ὃς τοῦ λογισμοῦ παράγει καὶ ἔκφρονας τοὺς Ἀρκάδας ποιεῖ, τὰς δὲ γυναῖκας τεκνοποιοὺς τίθησιν. ὅτι1 ἐν Θάσῳ δύο γένη φασὶν οἴνων γίνεσθαι· καὶ τὸν μὲν ἕτερον πινόμενον ἐς ὕπνον κατάγειν εὖ μάλα βαθὺν καὶ διὰ ταῦτα ἡδύν, τὸν δὲ ἕτερον ἀντίπαλον εἶναι τοῦ βίου καὶ ἀγρυπνίαν ἐμποιεῖν καὶ ἀνιᾶσθαι παρέχειν. ἐν δὲ Ἀχαΐᾳ περὶ Κερυνίαν οἶνος γίνεται, ὃς ταῖς βουλομέναις γυναιξὶν ἀμβλῶσαι συμμάχεται.

我听说在阿耳卡狄亚的赫赖亚生长着一种葡萄藤,由其酿造的酒能夺人理智,使阿耳卡狄亚人发狂,却能使妇女生育。人们说萨索斯出产两种酒:其一饮后能引人进入极深沉的睡眠,因之甚为甘甜;另一种则是生命的仇敌,引人不眠并带来折磨。而在阿哈伊亚的刻律涅亚附近出产一种酒,能助意欲堕胎的妇女一臂之力。

§13.7

ὅτε εἷλε τὴν Θηβαίων πόλιν Ἀλέξανδρος, ἀπέδοτο τοὺς ἐλευθέρους πάντας πλὴν ἱερέων. ἀφῆκε δὲ τῆς πράσεως καὶ τοὺς τοῦ πατρὸς ξένους ʽὡμήρευσε γὰρ παρʼ αὐτοῖς ὁ Φίλιππος ἔτι παῖς ὢνʼ καὶ τοὺς συγγενεῖς δὲ τούτων ἀφῆκεν. ἐτίμησε δὲ καὶ τοὺς ἐγγόνους τοὺς τοῦ Πινδάρου, καὶ τὴν οἰκίαν αὐτοῦ μόνην εἴασεν ἑστάναι. ἐφόνευσε δὲ τῶν Θηβαίων ἐς ἑξακισχιλίους, αἰχμάλωτοι δὲ ἐλήφθησαν τρισμύριοι.

亚历山大攻克忒拜城时,除祭司外,将所有的自由民尽数变卖为奴。但他亦免除了其父客友的变卖——因腓力尚在年少时曾作为人质留宿他们那里——并放免了这些人的亲属。他还礼遇品达罗斯的后裔,唯独准许品达罗斯的故居完整耸立。他屠杀了多达六千名忒拜人,被俘虏者则有三万人。

§13.8

Λύσανδρον τὸν Λακεδαιμόνιον ἐν τῇ Ἰωνίᾳ διατρίβοντα  τὰ Λυκούργου φασὶ νόμιμα ῥίψαντα ἐπίπονα ὄντα διατεθρύφθαι τὸν βίον.2

据说拉刻代蒙人吕珊德罗斯在伊奥尼亚逗留期间,抛弃了吕库古那繁重艰苦的法规,过起了荒淫奢靡的生活。

§13.9

Λάμια γοῦν ἡ Ἀττικὴ ἑταίρα εἶπεν ʽοἱ ἐκ τῆς Ἑλλάδος λέοντες ἐν Ἐφέσῳ γεγόνασιν ἀλώπεκες.ʼ ἐν μιᾷ ἡμέρᾳ δύο γυναῖκας ἠγάγετο Διονύσιος, Δωρίδα τὴν Λοκρίδα καὶ Ἀριστομάχην τὴν Ἱππαρίνου, Δίωνος δὲ ἀδελφήν· καὶ παρʼ ἑκατέρᾳ ἀνεπαύετο ἐν τῷ μέρει. καὶ ἣ μὲν ἠκολούθει στρατευομένῳ, ἣ δὲ ἐπανιόντα ὑπεδέχετο.

雅典的女乐拉弥亚便说道:“来自希腊的雄狮,在以弗所变成了狐狸。”狄奥尼修斯在同一天内迎娶了两位妻子:洛克里斯的朵里斯,以及希帕里诺斯之女、狄翁之姊妹阿里斯托玛刻。他轮流在她们各自处歇息。一人在他出征时随军相从,另一人则在他凯旋时迎迓于家。

§13.11

λόγος τις ἐς ἐμὲ ἀφίκετο λέγων αἴτιον Ἰσοκράτην γενέσθαι τὸν ῥήτορα τοῖς Πέρσαις καταδουλώσεως, ἧς ἐδουλώσαντο αὐτοὺς Μακεδόνες. τοῦ γὰρ πανηγυρικοῦ λόγου, ὃν Ἰσοκράτης ἐν τοῖς Ἕλλησιν ἐπεδείξατο, ἐς Μακεδονίαν ἐλθοῦσα ἡ φήμη, πρῶτον μὲν Φίλιππον ἐπὶ τὴν Ἀσίαν ἀνέστησεν· ἀποθανόντος δὲ ἐκείνου Ἀλέξανδρον τὸν υἱὸν αὐτοῦ τῶν πατρῴων κληρονόμον τὴν ὁρμὴν τὴν τοῦ Φιλίππου διαδέξασθαι παρεσκεύασε.

有传言传至我耳,称演说家伊索克拉底是波斯人遭到马其顿人奴役的始作俑者。盖因伊索克拉底在希腊人中所作的《泛希腊集会演说》之盛名传至马其顿后,起初鼓动了腓力进军亚洲;在腓力死后,又促使继承其父产业之子亚历山大承继了腓力的这一志向。

§13.12

Μέτων ὁ ἀστρονόμος μελλόντων ἐπὶ τὴν Σικελίαν πλεῖν τῶν Ἀθηναίων ἤδη καὶ αὐτὸς εἷς ἦν τοῦ καταλόγου. σαφῶς δὲ ἐπιστάμενος τὰς μελλούσας τύχας τὸν πλοῦν ἐφυλάττετο δεδιὼς καὶ σπεύδων τῆς ἐξόδου ἑαυτὸν ῥύσασθαι. ἐπεὶ δὲ οὐδὲν ἔπραττεν, ὑπεκρίνατο μανίαν· καὶ πολλὰ μὲν καὶ ἄλλα ἔδρασε πιστώσασθαι τὴν τῆς νόσου δόξαν βουλόμενος, ἐν δὲ τοῖς3 καὶ τὴν συνοικίαν τὴν αὑτοῦ κατέπρησεν· ἐγειτνία δὲ αὕτη τῇ Ποικίλῃ. καὶ ἐκ τούτου ἀφῆκαν αὐτὸν οἱ ἄρχοντες. καί μοι δοκεῖ ὁ Μέτων ἄμεινον ὑποκρίνασθαι τὴν μανίαν τοῦ Ὀδυσσέως τοῦ Ἰθακησίου· ἐκεῖνον μὲν γὰρ ὁ Παλαμήδης κατεφώρασε, τοῦτον δὲ Ἀθηναίων οὐδείς.

当天文学家墨同在雅典人即将扬帆远征西西里之际,他本人已位列征召人员的名册之中。因他清楚洞悉未来的命运,畏惧航行而多方提防,急欲从此次远征中解救自己。但他未见成效,便装起疯来;为了让人们确信他患有此病,他做了许多别的事,其中甚至纵火焚毁了自己的客栈长屋;此屋与“花样柱廊”相邻。由于这一举措,执政官们免除了他的兵役。依我看来,墨同装疯比伊萨卡的奥德修斯更为成功;盖因后者被帕拉墨得斯识破,而前者却未被雅典任何人察觉。

§13.13

Πτολεμαῖόν φασι τὸν Λάγου καταπλουτίζοντα τοὺς φίλους αὑτοῦ ὑπερχαίρειν. ἔλεγε δὲ ἄμεινον εἶναι πλουτίζειν ἢ πλουτεῖν.

据说拉戈斯之子托勒密在使自己的朋友们致富时欢欣至极。他常言,使他人富有胜于自己拥有财富。

§13.14

ὅτι τὰ Ὁμήρου ἔπη πρότερον διῃρημένα ᾖδον οἱ παλαιοί. οἷον ἔλεγον Τὴν ἐπὶ ναυσὶ μάχην καὶ Δολώνειάν τινα καὶ Ἀριστείαν Ἀγαμέμνονος καὶ Νεῶν κατάλογον καὶ Πατρόκλειαν καὶ Λύτρα καὶ Ἐπὶ Πατρόκλῳ ἆθλα καὶ Ὁρκίων ἀφάνισιν. ταῦτα ὑπὲρ τῆς Ἰλιάδος. ὑπὲρ δὲ τῆς ἑτέρας Τὰ ἐν Πύλῳ καὶ Τὰ ἐν Λακεδαίμονι καὶ Καλυψοῦς ἄντρον καὶ Τὰ περὶ τὴν σχεδίαν καὶ Ἀλκίνου ἀπολόγους καὶ Κυκλώπειαν καὶ Νέκυιαν καὶ Τὰ τῆς Κίρκης καὶ Νίπτρα καὶ Μνηστήρων φόνον καὶ Τὰ ἐν ἀγρῷ καὶ Τὰ ἐν Λαέρτου. ὀψὲ δὲ Λυκοῦργος ὁ Λακεδαιμόνιος ἀθρόαν πρῶτος ἐς τὴν Ἑλλάδα ἐκόμισε τὴν Ὁμήρου ποίησιν· τὸ δὲ ἀγώγιμον τοῦτο ἐξ Ἰωνίας, ἡνίκα ἀπεδήμησεν, ἤγαγεν. ὕστερον δὲ Πεισίστρατος συναγαγὼν ἀπέφηνε τὴν Ἰλιάδα καὶ Ὀδύσσειαν.

古人起初以断篇分部的方式吟唱荷马的诗篇。例如,他们称之为《舟师之战》、某种所谓的《多隆之卷》、《阿伽门农之勇战》、《战船名录》、《帕特洛克罗斯之卷》、《赎金之卷》、《为帕特洛克罗斯举行的竞技》以及《破坏誓约之卷》。这些是关于《伊利亚特》的篇目。而关于另一部史诗的篇目,则是《皮洛斯诸事》、《拉刻代蒙诸事》、《卡吕普索之洞》、《木筏诸事》、《阿尔基诺俄斯的陈词》、《独目巨人谭》、《降冥记》、《喀耳刻诸事》、《洗足记》、《求婚者之屠杀》、《田间诸事》以及《在拉厄耳忒斯家诸事》。直至后来,拉刻代蒙人吕库古才首度将荷马诗篇以全貌形式带入希腊;这是他在出游外邦时从伊奥尼亚运载而来的货物。此后,庇西特拉图将它们汇集编纂,方确立了《伊利亚特》与《奥德修斯记》。

§13.15

φασὶ παχύτατον γενέσθαι τὴν διάνοιαν4 οἱ τῆς κωμῳδίας ποιηταὶ Πολύδωρόν τινα, καὶ ἄλλον Κοικυλίωνα ὄνομα, ὅσπερ τὰ κύματα ἠρίθμει ὑπὸ τῆς ἄγαν ἀνοίας. λόγος δέ τις καὶ Σαννυρίωνα τοιοῦτον γενέσθαι, ὃς ἐν τῇ ληκύθῳ τὴν κλίμακα ἐζήτει. καὶ Κόροιβον δὲ καὶ Μελιτίδην καὶ ἐκείνους ἀνοήτους φασίν.

喜剧诗人们说,有个叫波吕多洛斯的人心思极其迟钝愚钝,另有一人名为奎居利翁,因过度愚蠢而去数波浪的数目。亦有传闻说萨纽里翁也是这般人物,他竟在油瓶里寻找梯子。据说科洛伊博斯和梅里提得斯亦属愚顽之辈。

语法注4 条
  1. 13.6ὅτι

    句首的 ὅτι 并不依附于上文主句动词,而是作为札记摘录体常见的引语标记("即……"),引出下文带有 φασίν 的间接引语。后文出现的 ὅτι τὰ Ὁμήρου ἔπη 亦属此类引入条目的标记。

  2. 13.8διατεθρύφθαι τὸν βίον

    διατεθρύφθαι 是动词 διαθρύπτω(使放荡、使奢靡)的完成时中动态/被动态不定式,其逻辑主语为宾格的 Λύσανδρον。τὸν βίον 为关系宾格(所谓希腊式宾格),意为“在生活/生存方式方面”。

  3. 13.12ἐν δὲ τοῖς

    成语短语 ἐν τοῖς 意为“在诸事之中,尤其”(inter alia)。与 καί(甚至、也)连用,强调在他所做的诸多怪异举动中,纵火烧毁自己的住所尤为突出。

  4. 13.15παχύτατον γενέσθαι τὴν διάνοιαν

    παχύτατον 为作补足语的宾格,τὴν διάνοιαν 为关系宾格(“在智力/心思方面最为迟钝”)。παχύς 从其本义“粗厚的”引申为指智力或心智上的“迟钝、笨拙”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:13.6-13.15