- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:13.16-13.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本章记载了阿波罗尼亚附近的沥青与不死之火等自然异象及两邦习俗,弗律尼科斯的谚语出处,狄奥尼修斯与克列欧墨涅斯对文艺的看法,刻耳基达斯的临终之言,凯莱奈兽皮的奇闻,加拉顿对荷马的讽刺画,以及数位古代立法者因自身立法反而身受其害的讽刺命运。
Ἀπολλωνιάται πόλιν οἰκοῦσι γείτονα Ἐπιδάμνου ἐν τῷ Ἰονίῳ κόλπῳ. καὶ ἐν τοῖς πλησίον αὐτῆς χωρίοις ἄσφαλτός ἐστιν ὀρυκτὴ καὶ πίττα τὸν αὐτὸν ἐκ τῆς γῆς ἀνατέλλουσα τρόπον, ὃν καὶ αἱ πλεῖσται πηγαὶ τῶν ὑδάτων. οὐ πόρρω δὲ καὶ τὸ ἀθάνατον δείκνυται πῦρ. ὁ δὲ καόμενος τόπος ἐστὶν ὀλίγος καὶ οὐκ ἐς μέγα διήκει καὶ ἔχει περίβολον οὐ πολύν, ὄζει δὲ θείου καὶ στυπτηρίας. καὶ περὶ αὐτόν ἐστι δένδρα εὐθαλῆ καὶ πόα χλωρά· καὶ τὸ πῦρ πλησίον ἐνακμάζον οὐδὲν λυπεῖ οὔτε τὴν τῶν φυτῶν βλάστην οὔτε τὴν τεθηλυῖαν πόαν. κάεται δὲ τὸ πῦρ καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν, καὶ διέλιπεν οὐδέποτε, ὡς Ἀπολλωνιάται λέγουσι, πρὶν τοῦ πολέμου τοῦ πρὸς Ἰλλυριοὺς συμβάντος αὐτοῖς.1 ὅτι Ἀπολλωνιάται ξενηλασίας ἐποίουν κατὰ τὸν Λακεδαιμόνιον νόμον, Ἐπιδάμνιοι δὲ ἐπιδημεῖν καὶ μετοικεῖν παρεῖχον τῷ βουλομένῳ.
阿波罗尼亚人在伊奥尼亚湾居住在一座毗邻埃庇达谟诺斯的城邦。在其邻近的土地上,有开采出的沥青,亦有如大多数水泉一般从地表涌出的沥青。在不远处还指认有一座“不死之火”。燃烧之处范围狭小,延展不广,周长亦不大,但散发着硫磺与明矾的气味。其周围有茂盛的树木和青翠的草木;而在近处熊熊燃烧的火焰,却丝毫未损伤植物的幼芽与茂密的青草。这火昼夜燃烧不熄,据阿波罗尼亚人所言,在他们与伊利里亚人爆发战争之前,此火从未熄灭。阿波罗尼亚人按照拉刻代蒙人的习俗实行驱逐外邦人之举,而埃庇达谟诺斯人则向任何愿意之人提供逗留与定居的便利。
πτήσσει Φρύνιχος ὥς τις ἀλεκτρυὼν παροιμία ἐπὶ τῶν κακῶς τι πασχόντων. ὑποκρινομένου γὰρ Φρυνίχου τοῦ τραγικοῦ τὴν Μιλήτου ἅλωσιν οἱ Ἀθηναῖοι δακρύσαντες ἐξέβαλον δεδοικότα καὶ ὑποπτήσσοντα.
“弗律尼科斯如公鸡般蜷缩”是一句用于遭遇不幸之人的谚语。因为当悲剧诗人弗律尼科斯上演《米利都的沦陷》时,雅典人泣不成声,将惊恐蜷缩的他驱逐出境。
Διονύσιος ὁ τῆς Σικελίας τύραννος τραγῳδίαν μὲν ἠσπάζετο καὶ ἐπῄνει καὶ οὖν καὶ δράματα ἐξεπόνησε τραγικά, ἀλλοτρίως δὲ πρὸς τὴν κωμῳδίαν διέκειτο, ὅτι οὐκ ἦν φιλόγελως.
西西里的僭主狄奥尼修斯喜爱并称赞悲剧,甚至亲自创作了悲剧作品,但他对喜剧却怀有敌意,因为他并非喜好欢笑之人。
ἔλεγεν ὁ Κλεομένης Λακωνικῶς κατὰ τὸν ἐπιχώριον τρόπον τὸν Ὅμηρον Λακεδαιμονίων εἶναι ποιητήν, ὡς χρὴ πολεμεῖν λέγοντα· τὸν δὲ Ἡσίοδον τῶν Εἱλώτων, λέγοντα ὡς χρὴ γεωργεῖν.
克列欧墨涅斯以斯巴达的方式依从本地的风习说道,荷马是拉刻代蒙人的诗人,讲述人应当如何作战;而赫西俄德则是黑劳士的诗人,讲述人应当如何耕作。
ἀνὴρ Μεγαλοπολίτης ἐξ Ἀρκαδίας, Κερκιδᾶς ὄνομα, ἀποθνήσκων ἔλεγε πρὸς τοὺς οἰκείους ἀθυμουμένους ἡδέως ἀπολύεσθαι τοῦ ζῆν· διʼ ἐλπίδος γὰρ ἔχειν συγγενέσθαι τῶν μὲν σοφῶν Πυθαγόρᾳ, τῶν δὲ ἱστορικῶν Ἑκαταίῳ, τῶν δὲ μουσικῶν Ὀλύμπῳ, τῶν δὲ ποιητῶν Ὁμήρῳ. καὶ ἐπὶ τούτοις ὡς λόγος τὴν ψυχὴν ἀπέλιπεν.
阿耳卡狄亚的一位美伽罗波利斯人,名为刻耳基达斯,在临终之际对他沮丧的亲友们说,他欣然从生命中解脱;因他抱有希望,能在智者中结识毕达哥拉斯,在历史学家中结识赫卡泰奥斯,在音乐家中结识奥林波斯,在诗人中结识荷马。在说了这些话之后,如传闻所言,他便断了气。
ὅτι ἐν Κελαιναῖς τῇ δορᾷ τοῦ Φρυγὸς ἐὰν προσαυλῇ τις τὴν ἁρμονίαν τὴν Φρυγίαν, ἡ δορὰ κινεῖται· ἐὰν δὲ ἐς Ἀπόλλωνα, ἀτρεμεῖ καὶ ἔοικε κωφῇ.
据说在凯莱奈,若有人对着弗律癸亚人的皮囊吹奏弗律癸亚调式,皮囊便会动弹;若吹奏献给阿波罗的调式,皮囊便静止不动,宛如充耳不闻。
Πτολεμαῖος ὁ Φιλοπάτωρ κατασκευάσας Ὁμήρῳ νεών, αὐτὸν μὲν καλὸν καλῶς ἐκάθισε, κύκλῳ δὲ τὰς πόλεις περιέστησε τοῦ ἀγάλματος, ὅσαι ἀντιποιοῦνται τοῦ Ὁμήρου. Γαλάτων δὲ ὁ ζωγράφος ἔγραψε τὸν μὲν Ὅμηρον αὐτὸν ἐμοῦντα, τοὺς δὲ ἄλλους ποιητὰς τὰ ἐμημεσμένα ἀρυτομένους.
托勒密·菲洛帕托耳为荷马建造神殿时,极为体面地安放了一尊优美的荷马雕像,并在雕像周围环立了所有自称是荷马故乡的城邦。而画家加拉顿则描绘了荷马本人在呕吐,其余诗人正在汲取其呕吐之物。
Λυκοῦργος ὁ Λακεδαιμόνιος ὁ Εὐνόμου παῖς δικαίους βουληθεὶς ἀποφῆναι Λακεδαιμονίους, ὑπὲρ τούτου γε οὐ καλοὺς τοὺς μισθοὺς ἠρύσατο. ἀπήντησε γὰρ αὐτῷ τὸν ὀφθαλμὸν ἐκκοπῆναι ὑπὸ Ἀλκάνδρου, ὡς μέν τινές φασιν, ἐξ ἐπιβουλῆς λίθῳ βληθείς, ὡς δὲ ἄλλος διαφοιτᾷ λόγος, βακτηρίᾳ παθὼν τὸ πάθος.2 λέγεται δὲ ὁ λόγος πρὸς τοὺς ἄλλα μὲν θελήσαντας, ἄλλων δὲ τυχόντας. λέγει δὲ Ἔφορος αὐτὸν λιμῷ διακαρτερήσαντα ἐν φυγῇ ἀποθανεῖν.
拉刻代蒙人欧诺摩斯之子吕库古意欲使拉刻代蒙人成为公正之辈,为此他收获的报酬却绝非美善。因为他竟遭遇被阿尔坎德罗斯击瞎一只眼的横祸:正如有人所言,他是受暗算被飞石击中;而据另一流传的说法,他是被手杖打伤而遭此厄运。这则故事是针对那些心愿在此却获致彼果的人而说的。埃福罗斯则说,吕库古在流亡中坚忍绝食而死。
Λυκοῦργος ὁ ῥήτωρ ἔγραψε μὴ ἐλαύνειν τὰς γυναῖκας ἐν τοῖς μυστηρίοις ἐπὶ ζευγῶν, ἢ τῇ δρώσῃ τοῦτο ἐπηρτῆσθαι ζημίαν, ἥν γε ᾤετο τάξας ἀποχρῶσαν. πρώτη τῷ ψηφίσματι ἠπείθησεν ἡ τούτου γυνή, καὶ τὴν ζημίαν ἐξέτισε καταδικασθεῖσα. καὶ Περικλῆς ἔγραψε μὴ εἶναι Ἀθηναῖον, ὃς μὴ ἐξ ἀμφοῖν γέγονεν ἀστοῖν. εἶτα ἀποβαλὼν τοὺς γνησίους παῖδας ἐπὶ τῷ νόθῳ Περικλεῖ κατελέλειπτο.3 δῆλα δὲ ὅτι καὶ Περικλῆς ἐβούλετο μὲν ἕτερα, ἔτυχε δὲ ἑτέρων. Κλεισθένης δὲ ὁ Ἀθηναῖος τὸ δεῖν ἐξοστρακίζεσθαι πρῶτος ἐσηγησάμενος, αὐτὸς ἔτυχε τῆς καταδίκης πρῶτος. Ζάλευκος ὁ Λοκρῶν νομοθέτης προσέταξε τὸν μοιχὸν ἁλόντα ἐκκόπτεσθαι τοὺς ὀφθαλμούς. ἃ τοίνυν μηδὲ προσεδόκησε, ταῦτα ὁ δαίμων αὐτῷ παρὰ τὴν δόξαν καὶ τὴν ἐλπίδα ἐπήγαγεν· ὁ γάρ τοι παῖς ἁλοὺς ἐπὶ μοιχείᾳ εἶτα ἔμελλε πείσεσθαι τὰ ἐκ τοῦ πατρῴου νόμου. ἐνταῦθα ἵνα μὴ διαφθαρῇ τὸ ἅπαξ κεκυρωμένον, ὑπέμεινεν αὐτὸς ὁ ἐσηγησάμενος ὑπὲρ τοῦ ἑτέρου τῶν τοῦ παιδὸς ὀφθαλμῶν ἀντιδοῦναι τὸν ἑαυτοῦ, ἵνα μὴ ὁ νεανίσκος τυφλωθῇ τελέως.
演说家吕库古曾立法规定妇女不得乘两头牲口拉的车参加秘仪,否则对此行事的妇人应施加罚款,这笔罚款是他亲自规定并认为足够的。首位违抗该法令的正是他自己的妻子,她在被定罪后如数缴纳了罚款。伯里克利亦曾立法规定,非父母双方皆为公民者不得为雅典人。随后,在失去了婚生子嗣后,他便只剩下了私生子伯里克利。显而易见,伯里克利也是心怀一种愿望,却遭遇了另一种结局。雅典人克里斯提尼首创必须实行陶片放逐之法,他自己却首当其冲遭遇了这一定罪。洛克里斯的立法者扎勒乌科斯下令,犯通奸被捕者应被剜去双眼。于是,神明竟出乎其预料与希望,降下他未曾料想之事:因为其子犯通奸被擒,随后势必承受其父法律所定之罚。在此情形下,为了不使一经确立的法律遭到废除,这位立法人自己甘愿献出自己的一只眼睛以代其子双眼之一,从而使青年不致全然失明。
- 13.16πρὶν τοῦ πολέμου τοῦ πρὸς Ἰλλυριοὺς συμβάντος αὐτοῖς
连词 πρίν 此处并未引导不定式或直陈语气从句,而是直接后接属格名词短语(带有定语分词的 τοῦ πολέμου τοῦ ... συμβάντος),作介词性用法。
- 13.23ἀπήντησε γὰρ αὐτῷ τὸν ὀφθαλμὸν ἐκκοπῆναι ὑπὸ Ἀλκάνδρου, ὡς μέν τινές φασιν, ἐξ ἐπιβουλῆς λίθῳ βληθείς, ὡς δὲ ἄλλος διαφοιτᾷ λόγος, βακτηρίᾳ παθὼν τὸ πάθος
无人称动词 ἀπήντησε(意为“降临于……”)支配与格 αὐτῷ 以及对格不定式短语 τὸν ὀφθαλμὸν ἐκκοπῆναι。随后的分词 βληθείς 和 παθών 呈现为主格阳性单数形式,在语法上构成破格(anacoluthon),逻辑上与主语吕库古保持一致。
- 13.24ἐπὶ τῷ νόθῳ Περικλεῖ κατελέλειπτο
动词为 καταλείπω 的中被动态过去完成时第三人称单数,主语为伯里克利本人,字面意为“他在私生子伯里克利身边被留存下来”,表示其失去了合法的子嗣后仅余私生子依靠的境地。
