← 克劳狄乌斯·埃利安

杂闻轶事

§13.2-13.5

马卡柔斯受神罚与薛西斯开掘王陵

本节记叙了渎神祭司马卡柔斯及其一家的惨烈覆灭、薛西斯发掘柏卢斯陵墓受碑文警告后的悲惨结局、欧里庇得斯在宴席上赞美成熟之美的轶事,以及源自拉伊俄斯的忒拜少年爱风习的开端。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.2

Μυτιληναῖος ἀνήρ, Μακαρεὺς ὄνομα, ἱερεὺς τοῦ Διονύσου, ὅσα μὲν οὕτως ἰδεῖν1 πρᾶος ἦν καὶ ἐπιεικής, ἀνοσιώτατος δὲ ἀνθρώπων τὰ μάλιστα. ξένου δὲ ἥκοντος παρʼ αὐτὸν καὶ δόντος αὐτῷ παρακαταθήκην χρυσίου πλῆθος, ἐν τῷ μυχῷ τοῦ ἀνακτόρου τὴν γῆν διασκάψας ὁ Μακαρεὺς κατώρυξε τὸ χρυσίον. χρόνῳ δὲ ἀφικόμενος ὁ ξένος τὸ χρυσίον ἀπῄτει. ὃ δὲ ἐσαγαγὼν ἔνδον, ὡς ἀποδώσων, κατέσφαξε, καὶ τὸ χρυσίον ἀνώρυξεν, ἀντʼ αὐτοῦ δὲ τὸν ξένον κατέθετο· καὶ ᾤετο, ὥσπερ τοὺς ἀνθρώπους, λανθάνειν οὕτω καὶ τὸν θεόν. πλὴν οὐκ ἀπήντησε ταῦτα ταύτῃ· πόθεν; χρόνου δὲ ὀλίγου διεληλυθότος, αἱ μὲν τοῦ θεοῦ τριετηρίδες ἀφίκοντο, ὃ δὲ ἔθυε μεγαλοπρεπῶς. καὶ ὃ μὲν περὶ τὴν βακχείαν εἶχεν, οἱ δὲ παῖδες αὐτοῦ, δύο ὄντες, ἔνδον ἀπελείφθησαν ἐν τῇ οἰκίᾳ, καὶ μιμούμενοι τὴν τοῦ πατρὸς ἱερουργίαν τῷ βωμῷ τῷ πατρῴῳ προσῆλθον ἔτι καομένων τῶν ἐμπύρων· καὶ ὁ μὲν νεώτερος παρέσχε τὸν τράχηλον, ὁ δὲ πρεσβύτερος ἠμελημένην εὑρὼν σφαγίδα τὸν ἀδελφὸν ἀπέκτεινεν ὡς ἱερεῖον· οἱ δὲ κατὰ τὴν οἰκίαν ἰδόντες ἀνεβόησαν. ἀκούσασα δὲ ἡ μήτηρ τῆς βοῆς ἐξεπήδησε, καὶ θεασαμένη τὸν μὲν νεκρόν, τὸν δὲ κατέχοντα ἔτι τὴν σφαγίδα ᾑμαγμένην, σχίζαν ἁρπάσασα τῶν ἐκ τοῦ βωμοῦ ἡμίκαυτον, ταύτῃ τὸν παῖδα ἀπέκτεινεν. ἧκε δὲ ἀγγελία πρὸς τὸν Μακαρέα, καὶ ἀπολιπὼν τὴν τελετήν, ὡς εἶχε2 σὺν ὀργῇ καὶ θυμῷ ἐσεπήδησεν ἐς τὴν οἰκίαν, καὶ τῷ θύρσῳ ᾧ κατεῖχε τὴν ἑαυτοῦ γυναῖκα ἔκτεινεν. ἔκπυστα οὖν ἐγένετο τὰ τολμηθέντα ἐς πάντας, καὶ συλληφθεὶς ὁ Μακαρεὺς καὶ στρεβλούμενος ὡμολόγησεν ὅσα ἐν τῷ ἀνακτόρῳ ἔδρασεν· ἐν αὐταῖς δὲ ταῖς κολάσεσι τὴν ψυχὴν ἀπέρρηξεν. ὁ δὲ παρανόμως σφαγεὶς διὰ τιμῆς ἦλθε δημοσίᾳ, καὶ ἐτάφη τοῦ θεοῦ προστάξαντος. ἔτισεν οὖν ὁ Μακαρεὺς οὐ μεμπτὴν τὴν δίκην τοῦτο δὴ τὸ ποιητικὸν3 σὺν τῇ ἑαυτοῦ κεφαλῇ καὶ τῇ τῆς γυναικὸς καὶ οὖν καὶ τῇ τῶν παίδων προσέτι.

米提利尼人有一男子名叫马卡柔斯,是狄奥尼索斯的祭司,就外表所见而言,他温和而敦厚,实则却是人间最不敬神之人。当一位异乡人来到他处,交付他大量黄金作为寄托物时,马卡柔斯在神庙内殿的角落挖开地面,将黄金掩埋。过了一段时间,异乡人归来索要黄金。他便将异乡人引入内殿,假意要归还黄金,却将其宰杀,挖出黄金,反将异乡人埋入其处;他以为正如能瞒过世人一般,亦能以此欺瞒神明。然而事情并未照此发展;怎会如此?没过多久,该神的三年一度祭典来临,马卡柔斯盛大地献祭。当他忙于巴克科斯狂欢仪轨之时,他的两个儿子被留在家中;他们模仿父亲的祭神之举,走向祖传的祭坛,彼时祭肉残薪尚在燃烧;弟弟伸出脖颈,哥哥发现了一柄被遗弃在旁的屠刀,便如对待祭牲般杀死了弟弟。家中众人见状惊呼。母亲听见呼喊便冲了出来,看见一人已死,另一人尚握着染血的屠刀,遂从祭坛上抓起一根半燃的木柴,将这孩子击杀。消息传到马卡柔斯那里,他抛下密仪,依其盛怒暴戾之态径直冲入家中,用手中握着的酒神杖杀死了自己的妻子。于是,这桩骇人的暴行传遍众人,马卡柔斯被捕获受刑,在刑架上供认了在内殿中所做的一切;并在严刑拷打之中断了气。至于那位被非法宰杀的异乡人,则由公家隆重礼遇,并遵神谕予以安葬。正如那句诗所云,马卡柔斯以自己的头颅,连同妻子的头颅,甚而还有孩子们的头颅,偿付了毫不逊色的代价。

§13.3

Ξέρξης ὁ Δαρείου παῖς τοῦ Βήλου τοῦ ἀρχαίου διασκάψας τὸ μνῆμα πύελον ὑελίνην εὗρεν, ἔνθα ἦν κείμενος ὁ νεκρὸς ἐν ἐλαίῳ. οὐ μὴν πεπλήρωτο ἡ πύελος, ἐνέδει δὲ ἀπὸ τοῦ χείλους ἐς παλαιστὴν ἴσως. παρέκειτο δὲ τῇ πυέλῳ καὶ στήλη βραχεῖα, ἔνθα ἐγέγραπτο ʽτῷ ἀνοίξαντι τὸ μνῆμα καὶ μὴ ἀναπληρώσαντι τὴν πύελον οὐκ ἔστιν ἄμεινον.4ʼ ἀναγνοὺς δὲ ὁ Ξέρξης ἔδεισε, καὶ προσέταξεν ἐπιχέαι ἔλαιον τὴν ταχίστην· οὐ μὴν πεπλήρωτο. ὃ δὲ πάλιν προσέταξεν ἐπιχέαι. αὔξησιν δὲ οὐκ ἐλάμβανεν, ἕως ἀπεῖπε μάτην ἀναλίσκων τὸ ἐπιχεόμενον. κατακλείσας δὲ τὸν τάφον, ἀπηλλάγη ἀδημονῶν. οὐ διεψεύσατο δὲ ἡ στήλη ὅσα προεῖπεν· ἀθροίσας γὰρ ἑβδομήκοντα μυριάδας ἐπὶ τοὺς Ἕλληνας, κακῶς ἀπήλλαξεν, εἶτα ἐπανελθὼν αἴσχιστα ἀνθρώπων ἀπέθανεν, ἀποσφαγεὶς νύκτωρ ἐν τῇ εὐνῇ ὑπὸ τοῦ υἱοῦ.

大流士之子薛西斯挖开古昔柏卢斯的陵墓,发现一具玻璃棺,其中尸身浸卧于油中。然而棺中之油未满,距棺沿尚缺约一掌之宽。棺旁立有一具矮小的石碑,上书:“开启陵墓而未能注满此棺者,必无好下场。”薛西斯读毕大为恐惧,急令从速注油;然而棺油总不见满。他又下令再注。但油面毫无上涨,直至他白白耗尽所注之油而力竭作罢。他封上陵墓,惶然离去。而石碑的预言未尝落空:他纠集七十万大军进犯希腊人,结局惨败;及至回国后,竟落得人间最可耻的死法,于夜间在卧榻之上被亲生儿子割喉杀害。

§13.4

Ἀρχέλαος ὁ βασιλεὺς ἑστίασιν παρεσκεύασε πολυτελῆ τοῖς ἑταίροις. προϊόντος δὲ τοῦ πότου ζωρότερον πιὼν Εὐριπίδης ὑπήχθη πως κατʼ ὀλίγον ἐς μέθην· εἶτα συγκλιθέντα αὐτῷ Ἀγάθωνα τὸν τῆς τραγῳδίας ποιητὴν περιλαβὼν κατεφίλει, τετταράκοντα ἐτῶν που γεγονότα. τοῦ δὲ Ἀρχελάου πυθομένου εἰ καὶ νῦν ἔτι ἐρώμενος αὐτῷ δοκεῖ εἶναι, ἀπεκρίνατο ʽναὶ μὰ Δία· οὐ γὰρ μόνον τὸ ἔαρ τῶν καλῶν κάλλιστον, ἀλλὰ καὶ τὸ μετόπωρον.ʼ Ἐρασθῆναι πρῶτον γενναίων παιδικῶν5 λέγουσι Λάιον, ἁρπάσαντα Χρύσιππον τὸν Πέλοπος. καὶ ἐκ τούτου τοῖς Θηβαίοις ἓν τῶν καλῶν ἐδόκει τὸ τῶν ὡραίων ἐρᾶν.

阿耳刻拉奥斯王为同伴们备办了丰盛的宴席。随着酒局推进,欧里庇得斯痛饮纯酒,渐渐有了醉意;随后他抱住同席同卧的悲剧诗人阿伽通,频频亲吻于他,此时阿伽通年已四十岁左右。阿耳刻拉奥斯问他如今是否仍视阿伽通为可爱的情侣,欧里庇得斯答道:“凭宙斯起誓,正是如此!因为在美人身上,不仅春季最为美好,秋季亦复如是。”据说,拉伊俄斯是首个爱上高贵美少年之人,他拐走了珀罗普斯之子克律西波斯。自此,在忒拜人眼中,爱恋风华正茂的少年便被视作美德雅事之一。

语法注5 条
  1. 13.2ὅσα μὲν οὕτως ἰδεῖν

    中性复数宾格关系代词 ὅσα 作限制性副词性宾格(“就……而言”),与后面的独立/限制性不定式短语 οὕτως ἰδεῖν(“就如此看来”、“从外表看”)连用,意为“就外表所见而言”。

  2. 13.2ὡς εἶχε

    习语,字面意为“正如他所处的状态”,表示未经整理、不假思索地按原样仓促行动。与接下来的 σὺν ὀργῇ καὶ θυμῷ(“带着盛怒与狂暴”)相呼应,生动刻画了他抛下祭典、怒不可遏地径直冲入家中的情态。

  3. 13.2τοῦτο δὴ τὸ ποιητικὸν

    作插入语的副词性宾格短语,意为“如诗句所云”或“引用诗人的话”。它引出了其后带有诗歌传统色彩的表达 σὺν τῇ ἑαυτοῦ κεφαλῇ...(“以其自己的头颅[即生命]为代价”),这是荷马史诗等希腊诗歌中以“头颅”代指性命并作为惩罚代价的惯用语。

  4. 13.3οὐκ ἔστιν ἄμεινον

    由 οὐκ ἔστι 与中性比较级 ἄμεινον 组成的非人称惯用表达,意为“不会更好”,是一种典型的委婉警告或诅咒,实际意指“必无好下场”或“灾祸必至”。

  5. 13.5γενναίων παιδικῶν

    中性复数名词 παιδικά 专指在少年爱关系中被爱慕的少年(娈童、美少年)。此处与形容词 γενναίων 构成属格短语,作为动词 ἐρασθῆναι(“爱上”)所支配的宾格性属格(objective genitive)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:13.2-13.5