← 克劳狄乌斯·埃利安

杂闻轶事

§13.33-13.38

罗多庇斯的凉鞋与格隆及阿尔西比亚德斯的轶事

埃利安记述了罗多庇斯的凉鞋与普萨美提克斯成婚的故事、狄奥尼修斯处决莱昂前的动摇、鹿的疗疾习性、欧律狄刻之死、格隆在叙拉古人面前卸甲明志的温和统治,以及阿尔西比亚德斯的言行与流亡生涯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.33

Ῥοδῶπίν φασιν Αἰγυπτίων λόγοι ἑταίραν γενέσθαι ὡραιοτάτην. καί ποτε αὐτῆς λουομένης ἡ τὰ παράδοξα καὶ τὰ ἀδόκητα φιλοῦσα ἐργάζεσθαι τύχη προυξένησεν αὐτῇ οὐ τῆς γνώμης ἀλλὰ τοῦ κάλλους ἄξια.1 λουομένης γὰρ καὶ τῶν θεραπαινίδων τὴν ἐσθῆτα φυλαττουσῶν, ἀετὸς καταπτάς, τὸ ἕτερον τῶν ὑποδημάτων ἁρπάσας, ἀπιὼν ᾤχετο· καὶ ἐκόμισεν ἐς Μέμφιν δικάζοντος Ψαμμιτίχου, καὶ ἐς τὸν κόλπον ἐνέβαλε τὸ ὑπόδημα. ὁ δὲ Ψαμμίτιχος θαυμάσας τοῦ ὑποδήματος τὸν ῥυθμὸν καὶ τῆς ἐργασίας αὐτοῦ τὴν χάριν καὶ τὸ πραχθὲν ὑπὸ τοῦ ὄρνιθος προσέταξεν ἀνὰ πᾶσαν τὴν Αἴγυπτον ἀναζητεῖσθαι τὴν ἄνθρωπον, ἧς τὸ ὑπόδημά ἐστι· καὶ εὑρὼν γαμετὴν ἠγάγετο.

埃及人的传说称,罗多庇斯是一位极其艳丽的名妓。有一次当她正在沐浴时,那惯于行非常与意外之事的命运,为她带来了并非匹配其心性、而是与其美貌相符的境遇。因为当她沐浴而侍女们看管衣物时,一只鹰飞落下来,掠取了她的一只凉鞋便飞走了。当时普萨美提克正在孟菲斯断案,鹰将凉鞋带到那里,投落于他的怀中。普萨美提克惊异于这只凉鞋的匀称、做工的精妙以及这只鸟的奇举,便下令在全埃及搜寻这只凉鞋所属的女子;在找到她之后,他便娶她为正妻。

§13.34

ὅτι τὸν Λέοντα ὁ Διονύσιος μετὰ τὴν πρόσταξιν τὴν κατʼ αὐτοῦ ἀνευρὼν ἐς τρὶς τοῖς δορυφόροις ἐκέλευσεν ἀπάγειν, καὶ μετέγνω τρίς, καὶ καθʼ ἑκάστην μεταπομπὴν κατεφίλει κλάων καὶ καταρώμενος ἑαυτοῦ, ὅτι ἔλαβε τὸ ξίφος. τελευτῶν ἥττηται τῷ φόβῳ, καὶ προσέταξεν ἀποσφαγῆναι εἰπὼν ὅτι ʽοὐκ ἔστιν, ὦ Λέον, σοι ζῆν.ʼ λέγουσι φυσικοὶ ἄνδρες τὴν ἔλαφον καθάρσεως δεομένην σέσελιν ἐσθίειν, φαλαγγίων δὲ κνήσμασιν ἐχομένην καρκίνους.

狄奥尼修斯在下达针对莱昂的处决令之后找到他,曾三次命令卫士将他押走,又三次反悔;而在每一次召回时,他都痛哭着亲吻莱昂,并因〔自己〕曾拿起剑而诅咒自己。然而最终他被恐惧所压倒,下令将其斩杀,说道:“莱昂啊,你不可能再活下去了。”博物学者们说,雌鹿在需要清肠排毒时会吃水芹,在被毒蛛叮咬而奇痒难忍时则吃蟹。

§13.36

Ὀλυμπιὰς τῇ Φιλίππου θυγατρὶ Εὐρυδίκῃ ʽἦν δὲ ἄρα ἐξ Ἰλλυρίδος γυναικὸς τῷ Φιλίππῳ γενομένηʼ προσέπεμψε κώνειον καὶ βρόχον καὶ ξίφος· ἣ δὲ αἱρεῖται τὸν βρόχον.

奥林匹亚丝给腓力的女儿欧律狄刻(她实为腓力与一名伊利里亚女子所生之女)送去了毒芹汁、套索和短剑;而她选择了套索。

§13.37

Γέλων ὁ τῶν Συρακοσίων τύραννος τὴν τῆς ἀρχῆς κατάστασιν πραότατα εἶχε· στασιώδεις δέ τινες ἐπεβούλευον αὐτῷ. ἃ πυθόμενος ὁ Γέλων, ἐς ἐκκλησίαν συγκαλέσας τοὺς Συρακοσίους ἐσῆλθεν ὡπλισμένος, καὶ διεξελθὼν ὅσα ἀγαθὰ αὐτοῖς εἰργάσατο, καὶ τὴν ἐπιβουλὴν ἐξεκάλυψε καὶ ἀπεδύσατο τὴν πανοπλίαν, εἰπὼν πρὸς πάντας ʽἰδοὺ τοίνυν ὑμῖν ἐν χιτωνίσκῳ γυμνὸς τῶν ὅπλων παρέστηκα, καὶ δίδωμι χρῆσθαι ὅ τι βούλεσθε.ʼ καὶ ἐθαύμασαν αὐτοῦ τὴν γνώμην οἱ Συρακόσιοι, οἳ δὲ καὶ τοὺς ἐπιβουλεύοντας παρέδοσαν αὐτῷ κολάσαι καὶ τὴν ἀρχὴν ἔδωκαν. ὃ δὲ καὶ τούτους εἴασε τῷ δήμῳ τιμωρήσασθαι. καὶ εἰκόνα αὐτοῦ οἱ Συρακόσιοι ἔστησαν ἐν ἀζώστῳ χιτῶνι· καὶ ἦν τοῦτο τῆς δημαγωγίας αὐτοῦ ὑπόμνημα καὶ τοῖς ἐς τὸν μετὰ ταῦτα αἰῶνα μέλλουσιν ἄρχειν δίδαγμα.

叙拉古的僭主格隆极其温和地维持着他的政权;然而有一些好生事端之徒图谋叛乱。得知此事后,格隆将叙拉古人召集于公民大会,全副武装入场;在列数了自己为他们所行的一切善政之后,他揭露了叛乱图谋,并脱下了全身铠甲,对所有人说道:“看哪,我现在身着短袍、赤手空拳站在你们面前,听凭你们随心处置。”叙拉古人对他的气度惊叹不已,不仅将密谋者交由他惩处,更授予他统治权。但他却将这些人也交由民众惩处。叙拉古人还为他树立了一座身着无带短袍的塑像;这成为他赢得民心之治的纪念,亦是对后世将要统治之人的训示。

§13.38

ἰσχυρῶς Ὅμηρον ἐθαύμαζεν Ἀλκιβιάδης, καί ποτε διδασκαλείῳ παίδων προσελθὼν ῥαψῳδίαν Ἰλιάδος ᾔτει. τοῦ δὲ διδασκάλου μηδὲν ἔχειν Ὁμήρου φήσαντος ἐντρίψας αὐτῷ κόνδυλον εὖ μάλα στερεὸν παρῆλθεν, ἐνδειξάμενος ὅτι ἐκεῖνος ἀπαίδευτός ἐστι καὶ τοιούτους ἀποφαίνει τοὺς παῖδας. οὗτος ἐπὶ κρίσιν καλούμενος θανατικὴν ἐκ Σικελίας ὑπὸ τῶν Ἀθηναίων οὐχ ὑπήκουσεν εἰπὼν ʽεὔηθες τὸν ἔχοντα δίκην ζητεῖν ἀποφυγεῖν, ἐνὸν φυγεῖν.2ʼ εἰπόντος δέ τινος ʽοὐ πιστεύεις τῇ πατρίδι τὴν περὶ σοῦ κρίσιν;ʼ ὃ δὲ εἶπεν ʽοὐδὲ τῇ μητρί· δέδοικα γὰρ μὴ ἀγνοήσασα καὶ σφαλεῖσα τοῦ ἀληθοῦς εἶτα τὴν μέλαιναν ἐμβάλῃ ἀντὶ τῆς λευκῆς ψῆφον.ʼ πυθόμενος οὖν ὅτι θάνατος αὐτοῦ κατεγνώσθη ὑπὸ τῶν πολιτῶν, ʽδείξωμεν οὖνʼ εἶπεν ʽὅτι ζῶμεν,ʼ καὶ ὁρμήσας πρὸς τοὺς Λακεδαιμονίους τὸν Δεκελεικὸν ἐξῆψε πόλεμον ἐπὶ τοὺς Ἀθηναίους. ἔλεγε δὲ μηδὲν παράδοξον ποιεῖν Λακεδαιμονίους ἀδεῶς ἐν τῷ πολέμῳ ἀποθνήσκοντας· τὴν γὰρ ἐκ τῶν νόμων ταλαιπωρίαν ἀποδιδράσκοντας θάνατον ὑπὲρ τῶν πόνων ὧν ἔχουσι προθύμως ἀλλάττεσθαι.3 εἰώθει δέ φασιν ἐπιλέγειν ταῖς ἑαυτοῦ πράξεσιν ὅτι τὸν τῶν Διοσκόρων ζῇ βίον παρʼ ἡμέραν4 τεθνηκώς τε καὶ ἀναβιούς· εὐημερήσας γὰρ ἐν τῷ δήμῳ ἴσος θεοῖς νομίζεσθαι, κακῶς δὲ ἀπαλλάξας τῶν νεκρῶν μηδὲ ὀλίγον διαφέρειν.

阿尔西比亚德斯极其推崇荷马,有一次他来到一所童蒙学塾,索要一卷《伊利亚特》。当塾师声称自己没有任何荷马著作时,他狠狠地给了塾师一记硬拳,随即扬长而去,以此表明此人胸无点墨,教出的孩子亦必如此。当他因面临死罪指控而被雅典人从西西里召回受审时,他并未服从,并说道:“在能够逃脱之时,身负控罪之人却寻求开脱罪名,实属愚蠢。”有人问他:“难道你不信任祖国对你的判决吗?”他答道:“连生母我亦不信任;因为我担心她可能因无知而偏离真相,从而投下黑石而非白石。”后来得知自己已被同胞判处死刑,他便说:“那么,就让我们证明我们还活着吧。”于是他投奔拉刻代蒙人,挑起了针对雅典人的狄克利亚战争。他还曾说,拉刻代蒙人在战争中毫无惧色地赴死并无任何奇异之处;因为他们是为了逃避严刑峻法所带来的苦役,甘愿拿他们所承受的艰辛去换取死亡。据说他还常就自己的经历评论道,他过着狄奥斯库洛伊式的生活,隔日历经死亡与复生;因为他在民众中得势时被视为与神明比肩,而一旦失势倒霉,则与死人毫无二致。

语法注4 条
  1. 13.33οὐ τῆς γνώμης ἀλλὰ τοῦ κάλλους ἄξια

    中性复数形容词 ἄξια 支配表示价值或相称的属格(此处为 τῆς γνώμης 和 τοῦ κάλλους)。此处的 γνώμη 指心性、心志或见识,与外在的“美貌(κάλλους)”形成鲜明对照。

  2. 13.38ἐνὸν φυγεῖν

    非人称复合动词 ἔνεστι(可能)的中性单数宾格分词 ἐνόν 构成的宾格绝对独立结构(accusativus absolutus)。充当表示让步或伴随情况的副词性短语,意为“在逃跑是可能的情况下”。

  3. 13.38θάνατον ὑπὲρ τῶν πόνων ὧν ἔχουσι προθύμως ἀλλάττεσθαι

    动词 ἀλλάττομαι 采取“换取A(宾格)以替代B(介词短语或属格)”的结构,此处指换取死亡(θάνατον)以摆脱所承受的劳苦(ὑπὲρ τῶν πόνων)。关系代词 ὧν 受先行词 πόνων 的同化而变为属格(本应为 ἔχουσι 的宾语 οὕς)。

  4. 13.38παρʼ ἡμέραν

    由介词 παρά 与宾格名词 ἡμέραν 构成的习语性副词短语,意为“隔天”、“一日隔一日”,用以典指狄奥斯库洛伊双子(卡斯托耳与波鲁克斯)隔日往返于冥界与奥林匹斯神界的传说。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:13.33-13.38