- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:13.25-13.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了品达败于科林娜的轶事、狄奥根尼观鼠而自足、苏格拉底避过瘟疫的健全体魄、狄奥根尼逃奴的下场、柏拉图论希望的名言、奥林匹亚丝哀叹亚历山大未葬、色诺克拉底庇护麻雀的仁慈,以及苏格拉底与名妓卡利斯托的对话。
Πίνδαρος ὁ ποιητὴς ἀγωνιζόμενος ἐν Θήβαις ἀμαθέσι περιπεσὼν ἀκροαταῖς ἡττήθη Κορίννης πεντάκις. ἐλέγχων δὲ τὴν ἀμουσίαν αὐτῶν ὁ Πίνδαρος σῦν ἐκάλει τὴν Κόρινναν.
诗人品达在底比斯参赛时,因遭遇愚昧的听众,五次败于科林娜。品达斥责他们的鄙陋无文,称科林娜为“母猪”。
Διογένης ὁ Σινωπεὺς ἔρημος ἦν καὶ μόνος ἀπέρριπτο, καὶ οὔτε τινὰ διʼ ἀπορίαν ὑπεδέχετο, οὔτε τις αὐτὸν ἐξένιζε, τὸν ἄνδρα ἐκτρεπόμενος διὰ τὸ τοῦ τρόπου ἐλεγκτικὸν καὶ ὅτι ἦν πρὸς τὰ πραττόμενα καὶ λεγόμενα δυσάρεστος. ἠθύμει οὖν ὁ Διογένης καὶ φύλλων ἄκρα ἤσθιε· ταῦτα γάρ οἱ παρῆν. τοῖς δὲ ἀποπίπτουσι τοῦ ἄρτου θρύμμασι μῦς ἐχρῆτο ἐπιφοιτῶν. ὁ οὖν Διογένης φιλοπόνως κατεσκέψατο τὸ πραττόμενον, καὶ μειδιάσας καὶ ἑαυτοῦ γενόμενος φαιδρότερός τε καὶ ἵλεως1 εἶπεν ʽὁ μὲν μῦς οὗτος τῆς Ἀθηναίων πολυτελείας δεῖται οὐδέν, σὺ δέ, ὦ Διόγενες, ἄχθῃ ὅτι μὴ συνδειπνεῖς Ἀθηναίοις.ʼ καὶ ἐπόρισεν ἑαυτῷ εὔκαιρον εὐθυμίαν.
锡诺普的狄奥根尼流落无依,孤身一人被遗弃;由于贫困他无法招待任何人,亦无人款待他,人们避开他,是由于他性格中好指责的特质,以及他对别人的言行挑剔不满。于是狄奥根尼郁郁寡欢,以草木之叶尖为食,因他身边只有这些。这时有一只经常出没的老鼠吃着落下的面包屑。狄奥根尼仔细观察了这一情景,展颜微笑,变得比先前的自己更加开朗愉悦,说道:“这只老鼠丝毫不需要雅典人的奢华,而你,狄奥根尼,却因不能与雅典人共进晚餐而烦恼。”于是他使自己获得了适时的开朗。
ὅτι τὸ Σωκράτους σῶμα πεπίστευτο κόσμιον καὶ σωφροσύνης ἐγκρατὲς γεγονέναι καὶ ταύτῃ. ἐνόσουν Ἀθηναῖοι πανδημεί, καὶ οἳ μὲν ἀπέθνησκον, οἳ δὲ ἐπιθανατίως εἶχον· Σωκράτης δὲ μόνος οὐκ ἐνόσησε τὴν ἀρχήν.2 ὁ τοίνυν τοιούτῳ συνὼν σώματι τίνα ἡγούμεθα εἶχε ψυχήν;
苏格拉底的身体是有序节制的,这一点亦由以下事实所证实:当时雅典全城罹患瘟疫,有人死去,有人奄奄一息,唯独苏格拉底自始至终未曾染病。那么,与如此身体同在的他,我们当认为他拥有怎样的灵魂呢?
Διογένης ἡνίκα ἀπέλιπε τὴν πατρίδα, εἷς αὐτῷ τῶν οἰκετῶν ἠκολούθει ὄνομα Μάνης, ὃς οὐ φέρων τὴν μετʼ αὐτοῦ διατριβὴν ἀπέδρα. προτρεπόντων δέ τινων ζητεῖν αὐτὸν ἔφη ʽοὐκ αἰσχρὸν Μάνην μὲν μὴ δεῖσθαι Διογένους, Διογένην δὲ Μάνους;ʼ οὗτος δὲ ὁ οἰκέτης ἐς Δελφοὺς ἀλώμενος ὑπὸ κυνῶν διεσπάσθη, τῷ ὀνόματι τοῦ δεσπότου3 δίκας ἐκτίσας ἀνθʼ ὧν ἀπέδρα.
狄奥根尼离开祖国时,有一名叫马涅斯的奴仆跟随他,马涅斯因无法忍受与他相处的生活而逃跑了。有人劝狄奥根尼去寻找他,狄奥根尼说:“若马涅斯不需要狄奥根尼,而狄奥根尼却需要马涅斯,这岂非可耻?”这个奴仆流浪到德尔斐,被群犬撕成碎片,因逃跑之罪,在与他主人齐名之物的手中偿付了代价。
ἔλεγεν ὁ Πλάτων τὰς ἐλπίδας ἐγρηγορότων ἀνθρώπων ὀνείρους εἶναι.
柏拉图曾说,希望是清醒之人的梦幻。
Ὀλυμπιὰς ἡ Ἀλεξάνδρου πυθομένη ὅτι πολὺν χρόνον ὁ παῖς αὐτῆς ἄταφος μένει, βαρὺ ἀναστένουσα καὶ θρηνοῦσα εὖ μάλα λιγέως ʽὦ τέκνονʼ εἶπεν, ʽἀλλὰ σὺ μὲν οὐρανοῦ μετασχεῖν βουλόμενος καὶ τοῦτο σπεύδων, νῦν οὐδὲ τῶν κοινῶν δήπου καὶ ἴσων πᾶσιν ἀνθρώποις μετασχεῖν ἔχεις,4 γῆς τε ἅμα καὶ ταφῆς· καὶ τὰς ἑαυτῆς τύχας οἰκτείρασα καὶ τὸ τοῦ παιδὸς τετυφωμένον ἐλέγξασα.
亚历山大的母亲奥林匹亚丝得知其子久未安葬,沉重地叹息并极其凄厉地哀恸道:“吾儿啊,你曾一心想要分享天界并汲汲于此,如今却甚至无法分享对全人类共同而平等之物——土地与葬礼。”她既哀怜自己的命运,又斥责了儿子的狂妄自大。
Ξενοκράτης ὁ Χαλκηδόνιος, ὁ ἑταῖρος Πλάτωνος, τά τε ἄλλα ἦν φιλοικτίρμων καὶ οὐ μόνον φιλάνθρωπος, ἀλλὰ καὶ πολλὰ τῶν ἀλόγων ζῴων ἠλέει. καὶ οὖν ποτε καθημένου ἐν ὑπαίθρῳ, διωκόμενος βιαίως στρουθὸς ὑπὸ ἱέρακος ἐς τοὺς κόλπους αὐτοῦ κατέπτη. ὃ δὲ ἀσμένως ἐδέξατο τὸν ὄρνιν, καὶ διεφύλαξεν ἀποκρύψας, ἔστε ὁ διώκων ἀπῆλθεν. ἐπεὶ δὲ ἠλευθέρωσεν αὐτὸν τοῦ φόβου, ἁπλώσας τὸν κόλπον ἀφῆκε τὸν ὄρνιν, ἐπειπὼν ὅτι μὴ ἐξέδωκε τὸν ἱκέτην.
迦克墩人色诺克拉底是柏拉图的同伴,他平素宅心仁厚,不仅关爱人类,亦怜悯诸多无理性的动物。有一次他坐在户外,一只被鹰猛烈追逐的麻雀飞落到他的怀中。他欣然收留了这只鸟,将其藏起护佑,直到追捕者离去。当消除了鸟儿的恐惧后,他敞开衣襟放飞了这只鸟,并补充说自己绝没有出卖求庇护者。
φησὶ Ξενοφῶν ὅτι Θεοδότῃ τῇ ἑταίρᾳ ἐς λόγους ἀφίκετο Σωκράτης, καλλίστῃ γυναικὶ οὔσῃ. ἀλλὰ καὶ τῇ Καλλιστοῖ ἦλθεν ἐς λόγους, ἣ ἔλεγεν ʽἐγὼ μέν, ὦ Σωφρονίσκου, κρείττων εἰμί σου· σὺ μὲν γὰρ οὐδένα τῶν ἐμῶν δύνῃ ἀποσπάσαι· ἐγὼ δέ, ἐὰν βούλωμαι, τοὺς σοὺς πάντας.ʼ ὃ δὲ ʽκαὶ μάλα γε εἰκότως· σὺ μὲν γὰρ ἐπὶ τὴν κατάντη αὐτοὺς ἄγεις, ἐγὼ δὲ ἐπὶ τὴν ἀρετὴν ἥκειν βιάζομαι· ὀρθία δὲ ἡ ἄνοδος ἐστι καὶ ἀήθης τοῖς πολλοῖς.ʼ
色诺芬说,苏格拉底曾与名妓狄奥多忒交谈,她是极美丽的妇人。然而他也曾与卡利斯托交谈,后者说:“索弗罗尼斯科斯之子啊,我比你更强;因为你无法拉走我的任何一个同伴,而我若愿意,却能拉走你的所有门人。”苏格拉底答道:“这确实理所当然;因为你引诱他们走向下坡路,而我却强求他们趋向美德;然而通往美德的向上之道陡峭艰险,且对常人而言极为陌生。”
- 13.26ἑαυτοῦ γενόμενος φαιδρότερός τε καὶ ἵλεως
ἑαυτοῦ 为由比较级 φαιδρότερος(以及与之并列的 ἵλεως)所支配的“比较属格”,表示“变得比原先的自己更加开朗与和善”。
- 13.27τὴν ἀρχήν
与否定词 οὐκ 连用的“副词性宾格”,为固定习语,意为“根本不”、“压根不”或“自始至终未曾”。
- 13.28τῷ ὀνόματι τοῦ δεσπότου
表示手段或原因的与格。与前文被群犬(ὑπὸ κυνῶν)撕碎相呼应,暗指其主人狄奥根尼被冠以“犬儒”(如犬一般)的名号,具有双关意味。
- 13.30μετασχεῖν ἔχεις
动词 ἔχω 后接不定式(μετασχεῖν),用于表达潜能或能力(“能够分享/获得”),相当于拉丁语中的 possum 加不定式结构。
