- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:13.1#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节描绘了阿塔兰忒卓越的奔跑速度、非凡的美貌与贞洁英武的风姿,并叙述了她用弓箭射杀两名夜袭图谋不轨的半人马的经过。
ἐπεφύκει δὲ ὠκίστη τοὺς πόδας, καὶ οὐκ ἂν αὐτὴν διέφυγεν οὔτε θηρίον οὔτε ἐπιβουλεύων αὐτῇ ἄνθρωπος· φυγεῖν δʼ ἐθέλουσαν, ἀλλʼ ἐνταῦθα μὲν οὐκ ἄν τις αὐτὴν κατέλαβεν.1 ἤρων δὲ αὐτῆς οὐχ ὅσοι μόνον αὐτὴν εἶδον, ἀλλʼ ἤδη καὶ ἐκ φήμης ἠρᾶτο. φέρε δὲ καὶ τὸ εἶδος αὐτῆς, εἴ τι μὴ λυπεῖ, διαγράψωμεν· λυπεῖ δὲ οὐδέν, ἐπεὶ καὶ ἐκ τούτων προσγένοιτʼ ἂν λόγων τε ἐμπειρία καὶ τέχνη. μέγεθος μὲν γὰρ ἔτι παῖς οὖσα ὑπὲρ τὰς τελείας ἦν γυναῖκας· καλὴ δὲ ἦν, ὡς οὐκ ἄλλη τῶν ἐν Πελοποννήσῳ παρθένων τῶν τότε. ἀρρενωπὸν δὲ καὶ γοργὸν ἔβλεπε, τοῦτο μὲν καὶ ἐκ τῆς θηρείου τροφῆς, ἤδη δὲ καὶ ἐκ τῶν ἐν τοῖς ὄρεσι γυμνασίων. κορικόν τε καὶ ῥαδινὸν οὐδὲν εἶχεν· οὐ γὰρ ἐκ θαλάμου προῄει, οὐδὲ ἦν τῶν ὑπὸ μητράσι καὶ τίτθαις τρεφομένων. τὸ δὲ ὑπέρογκον τοῦ σώματος οὐδὲ τοῦτο εἶχε καὶ μάλα γε εἰκότως, ἅτε ἐν τοῖς κυνηγεσίοις καὶ περὶ αὐτὰ τὰ γυμνάσια τὸ πᾶν σῶμα ἐκπονοῦσα. ξανθὴ δὲ ἦν αὐτῆς ἡ κόμη οὔ τι που πολυπραγμοσύνῃ γυναικείᾳ καὶ βαφαῖς ἅμα καὶ φαρμάκοις, ἀλλʼ ἦν φύσεως ἔργον ἡ χρόα. πεφοίνικτο δὲ καὶ ὑπὸ τῶν ἡλίων αὐτῇ τὸ πρόσωπον, καὶ ἐρυθήματι ἐῴκει ἄντικρυς. τί δὲ οὕτως ὡραῖον ἂν γένοιτο ἄνθος, ὥσπερ οὖν τὸ πρόσωπον αἰδεῖσθαι πεπαιδευμένης παρθένου; δύο δὲ εἶχεν ἐκπληκτικά, κάλλος ἄμαχον, καὶ σὺν τούτῳ καὶ φοβεῖν ἐδύνατο. οὐδεὶς ἂν ἰδὼν αὐτὴν ἠράσθη ῥᾴθυμος ἄνθρωπος, ἀλλʼ οὐδʼ ἂν ἐτόλμησεν ἀντιβλέπειν τὴν ἀρχήν· τοσαύτη μετὰ τῆς ὥρας κατέλαμπεν αἴγλη τοὺς ὁρῶντας. δεινὴ δὲ ἦν ἐντυχεῖν τά τε ἄλλα καὶ τῷ σπανίῳ. οὐ γὰρ ἂν αὐτήν τις εὐκόλως εἶδεν· ἀλλʼ ἀδοκήτως καὶ ἀπροόπτως ἐπεφάνη διώκουσα θηρίον ἢ ἀμυνομένη τινά, ὥσπερ ἀστὴρ διᾴττουσα, εἶτα ἀπέκρυπτεν αὑτὴν διαθέουσα ἢ δρυμὸν ἢ λόχμην ἤ τι ἄλλο τῶν ἐν ὄρει δάσος. καὶ οἵ ποτέ οἱ τὴν ὅμορον οἰκοῦντες, μεσούσης τῆς νυκτός, ἐρασταὶ θρασεῖς καὶ κωμασταὶ βαρύτατοι, ἐπεκώμασαν δύο τῶν Κενταύρων, Ὑλαῖός τε καὶ Ῥοῖκος. ἦν δὲ ἄρα ὁ κῶμος αὐτῶν οὔτε αὐλητρίδες οὔτε αὐτὰ δήπου τὰ τῶν μειρακίων τῶν κατὰ πόλιν, ἀλλὰ πεῦκαι μὲν ἦσαν, καὶ ταύτας ἐξάψαντες καὶ ἀναφλέξαντες ἐκ τῆς πρώτης τοῦ πυρὸς φαντασίας ἐξέπληξαν ἂν καὶ δῆμον, μήτι γοῦν μίαν παρθένον.2 κλάδους δὲ πιτύων νεοδρεπεῖς ἀποκλάσαντες, εἶτα τούτοις διαπλέξαντες ἑαυτοὺς εἰργάζοντο στεφάνους. συνεχῶς δὲ καὶ θαμινὰ ἐπικροτοῦντες τοῖς ὅπλοις διὰ τῶν ὀρῶν, συνεκκάοντες καὶ τὰ δένδρα ἐπὶ τὴν παῖδα ἔσπευδον, κακοὶ μνηστῆρες, σὺν ὕβρει καὶ οἴστρῳ τὰ ἕδνα τῶν γάμων προεκτελοῦντες. τὴν δὲ οὐκ ἔλαθεν ἡ ἐπιβουλή· ἰδοῦσα δὲ ἐκ τοῦ ἄντρου τὸ πῦρ καὶ γνωρίσασα οἵτινές ποτε ἄρα ἦσαν οἱ κωμασταί, μηδὲν διατραπεῖσα μηδὲ ὑπὸ τῆς ὄψεως καταπτήξασα τὸ μὲν τόξον ἐκύκλωσεν, ἀφῆκε δὲ τὸ βέλος καὶ ἔτυχε τοῦ πρώτου μάλα εὐκαίρως. καὶ ὃ μὲν ἔκειτο, ἐπῄει δὲ ὁ δεύτερος οὐκέτι κωμαστικῶς ἀλλʼ ἤδη πολεμικῶς, ἐκείνῳ μὲν ἐπαμῦναι θέλων, ἑαυτοῦ δὲ ἐμπλῆσαι τὴν ὁρμήν. ἀπήντησε δὲ ἄρα καὶ τούτῳ τιμωρὸς ὁ τῆς κόρης οἰστὸς ὁ ἕτερος. καὶ ὑπὲρ μὲν τῆς Ἰασίωνος Ἀταλάντης τοσαῦτα.
她生就一双极其矫健的脚,无论是野兽还是企图谋害她的人都无法逃脱她;另一方面,当她想要逃跑时,在那时绝没有任何人能追上她。爱慕她的不仅是那些见过她的人,甚至早有人因闻其风声而倾心于她。来吧,若无不妥,让我们也来描绘一番她的容貌;这毫无不妥,因为从这些之中亦可增益言辞的阅历与技巧。事实上,当她尚为少女之时,身材便已超过了成熟的妇人;她是如此美丽,以至于当时伯罗奔尼撒的少女无一人能出其右。她的目光威武而威严,这既源于野兽乳汁的滋养,亦已出于山间的诸般锻炼。她身上没有丝毫少女的娇柔与纤细;因为她并非走出深闺之人,亦非受抚于母亲与乳母膝下之辈。她亦没有臃肿沉重的身躯,这自是极其合乎常理的,因为她在打猎和操练本身中彻底锤炼了整个身体。她的头发是金黄色的,绝非凭借女人的考究梳洗、染色或药物,这色泽乃是自然之造化。她的面庞亦被太阳晒得红润,宛如彻底的绯红。世上又有何种花朵,能如一位受过知耻教养的少女的面庞那般娇艳?她拥有两种令人惊叹的特质:无可匹敌的美貌,且伴随此者,她亦能令人生畏。任何怠惰之人若是见到了她,绝不会生出爱意,甚至起初就根本不敢正视于她;伴随着青春的光彩,如此巨大的光辉照耀震慑着观者。无论是从其他方面,还是因其罕见现身,与她相遇都是极其骇人的。因为任何人都难以轻易见到她;相反,她总是出人意料且突兀地现身,追逐野兽或抵御来犯之人,宛若流星飞掠而过,随后便穿过橡树林、灌木丛或山间的其他密林隐匿而去。曾有一次,住在她邻近之地的生灵中,在午夜时分,两个凶悍的情人和极其横暴的狂欢者——即两名半人马,许莱奥斯与罗伊科斯——向她发起了狂欢夜袭。原来他们的狂欢既无吹笛女,亦无城邦少年的那些惯常做派,而是燃起了松木火把,他们点燃并煽起这些火把,单凭那火光乍现的气势,甚至能震慑一整部民众,更遑论一个孤身少女了。他们折下新采的松树枝,将它们编织起来作为自己的冠冕。他们穿行于群山之中,接连不断且频频敲击兵器,一同焚烧树木,朝着这少女疾驰而来;这些邪恶的求婚者,伴随着暴虐与狂乱,预先奉上婚礼的聘礼。然而这一阴谋并未瞒过她;她从洞穴中望见火光,认出了这些狂欢者究竟是谁,她毫无惊惶,亦未被眼前的景象所吓倒,拉圆了弓弦,放箭射出,极其利落地射中了第一个。当那一人倒地不起时,第二人便不再如狂欢者那般、而是如临大敌般冲上前来,既想为前者复仇,又欲发泄自己的欲望。然而,这少女的另一支箭亦化为复仇之神迎击了此人。关于伊阿西翁之女阿塔兰忒之事,便记述至此。
- 13.1φυγεῖν δʼ ἐθέλουσαν, ἀλλʼ ἐνταῦθα μὲν οὐκ ἄν τις αὐτὴν κατέλαβεν.
宾格分词 ἐθέλουσαν 承接前句的宾语 αὐτήν,以条件性方式引出“当她想要逃跑时”,并通过后续的 ἀλλʼ ἐνταῦθα μὲν(“在那时至少”)重新启动主句,构成一种破格句(破格语法)。
- 13.1μήτι γοῦν μίαν παρθένον
习惯短语 μήτι γοῦν(或 μήτι γε)承接前文引出递进/推论表达(a fortiori,意为“更不用说……”、“遑论……”),与前句的 καὶ δῆμον(“哪怕是整个民众”)相对比,表示“连民众都能震慑,更遑论一个少女”。
