← 克劳狄乌斯·埃利安

杂闻轶事

§13.1#1

阿塔兰忒的身世与山洞中的隐居生活

本节讲述阿塔兰忒被父亲遗弃后获母熊哺育,继而被猎人抱走并命名,长大后崇尚贞洁、在阿卡迪亚宛如仙境的山洞中效仿阿耳忒弥斯而居的质朴生活。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1#1

λόγος οὗτος Ἀρκαδικὸς ὑπὲρ τῆς Ἰασίωνος Ἀταλάντης. ταύτην ὁ πατὴρ γενομένην ἐξέθηκεν· ἔλεγε γὰρ οὐ θυγατέρων ἀλλʼ ἀρρένων δεῖσθαι. ὁ δὲ ἐκθεῖναι λαβὼν1 οὐκ ἀπέκτεινεν, ἐλθὼν δὲ ἐπὶ τὸ Παρθένιον ὄρος ἔθηκε πηγῆς πλησίον· καὶ ἦν ἐνταῦθα ὕπαντρος πέτρα, καὶ ἐπέκειτο συνηρεφὴς δρυμών. καὶ τοῦ μὲν βρέφους κατεψήφιστο θάνατος, οὐ μὴν ὑπὸ τῆς τύχης προυδόθη· ὀλίγῳ γὰρ ὕστερον ὑπὸ κυνηγετῶν ἀφῃρημένη τὰ ἑαυτῆς βρέφη ἄρκτος ἧκε, σφριγώντων αὐτῇ τῶν μαζῶν καὶ βαρυνομένων ὑπὸ τοῦ γάλακτος.2 εἶτα κατά τινα θείαν πομπὴν ἡσθεῖσα τῷ βρέφει ἐθήλασεν αὐτό, καὶ ἅμα τὸ θηρίον ἐκουφίσθη τῆς ὀδύνης καὶ ὤρεξε τροφὴν τῷ βρέφει. καὶ οὖν καὶ αὖθις ἐπαντλοῦσα τοῦ γάλακτος καὶ ἐποχετεύουσα ἐπεὶ τῶν ἑαυτῆς μήτηρ οὐκ ἔμεινε, τῆς μηδέν οἱ προσηκούσης τροφὸς ἐγένετο. ταύτην οἱ κυνηγέται παρεφύλαττον οἱ ἐξ ἀρχῆς ἐπιβουλεύσαντες τῷ θηρίῳ ἐς τὰ ἔκγονα αὐτῆς, καὶ αὐτὰ ἕκαστα τῶν δρωμένων κατασκεψάμενοι, ἀπελθούσης κατὰ συνήθειαν κατά τε ἄγραν καὶ νομὴν τῆς ἄρκτου, τὴν Ἀταλάντην ὑφείλοντο, καλουμένην τοῦτο οὐδέπω·3 αὐτοὶ γὰρ ἔθεντο αὐτῇ τὸ ὄνομα. καὶ ἐτρέφετο ὑπʼ αὐτοῖς ὀρείῳ τῇ τροφῇ. κατὰ μικρὸν δὲ αὐτῇ τὰ τοῦ σώματος μετὰ τῆς ἡλικίας ἀνέτρεχε· καὶ ἤρα παρθενίας καὶ τὰς τῶν ἀνδρῶν ὁμιλίας ἔφευγε καὶ ἐρημίαν ἐπόθει, καταλαβοῦσα τῶν ὀρῶν τῶν Ἀρκαδικῶν τὸ ὑψηλότατον, ἔνθα ἦν καὶ αὐλὼν κατάρρυτος καὶ μεγάλαι δρῦς, ἔτι δὲ καὶ πεῦκαι καὶ βαθεῖα ἡ ἐκ τούτων σκιά. τί γὰρ ἡμᾶς λυπεῖ καὶ ἄντρον Ἀταλάντης ἀκοῦσαι, ὡς τὸ τῆς Καλυψοῦς τὸ ἐν Ὁμήρῳ; καὶ ἦν ἐν κοίλῃ τῇ φάραγγι σπήλαιον ἓν καὶ βαθὺ πάνυ, κατὰ πρόσωπον δὲ βαθεῖ κρημνῷ ὠχύρωτο. κιττοὶ δὲ αὐτὸ περιεῖρπον, καὶ ἐνεπλέκοντο οἱ κιττοὶ μαλακοῖς δένδροις καὶ διʼ αὐτῶν ἀνεῖρπον. κρόκοι τε ἦσαν περὶ τὸν τόπον ἐν μαλακῇ φυόμενοι καὶ βαθείᾳ τῇ πόᾳ. συνανέτελλε δὲ αὐτοῖς καὶ ὑάκινθος καὶ ἄλλη πολλὴ χρόα ἀνθέων οὐ μόνον ἐς ἑορτὴν ὄψεως συντελεῖν δυναμένων, ἀλλὰ καὶ ὀσμαὶ ἐξ αὐτῶν τὸν ἀέρα τὸν κύκλῳ κατελάμβανον· καὶ παρῆν τῇ τε ἄλλῃ πανηγυρίζειν  καὶ κατὰ τὴν εὐωδίαν ἑστιᾶσθαι. δάφναι τε ἦσαν πολλαί, φυτοῦ διὰ τέλους ἀκμάζοντος ἡδεῖαι προσιδεῖν κόμαι· ἄμπελοι δὲ πάνυ σφόδρα εὐθενούντων βοτρύων πρὸ τοῦ ἄντρου τεθηλυῖαι τὸ φιλεργὸν τῆς Ἀταλάντης ἐπεδείκνυντο. ὕδατά τε διατελῆ καὶ ἀεὶ ῥέοντα καὶ καθαρὰ ἰδεῖν καὶ ψυχρά, ὅσον γε ἁψαμένῳ τεκμήρασθαι καὶ καταγνῶναι πιόντι,4 χύδην καὶ ἀφθόνως ἐπέρρει· τὰ δὲ αὐτὰ ταῦτα καὶ ἐς ἀρδείαν τοῖς δένδροις τοῖς προειρημένοις ἦν ἐπιτήδεια, συνεχῶς ἐπιρρέοντα καὶ ἐς τὸ ἔμβιον αὐτοῖς συμμαχόμενα. ἦν οὖν τὸ χωρίον χαρίτων ἀνάμεστον, καὶ σεμνότατόν τε ἅμα καὶ σώφρονα παρθενῶνα ἐδείκνυεν. ἦν δὲ ἄρα τῇ Ἀταλάντῃ στρωμνὴ μὲν αἱ δοραὶ τῶν τεθηραμένων, τροφὴ δὲ τὰ τούτων κρέα, ποτὸν δὲ τὸ ὕδωρ. στολὴν δὲ ἤσθητο ἀπράγμονα καὶ τοιαύτην, οἵαν μὴ ἀπᾴδειν τῆς Ἀρτέμιδος· ἔλεγε γὰρ ζηλοῦν αὐτὴν καὶ ἐν τούτῳ καὶ ἐν τῷ παρθένος εἶναι διὰ τέλους ἐθέλειν.

这是关于伊阿西翁之女阿塔兰忒的阿卡迪亚传说。她一出生就被父亲遗弃,因为他说自己需要的不是女儿而是儿子。但受命前去遗弃她的人并未杀死她,而是来到帕耳忒尼翁山,将她放在一处泉水旁。那里有一块带有洞穴的岩石,一片茂密的橡树林覆盖其上。虽然这婴儿已被判处死刑,却绝未被命运所抛弃。因为不久之后,一只被猎人夺走了幼崽的母熊来到此处,它的乳房肿胀,因乳汁而沉重。随后,在某种神意的引导下,母熊为这婴儿感到喜悦并哺乳了她;野兽的痛楚顿时得以减轻,同时也为婴儿提供了滋养。于是,它屡次倾注、导引乳汁,既然它不再能做自己孩子的母亲,便成了与自己毫无血缘之人的乳母。最初谋害那野兽幼崽的猎人们一直在监视它,在仔细观察了发生的一桩桩事情后,当母熊照常前去狩猎和觅食时,他们偷偷抱走了阿塔兰忒——当时她尚未被称为这个名字,因为是他们自己给她取了此名。她在他们那里以山野的食物被抚育成人。随着年龄的增长,她的身体逐渐发育成熟;她热爱贞洁,避开与男子的交往,渴望独处,占领了阿卡迪亚群山中的最高峰。那里有一座流水潺潺的山谷,有大橡树,还有松树,以及由它们投下的浓密阴凉。我们听一听阿塔兰忒的洞穴,正如荷马诗篇中喀吕普索的洞穴那样,又有何妨呢?在幽深的山谷中有一个极深的洞穴,前面有陡峭的悬崖作为屏障。常春藤环绕蔓延其上,常春藤缠绕在柔软的树木上并顺着它们向上攀缘。番红花在柔嫩茂密的青草中丛生于其周围。与它们一同升起的还有风信子和许多其他色彩缤纷的花朵,不仅能为视觉献上一场盛宴,而且它们散发的气息也弥漫在周遭的空气中;人们既可在其他方面享受节日的喜悦,又可在芬芳中饱享盛宴。那里还有许多月桂树,这种终年繁茂的植物的树冠悦目怡人;洞穴前郁郁葱葱、结着极为丰硕葡萄串的葡萄藤,显现出阿塔兰忒的勤勉。终年不断、奔流不息,看上去清澈,且就触者所能推知、饮者所能断定而言冰凉的水流,丰沛而源源不断地流淌。这同样的水也适宜灌溉前述的树木,持续注入并助长它们的生机。因此,这地方充满了诸般优美,展现出一处极庄严且贞洁的处女居所。阿塔兰忒的铺盖是所猎野兽的皮毛,食物是它们的肉,饮料则是泉水。她身穿朴素无饰的衣裳,与阿耳忒弥斯的神风毫无违和;因为她说自己不仅在这方面效仿女神,而且在愿终生保持童贞这一点上亦是如此。

语法注4 条
  1. 13.1ὁ δὲ ἐκθεῖναι λαβὼν

    不定式 ἐκθεῖναι 依附于带冠词的分词 ὁ λαβών,作目的不定式(“接受她以将其遗弃的人”)。

  2. 13.1σφριγώντων αὐτῇ τῶν μαζῶν καὶ βαρυνομένων ὑπὸ τοῦ γάλακτος

    在属格绝对结构(σφριγώντων ... τῶν μαζῶν καὶ βαρυνομένων)中,嵌入了表示领属或相关者的与格代词 αὐτῇ(指母熊)。

  3. 13.1καλουμένην τοῦτο οὐδέπω

    τοῦτο 是被动分词 καλουμένην 所带的补足/谓语宾格(“尚未被称为此[名字]”),源自主动态中命名动词接双宾格时在被动态下保留的名称成分。

  4. 13.1ὅσον γε ἁψαμένῳ τεκμήρασθαι καὶ καταγνῶναι πιόντι

    ὅσον γε 引出的不定式 τεκμήρασθαι 与 καταγνῶναι 表示范围或限制(“就……而言”),与之搭配的与格分词 ἁψαμένῳ 与 πιόντι 表示体验者或判断者的泛指主体(判断者与格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:13.1#1