← 克劳狄乌斯·埃利安

杂闻轶事

§12.60-12.64

北风崇拜与亚历山大大帝遗体的转移

本节记述了小狄奥尼修斯回答腓力提问的机智之语、修里翁人将北风奉为公民与恩人的逸事、波斯人向谏臣赏赐金砖同时施以鞭笞的习俗、一青年在梦中平息对交际花情欲的故事,以及亚历山大大帝死后托勒密以假替真骗过佩尔狄卡斯并将大帝遗体运往埃及的始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.60

συνουσία ποτὲ ἐγένετο Διονυσίῳ τῷ δευτέρῳ καὶ Φιλίππῳ τῷ Ἀμύντου. πολλοὶ μὲν οὖν ὡς τὸ εἰκὸς καὶ ἄλλοι λόγοι ἐπέρρευσαν, ἐν δὲ τοῖς καὶ ἐκεῖνο ἤρετο ὁ Φίλιππος τὸν Διονύσιον, πῶς τοσαύτην παρὰ τοῦ πατρὸς λαβὼν ἀρχὴν εἶτα οὐ διεσώσατο αὐτήν; ὃ δὲ ἀπεκρίνατο οὐκ ἔξω μέλους1 ὅτι ʽτὰ μὲν ἄλλα μοι κατέλιπεν ὁ πατήρ, τὴν δὲ τύχην, ᾗ ταῦτα ἐκτήσατο καὶ διεφύλαξεν, οὐκέτι.ʼ Θουρίοις ἐπέπλει Διονύσιος, καὶ τριακοσίας ἦγεν ἐπʼ αὐτοὺς ναῦς ὁπλιτῶν πεπληρωμένας· βορρᾶς δὲ ἀντιπνεύσας τὰ σκάφη συνέτριψε, καὶ τὴν δύναμιν αὐτοῦ τὴν ναυτικὴν ἠφάνισεν. ἐκ δὴ τούτων οἱ Θούριοι τῷ βορρᾷ ἔθυσαν, καὶ ἐψηφίσαντο εἶναι τὸν ἄνεμον πολίτην, καὶ οἰκίαν αὐτῷ καὶ κλῆρον ἀπεκλήρωσαν, καὶ καθʼ ἕκαστον ἔτος ἐπετέλουν αὐτῷ. οὔκουν Ἀθηναῖοι μόνοι κηδεστὴν αὐτὸν ἐνόμιζον, ἀλλὰ καὶ Θούριοι εὐεργέτην αὐτὸν ἐπέγραψαν. Παυσανίας δέ φησιν ὅτι καὶ Μεγαλοπολῖται.

小狄奥尼修斯与阿明塔斯之子腓力曾有一次会面。正如预料的那样,许多其他话题相继流转,而在其中,腓力向狄奥尼修斯发问:既然他从父亲那里继承了如此庞大的统治权,为何随后未能保全它?他颇得要领地回答道:“父亲把其余的一切都留给了我,唯独没有留下他借以获得并保持这些基业的运气。”狄奥尼修斯乘船进犯修里翁人,率领三百艘满载重装步兵的战船向他们逼近;然而北风逆吹,击碎了船只,摧毁了他的海军力量。正因如此,修里翁人向北风献祭,通过法令授予这股风公民身份,为他分配了房屋和田产,并且每年为他举行祭典。因此,并非唯独雅典人视北风为姻亲,修里翁人亦将他铭刻为恩人。保萨尼亚斯称,麦加罗波利斯人也是如此。

§12.62

νόμος καὶ οὗτος Περσικός. ἐάν τις μέλλῃ τι τῶν ἀπορρήτων καὶ τῶν ἀμφιλόγων συμβουλεύειν βασιλεῖ, ἐπὶ πλίνθου χρυσῆς ἕστηκε. καὶ ἐὰν δόξῃ παραινεῖν τὰ δέοντα, τὴν πλίνθον λαβὼν ὑπὲρ τῆς συμβουλῆς μισθὸν ἀπέρχεται· μαστιγοῦται δὲ ὅμως, ὅτι ἀντεῖπε βασιλεῖ. ἀνδρὶ δὲ ἐλευθέρῳ κατά γε τὴν ἐμὴν κρίσιν οὐκ ἀνταξίαν ἀντικρίνειν δεῖ ὑπὲρ τοῦ μισθοῦ τὴν ὕβριν.2

这也是一项波斯习俗:若有人准备就机密或争议之事向国王提出劝告,他便立于一块金砖之上。若被判定为给出了切合时宜的谏言,他便带着作为劝诫报酬的金砖离去;然而他仍要遭受鞭笞,因为他违逆了国王的意见。但对于一个自由人而言,至少依我之见,绝不应当认为受此侮辱与获取报酬是等价相抵的。

§12.63

Ἀρχεδίκης τις ἠράσθη τῆς ἐν Ναυκράτει ἑταίρας. ἣ δὲ ἦν ὑπερήφανος καὶ δεινῶς φορτικὴ καὶ ἁδροὺς ᾔτει μισθούς, καὶ λαβοῦσα πρὸς ὀλίγον ἂν ὡμίλησε3 τῷ δόντι, εἶτα ἀπέκλινεν. ἐρασθεὶς οὖν ὁ νεανίσκος αὐτῆς, καὶ τυχεῖν μὴ δυνάμενος, ἐπεὶ μὴ πάνυ ἦν πλούσιος, ὄναρ αὐτῇ συνεγένετο, καὶ παραχρῆμα ἐπαύσατο τῆς ἐπιθυμίας.

某人爱上了纳克拉提斯的交际花阿尔刻狄刻。然而她傲慢且极其粗俗,索取高昂的报酬,即便收下钱财,也仅与付钱之人短叙片刻,随即转身离去。这位爱上她的年轻人因家境并不十分富裕而无法得到她,却在梦中与她同谐鱼水,情欲随之顿消。

§12.64

ὁ μὲν Φιλίππου καὶ Ὀλυμπιάδος Ἀλέξανδρος ἐν Βαβυλῶνι τὸν βίον καταστρέψας, νεκρὸς ἔκειτο, ὁ τοῦ Διὸς εἶναι λέγων. καὶ στασιαζόντων περὶ τῆς βασιλείας τῶν περὶ αὐτόν, ταφῆς ἄμοιρος ἦν, ἧς μεταλαγχάνουσι καὶ οἱ σφόδρα πένητες, τῆς φύσεως τῆς κοινῆς ἀπαιτούσης τὸν μηκέτι ζῶντα κατακρύψαι. ἀλλʼ οὗτός γε τριάκοντα ἡμέρας κατελέλειπτο ἀκηδής, ἕως Ἀρίστανδρος ὁ Τελμησσεύς, θεόληπτος γενόμενος ἢ ἔκ τινος ἄλλης συντυχίας κατασχεθείς, ἦλθεν ἐς μέσους τοὺς Μακεδόνας καὶ πρὸς αὐτοὺς ἔφη πάντων τῶν ἐξ αἰῶνος βασιλέων εὐδαιμονέστατον Ἀλέξανδρον γεγονέναι, καὶ ζῶντα καὶ ἀποθανόντα· λέγειν γὰρ τοὺς θεοὺς πρὸς αὐτὸν ὅτι ἄρα ἡ ὑποδεξαμένη γῆ τὸ σῶμα, ἐν ᾧ τὸ πρότερον ᾤκησεν ἡ ἐκείνου ψυχή, πανευδαίμων τε ἔσται καὶ ἀπόρθητος διʼ αἰῶνος. ταῦτα μαθόντες πολλὴν ἐσεφέροντο φιλονεικίαν, ἕκαστος ἐς τὴν ἰδίαν αὑτοῦ βασιλείαν τὸ ἀγώγιμον τοῦτο ἄγειν ἐπιθυμῶν, ἵνα κειμήλιον ἔχῃ βασιλείας ἀσφαλοῦς καὶ ἀκλινοῦς ὅμηρον. Πτολεμαῖος δέ, εἴ τι χρὴ πιστεύειν, τὸ σῶμα ἐξέκλεψε, καὶ μετὰ σπουδῆς ἐς τὴν Ἀλεξάνδρου πόλιν τὴν κατʼ Αἴγυπτον ἐκόμισε. καὶ οἱ μὲν ἄλλοι Μακεδόνες τὴν ἡσυχίαν ἦγον. Περδίκκας δὲ αὐτὸν διώκειν ἐπεχείρησεν. οὐ τοσοῦτον δὲ ἔμελε τούτῳ τῆς ἐς Ἀλέξανδρον πολυωρίας καὶ τῆς ἐς τὸν νεκρὸν ὁσίας, ὅσον τὰ προλεχθέντα ὑπὸ τοῦ Ἀριστάνδρου ἀνέφλεγεν αὐτὸν καὶ ἐξῆπτεν. ἐπεὶ δὲ κατέλαβε τὸν Πτολεμαῖον, ὑπὲρ τοῦ νεκροῦ μάχη καρτερὰ πάνυ σφόδρα ἐγένετο, ἀδελφὴ τρόπον τινὰ τῆς ὑπὲρ τοῦ εἰδώλου τοῦ ἐν Τροίᾳ, ὅπερ Ὅμηρος ᾅδει, λέγων ὑπὲρ Αἰνείου τὸν Ἀπόλλωνα ἐς μέσους ἐμβαλεῖν τοὺς ἥρωας. ἀνέστειλε δὲ τὴν ὁρμὴν τοῦ Περδίκκα ὁ Πτολεμαῖος· εἴδωλον γὰρ ποιησάμενος ὅμοιον Ἀλεξάνδρῳ κατεκόσμησεν ἐσθῆτι βασιλικῇ καὶ ἐνταφίοις ἀξιοζήλοις. εἶτα τοῦτο ἀνακαύσας ἐπὶ μίαν τῶν Περσικῶν ἁμαξῶν, τὸ ἐπʼ αὐτῆς κατεσκεύασε φέρτρον μεγαλοπρεπῶς ἀργύρῳ καὶ χρυσῷ καὶ ἐλέφαντι· καὶ τὸ μὲν ὄντως Ἀλεξάνδρου σῶμα λιτῶς καὶ ὡς ἔτυχε προύπεμψε κρυπταῖς ὁδοῖς καὶ ἀτρίπτοις. ὁ δὲ Περδίκκας καταλαβὼν τὸ τοῦ νεκροῦ φάσμα καὶ τὴν διασκευασθεῖσαν ἁρμάμαξαν ἀνεστάλη τοῦ δρόμου, οἰόμενος ἔχειν τὸ ἆθλον· ὀψὲ δὲ ἔμαθεν ἀπατηθείς, ἡνίκα διώκειν οὐκ εἶχε.4

腓力与奥林匹亚斯之子亚历山大自称是宙斯之子,在巴比伦结束一生后,停尸受弃。由于他身边的将领们为争夺王位而相互攻讦,他竟未能分得一份葬礼——这原本是连极度贫寒之人都能享有的,因为共通的自然本性要求将不再活着的人掩埋入土。事实上,他被遗弃不管达三十天之久,直到泰尔梅索斯人阿里斯坦德罗斯或是神灵附体,或是为某种机缘所摄,走入马其顿人之中,对他们说亚历山大无论生前死后都是有史以来最受祝福的君王;因为他说诸神告诉他,接纳这位王者昔日灵魂所居之躯体的土地,必将永远全福且不可攻破。得知此事的将领们陷入了激烈的争夺,人人都渴望将这件运载之物带入自己的领土,以便拥有瑰宝,作为稳固且不可动摇之王权的抵押。然而,如果传闻可信的话,托勒密窃取了这具遗体,迅速将其运往埃及的亚历山大城。其他马其顿人按兵不动,佩尔狄卡斯却企图追赶他。佩尔狄卡斯关心的并非对亚历山大的敬重以及对死者的宗教义务,而是阿里斯坦德罗斯此前所说的话点燃并煽动了他的野心。当他追上托勒密时,双方围绕尸体展开了一场极其激烈的恶战,在某种程度上与特洛伊城围绕幻影的那场战斗相似——荷马曾歌咏过此事,说阿波罗为了保护埃涅阿斯而将一尊幻影掷于众英雄之间。然而托勒密遏制了佩尔狄卡斯的攻势:他制作了一具肖似亚历山大的人像(幻像),为其饰以王室袍服与令人称羡的葬仪装饰;随后将其安置于一辆波斯车辆之上,并在车上用金、银与象牙华美地装点了灵柩;而亚历山大的真正遗体,他却简陋且不拘形式地沿隐秘人罕之途预先送走。佩尔狄卡斯截获了这具死者的幻影与盛装的灵车,自以为夺得了奖品便停止了疾驰;但他察觉受骗时已为时过晚,彼时他已无法再行追击。

语法注4 条
  1. 12.60οὐκ ἔξω μέλους

    意为“并非不合调子”“切中要害、得体”的习语(ἔξω μέλους 字面意为“出调、偏离旋律”)。在此修饰狄奥尼修斯的回答机敏得体、切中要害。

  2. 12.62οὐκ ἀνταξίαν ἀντικρίνειν δεῖ ὑπὲρ τοῦ μισθοῦ τὴν ὕβριν

    无人称动词 δεῖ 后接不定词 ἀντικρίνειν(以此权衡彼/视作对等物),τὴν ὕβριν(侮辱)作直接宾语,ἀνταξίαν(对等的)作宾语补足语,构成双宾格结构,表示“不应将此侮辱视为与酬金(ὑπὲρ τοῦ μισθοῦ)等价相抵之物”。

  3. 12.63πρὸς ὀλίγον ἂν ὡμίλησε

    直陈式过去时(ὡμίλησε)搭配小词 ἄν,表示过去经常发生或习惯性的动作(重复性过去时):“(即使收了钱,)她也只是稍作陪伴”。这与后文的未完成过去时 ἀπέκλινεν 相互呼应,共同描绘其惯常的作派。

  4. 12.64διώκειν οὐκ εἶχε

    短语 οὐκ ἔχω 加不定词(διώκειν)是表示缺乏能力或手段的固定句型,相当于 οὐκ ἐδύνατο(“不能/无法”),意为“当他无法/没有办法再追击时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:12.60-12.64