- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:12.52-12.59
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了伊索克拉底将雅典比作交际花的警句、重大战争微不足道的起因、亚里士多德对亚历山大的劝解、利比亚人为被象所杀者举行的葬礼、第欧根尼对麦加拉人的嘲讽、底比斯沦陷前夕的神异征兆、运动员迪奥克西普斯为美色倾倒的轶事,以及毕达哥拉斯论诚实与行善的箴言。
Ἰσοκράτης ὁ ῥήτωρ ἔλεγεν ὑπὲρ τῆς Ἀθηναίων πόλεως ὁμοίαν εἶναι ταῖς ἑταίραις. καὶ γὰρ τοὺς ἁλισκομένους ὑπὸ τῆς ὥρας αὐτῶν βούλεσθαι συνεῖναι αὐταῖς, ὅμως δὲ μηδένα εὐτελῶς οὕτω παραφρονεῖν, ὡς ὑπομεῖναι ἂν συνοικῆσαί τινι αὐτῶν.1 καὶ οὖν καὶ τὴν Ἀθηναίων πόλιν ἐνεπιδημῆσαι μὲν εἶναι ἡδίστην,2 καὶ κατά γε τοῦτο πασῶν τῶν κατὰ τὴν Ἑλλάδα διαφέρειν· ἐνοικῆσαι δὲ ἀσφαλῆ μηκέτι εἶναι. ᾐνίττετο δὲ διὰ τούτων τοὺς ἐπιχωριάζοντας αὐτῇ συκοφάντας καὶ τὰς ἐκ τῶν δημαγωγούντων ἐπιβουλάς.
演说家伊索克拉底曾谈及雅典人的城邦,说它宛如交际花。因为被她们青春美貌所俘获的人固然渴望与她们结纳,却无人会这般下贱地丧失理智,以至于甘愿与她们中的某一位结为连理。因此,雅典人的城邦若论客居游历固然最为惬意,且至少在这一点上冠绝全希腊的所有城邦;但若要定居其中,却不再安全了。他以此暗指频繁出没于该城的告密者以及煽惑政客们的阴谋。
ἐμὲ δὲ οὐ λέληθεν ὅτι τῶν μεγίστων πολέμων αἱ ἀρχαὶ δοκοῦσί πως εὐκαταφρόνητοι γεγονέναι. τὸν μὲν γὰρ Περσικὸν ἐκ τῆς Μαιανδρίου τοῦ Σαμίου πρὸς Ἀθηναίους διαφορᾶς τὴν ἀρχὴν λαβεῖν φασι, τόν γε μὴν Πελοποννήσιον διὰ τὸ κατὰ Μεγαρέων πινάκιον, τὸν δὲ ἱερὸν καλούμενον ἐκ τῆς ἐσπράξεως τῶν δικῶν τῶν Ἀμφικτυόνων, τὸν δὲ κατὰ Χαιρώνειαν, φιλονεικησάντων Ἀθηναίων πρὸς Φίλιππον καὶ λαβεῖν οὐ θελησάντων.
我并未忽视这一点:最重大的诸场战争之起因,不知何故似乎总是微不足道。人们说,波斯战争起于萨摩斯人迈安德里奥斯与雅典人的争端;伯罗奔尼撒战争起于针对麦加拉人的禁令;所谓神圣战争起于近邻同盟对罚金的征收;而喀罗尼亚战役则起于雅典人与腓力争胜且不愿接受和议。
Ἀλέξανδρον Ἀριστοτέλης ὀργιζόμενον πρἁ??ʼναι βουλόμενος καὶ παῦσαι χαλεπαίνοντα πολλοῖς, ταυτὶ πρὸς αὐτὸν γέγραφεν ʽὁ θυμὸς καὶ ἡ ὀργὴ οὐ πρὸς ἥττους, ἀλλὰ πρὸς τοὺς κρείττονας γίνεται· σοὶ δὲ οὐδεὶς ἴσος.ʼ Ἀριστοτέλης τὰ δέοντα συμβουλεύων Ἀλεξάνδρῳ πολλοῖς ὠφέλημα γέγονεν, ἐξ ὧν καὶ τὴν πατρίδα κατῴκισε κατεσκαμμένην ὑπὸ τοῦ Φιλίππου.
亚里士多德想要抚慰盛怒中的亚历山大,并阻止他向许多人发难,便写信对他说了这番话:“愤恨与怒火不是针对卑弱者、而是针对胜过自己之人而发的;然而世上无人能与您比肩。”亚里士多德通过向亚历山大提出合宜的劝戒而造福了许多人,借此功德他也重建了曾被腓力夷平的故乡。
τοὺς ὑπὸ τῶν ἐλεφάντων ἢ ἐν ταῖς θήραις ἢ ἐν ταῖς μάχαις ἀποθανόντας οἱ Λίβυες θάπτουσι διαπρεπῶς, καὶ ὕμνους τινὰς ᾅδουσιν. ἔστι δὲ τοῖς ὕμνοις ἡ ὑποθήκη ἐκείνη. ἀγαθοὺς ἄνδρας εἶναι λέγει τοὺς ἀντιπάλους γενομένους θηρίῳ τοσούτῳ· λέγουσι γὰρ καὶ τὸ ἐνδόξως ἀποθανεῖν ἐντάφιον εἶναι τῷ θαπτομένῳ.3
对于那些在狩猎或战斗中死于大象之手的人,利比亚人予以隆重安葬,并唱颂若干赞歌。这些赞歌的主旨如下:赞词宣称凡敢于与如此巨兽为敌者皆是勇士;因为他们说,光荣地死去本身就是对受葬者而言的裹尸寿衣。
Διογένης ὁ Σινωπεὺς ἔλεγε πολλά, τὴν ἀμαθίαν καὶ τὴν ἀπαιδευσίαν τῶν Μεγαρέων διαβάλλων, καὶ ἐβούλετο Μεγαρέως ἀνδρὸς κριὸς εἶναι μᾶλλον ἢ υἱός. ᾐνίττετο δὲ ὅτι τῶν θρεμμάτων ποιοῦνται πρόνοιαν οἱ Μεγαρεῖς, τῶν παίδων δὲ οὐχί.
锡诺普的第欧根尼说了许多话,抨击麦加拉人的愚昧与缺乏教养,并说自己宁愿做麦加拉人的公羊,也不愿做他们的儿子。他借此讽刺麦加拉人悉心照料牲畜,却对自己的子女不闻不问。
ἡνίκα Ἀλέξανδρος ὁ Φιλίππου ἐπὶ τὰς Θήβας ἦγε τὴν δύναμιν, οἱ μὲν θεοὶ σημεῖα αὐτοῖς καὶ τέρατα ἀπέστελλον, προσημαίνοντες τὰς περὶ αὐτῶν ὅσον οὐδέπω τύχας· οἳ δὲ ὡς ᾤοντο ἐν Ἰλλυριοῖς Ἀλέξανδρον τεθνάναι, πολλὰ καὶ βλάσφημα ἐς αὐτὸν ἀπερρίπτουν. ἡ μὲν γὰρ ἐν Ὀγχηστῷ λίμνη φοβερὸν ἦχον ἀνέδωκε καὶ συνεχῆ καὶ ταύρου μυκήματι ἐῴκει· ἡ δὲ περὶ τὸν Ἰσμήνιον καὶ αὐτὰ τὰ τείχη ῥέουσα κρήνη καλουμένη Δίρκη καθαρῷ καὶ ἡδεῖ ῥέουσα ὕδατι παρὰ πάντα τὸν πρόσθεν χρόνον, ἄφνω καὶ παρʼ ἐλπίδα αἵματος ἀνεπλήσθη. Μακεδόσι δὲ ἐπίστευον Θηβαῖοι ἀπειλεῖν τὸ δαιμόνιον. ἐν δὲ τῷ κατὰ πόλιν νεῷ τῆς Δήμητρος ἀράχνη κατὰ τοῦ προσώπου τοῦ ἀγάλματος ἐξύφαινε τὴν ἑαυτῆς τέχνην. τὸ δὲ τῆς Ἀθηνᾶς τῆς καλουμένης Ἀλαλκομενηίδος ἄγαλμα αὐτομάτως κατεφλέχθη, πυρὸς μὴ προσαχθέντος, καὶ ἄλλα πολλά.
当腓力之子亚历山大率军进逼底比斯时,诸神向他们降下征兆与异象,预示着迫在眉睫的厄运;然而他们自以为亚历山大已死于伊利里亚人之地,因而向他抛掷了许多亵渎侮辱之词。实际上,翁刻斯托斯的湖泊发出了骇人而持续的声响,宛如公牛的咆哮;而在伊斯墨尼翁山丘及城垣本身周围流淌的狄耳刻泉,在过往所有岁月中向来流淌着清冽甘美的泉水,此刻却突然且出人意料地充盈着鲜血。底比斯人却深信神明是在威吓马其顿人。在城内的德墨忒耳神庙中,蜘蛛在神像的脸上织造蛛网;被称为阿拉尔科墨涅伊斯的雅典娜神像在未受明火触及的情况下自燃焚毁,此外还有许多别的异兆。
Διώξιππος Ὀλυμπιονίκης ἀθλητής, ὁ Ἀθηναῖος, ἐσήλαυνεν ἐς τὰς Ἀθήνας κατὰ τὸν νόμον τῶν ἀθλητῶν. συνέρρει τοίνυν τὰ πλήθη, καὶ ἄλλος ἀλλαχόθεν ἐκκρεμαννύμενος ἐθεῶντο αὐτόν· ἐν δὲ τοῖς καὶ γυνὴ κάλλει διαπρέπουσα ἀπήντησε τῇ θέᾳ. ἰδὼν δὲ αὐτὴν ὁ Διώξιππος παραχρῆμα ἡττήθη τοῦ κάλλους, καὶ διετέλεσεν ἀποβλέπων τὴν ἄνθρωπον καὶ ἐπιστρεφόμενος καὶ ἐς πολλὰς τὸ πρόσωπον ἀλλάττων χρόας. ἐκ δὴ τούτων πολλοῖς ἐγένετο κατάφωρος μὴ ἀργῶς ἰδὼν τὴν ἄνθρωπον. μάλιστα δὲ αὐτοῦ τὸ πάθος κατέγνω Διογένης ὁ Σινωπεύς, καὶ πρὸς τοὺς πλησίον ʽὁρᾶτεʼ εἶπε ʽτὸν ἀθλητὴν ὑμῶν τὸν μέγαν ὑπὸ παιδίσκης ἐκτραχηλιζόμενον.4ʼ Πυθαγόρας ἔλεγε δύο ταῦτα ἐκ τῶν θεῶν τοῖς ἀνθρώποις δεδόσθαι κάλλιστα, τό τε ἀληθεύειν καὶ τὸ εὐεργετεῖν· καὶ προσετίθει ὅτι καὶ ἔοικε τοῖς θεῶν ἔργοις ἑκάτερον.
奥林匹亚获胜的雅典运动员迪奥克西普斯按照运动员的惯例乘车进入雅典。人群蜂拥而至,人们从四面八方悬身各处观望他;在这群人中,有一位容貌出众的美妇也前来观看这一场面。迪奥克西普斯一看见她,立刻被其美貌所折服,不断凝视着那个妇人,频频回首,面色数度变幻。显然由于这些举动,许多人都看出他绝非心不在焉地看她。锡诺普的第欧根尼尤为洞悉他的情欲,对身边的人说:“瞧瞧你们这位伟大的运动员,竟被一个小女子扭断了脖子!”毕达哥拉斯曾说,诸神赐予人类的两件最美好的事物便是说真话与行善;他又补充道,这两者也都与神明的作为相似。
- 12.52ὡς ὑπομεῖναι ἂν συνοικῆσαί τινι αὐτῶν
表示结果的 ὡς(相当于 ὥστε)后接不定式 ὑπομεῖναι 与助词 ἄν,相当于带有 ἄν 的直陈式过去时或祈愿式,表达潜在或非现实语气(“乃至愿意忍受与之共同生活”)。
- 12.52ἐνεπιδημῆσαι μὲν εἶναι ἡδίστην
不定式 ἐνεπιδημῆσαι 依附于形容词 ἡδίστην(宾格阴性单数,与 τὴν Ἀθηναίων πόλιν 一致),表示限定或方面(“在作客寄居方面最令人愉悦”)。后面的 ἐνοικῆσαι δὲ ἀσφαλῆ 亦为此结构。
- 12.55τὸ ἐνδόξως ἀποθανεῖν ἐντάφιον εἶναι τῷ θαπτομένῳ
间接引语中的“宾格加不定式”结构。带冠词的不定式短语 τὸ ἐνδόξως ἀποθανεῖν 为逻辑主语(“光荣地战死”),ἐντάφιον 为谓语名词(“寿衣/裹尸布”),τῷ θαπτομένῳ 是关涉与格(“对被葬者而言”)。
- 12.58ἐκτραχηλιζόμενον
动词 ἐκτραχηλίζω(扭断颈项,在摔跤术中指抓住颈部摔倒对手)的现在被动态分词。此处借用了摔跤术语,讽刺身为摔跤强者的迪奥克西普斯反而被一个小姑娘在颈项上制服。
