- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:12.45-12.51
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了关于弥达斯与品达的吉兆传说、预示狄奥尼修斯专制权力的异象、狄翁收复失地并接纳妻儿、荷马作品在外邦的流传、福基翁临刑前的宽宏大度、斯巴达人的乐教观念,以及腓力巧施妙计讽刺自封为宙斯的狂妄医生梅内克拉忒斯。
Φρύγιοι καὶ ταῦτα ᾅδουσι λόγοι. Μίδου τοῦ Φρυγὸς ἔτι νηπίου καθεύδοντος μύρμηκας ἐσέρπειν ἐς τὸ στόμα, καὶ πάνυ φιλοπόνως καὶ φιλέργως ἐσφέρειν τοὺς πυρούς. Πλάτωνος δὲ μελίττας ἐς τὸ στόμα κηρίον ἐργάζεσθαι. καὶ Πινδάρῳ τῆς πατρῴας οἰκίας ἐκτεθέντι μέλιτται τροφοὶ ἐγένοντο, ὑπὲρ τοῦ γάλακτος παρατιθεῖσαι μέλι.
弗里吉亚人的传说也传颂着这些事:当弗里吉亚人弥达斯尚在襁褓中沉睡时,蚂蚁爬入他的口中,极其勤勉耐劳地运进麦粒。至于柏拉图,则有蜜蜂在他口中筑造蜂巢。而品达被遗弃出父家之时,蜜蜂成了他的乳母,献上蜂蜜以代替乳汁。
Διονύσιον δὲ τὸν Ἑρμοκράτους λέγουσι ποταμὸν διαβαίνειν· ἔφερε δὲ αὐτὸν ἵππος. καὶ ὁ μὲν ἵππος κατὰ τοῦ τέλματος ὤλισθεν, ὃ δὲ ἀποπηδήσας τῆς ὄχθης ἐλάβετο καὶ ἀπῄει, ὡς οὐκέτι τὸν ἵππον ὄντα1 αὐτοῦ ἀπολιπών. ὃ δὲ ἠκολούθησε καὶ χρεμετίσας ἐπέστρεψεν αὐτόν. καὶ ἐκεῖνος ἐλάβετο αὐτοῦ τῆς χαίτης καὶ ἔμελλεν ἀναβαίνειν, καὶ τῇ χειρὶ αὐτοῦ περιπίπτει μελιττῶν πλῆθος. ἔφασαν οὖν οἱ Γαλεῶται πρὸς τὸν Διονύσιον ἐρόμενον ὑπὲρ τούτων, ὅτι ταῦτα μοναρχίαν δηλοῖ.
人们还说赫尔墨克拉特斯之子狄奥尼修斯渡河时,正骑着一匹马。马陷入泥淖滑倒,他跳下马抓住河岸脱身离去,丢下了马,以为它已活不成了。然而马跟了上来,一声嘶鸣使他回过头来。当他抓住马鬃准备跨上时,一群蜜蜂落在了他的手上。加勒俄泰的预言家们在狄奥尼修斯为此占问时告诉他,这些预兆昭示着专制王权。
Διονύσιος ἐλαύνει τῆς Σικελίας Δίωνα, τὴν δὲ γυναῖκα αὐτοῦ Ἀρήτην καὶ τὸν ἐξ αὐτοῦ παῖδα ἐφύλαττεν. ὕστερον δὲ τὴν γυναῖκα ἄκουσαν δορυφόρῳ αὑτοῦ πάντων μάλιστα θεραπευτῇ Τιμοκράτει γυναῖκα δίδωσι· Συρακόσιος δὲ τὸ γένος ἦν. Δίων δὲ παραλαβὼν Συρακούσας, ἀποδράντος ἐς Λοκροὺς Διονυσίου, ἐνταῦθα ἡ μὲν Ἀριστομάχη ἡ τοῦ Δίωνος ἀδελφὴ προσεῖπεν αὐτόν. ἡ δὲ Ἀρήτη εἵπετο διʼ αἰδοῦς ἐγκαλυπτομένη καὶ οὐ τολμῶσα προσειπεῖν ὡς ἄνδρα, ἐπεὶ βιασθεῖσα τὸν θεσμὸν τῆς πρὸς αὐτὸν εὐνῆς οὐ διεφύλαξεν. ἐπεὶ δὲ ὑπὲρ αὐτῆς ἀπελογήσατο ἡ Ἀριστομάχη, τὴν ἐκ τοῦ Διονυσίου ἀνάγκην καταλέξασα, ὁ Δίων προσηγάγετο τὴν γυναῖκα καὶ τὸν παῖδα καὶ ἐς τὴν οἰκίαν ἔπεμψεν.
狄奥尼修斯将狄翁逐出西西里,并看押他的妻子阿瑞忒以及二人的孩子。后来,他违背女子的意愿,将她强嫁给自己的侍卫提摩克拉忒斯,此人是叙拉古人,在众人中最殷勤侍奉他。狄翁收复叙拉古、狄奥尼修斯逃往洛克里之后,狄翁的姐姐阿里斯托玛凯在那里迎接了他。阿瑞忒则满面羞惭,遮面跟在后面,不敢称呼他为夫君,因为她屈从于强暴,未能恪守与他同衾的誓约。但当阿里斯托玛凯为她辩护,详细陈述了狄奥尼修斯所施加的强迫后,狄翁便接纳了妻子和孩子,把他们送回家中。
ὅτι Ἰνδοὶ2 τῇ παρά σφισιν ἐπιχωρίῳ φωνῇ τὰ Ὁμήρου μεταγράψαντες ᾅδουσιν οὐ μόνοι ἀλλὰ καὶ οἱ Περσῶν βασιλεῖς, εἴ τι χρὴ πιστεύειν τοῖς ὑπὲρ τούτων ἱστοροῦσιν.
据载印度人用本土方言翻译并吟唱荷马的诗作,不仅是他们,波斯的国王们亦是如此,——如果那些记载此类事情的人尚有几分可信的话。
Φωκίων ὁ τοῦ Φώκου πολλάκις στρατηγήσας κατεγνώσθη θάνατον, καὶ ἦν ἐν τῷ δεσμωτηρίῳ καὶ ἔμελλε πιεῖσθαι τὸ κώνειον. ἐπεὶ δὲ ὤρεξεν ὁ δήμιος τὴν κύλικα, οἱ προσήκοντες ἤροντο εἴ τι λέγοι πρὸς τὸν υἱόν. ὃ δὲ ʽἐπισκήπτω αὐτῷ μηδὲν Ἀθηναίοις μνησικακεῖν ὑπὲρ τῆς παρʼ αὐτῶν φιλοτησίας, ἣν νῦν πίνω.ʼ ὅστις δὲ οὐκ ἐπαινεῖ καὶ ὑπερθαυμάζει τὸν ἄνδρα, δοκεῖ μοι μέγα ὁ τοιοῦτος ἐννοεῖν οὐδέν.
福科斯之子福基翁曾多次出任统帅,却被判处死刑,被关押在狱中,即将饮下毒芹汁。当行刑人递上杯子时,亲友问他是否要对儿子交代什么。他答道:“我嘱咐他绝不要因为我现在所饮的、来自雅典人的这一‘友谊之杯’而怨恨他们。”若有谁不赞赏、不极其惊叹此人,在我看来这样的人未曾领会任何崇高之物。
Λακεδαιμόνιοι μουσικῆς ἀπείρως εἶχον· ἔμελε γὰρ αὐτοῖς γυμνασίων καὶ ὅπλων. εἰ δέ ποτε ἐδεήθησαν τῆς ἐκ Μουσῶν ἐπικουρίας ἢ νοσήσαντες ἢ παραφρονήσαντες ἢ ἄλλο τι τοιοῦτον δημοσίᾳ παθόντες, μετεπέμποντο ξένους ἄνδρας οἷον ἰατροὺς ἢ καθαρτὰς κατὰ πυθόχρηστον. μετεπέμψαντό γε μὴν Τέρπανδρον καὶ Θάλητα καὶ Τυρταῖον καὶ τὸν Κυδωνιάτην Νυμφαῖον καὶ Ἀλκμᾶνα. καὶ Θουκυδίδης δὲ ὁμολογεῖ ὅτι μὴ ἐσπουδασμένως περὶ παιδείαν εἶχον, ἐν οἷς λέγει περὶ Βρασίδου. λέγει γοῦν ὅτι ἦν οὐδὲ ἀδύνατος εἰπεῖν, ὡς Λακεδαιμόνιος.3
拉刻代蒙人对音乐素无涉猎,因为他们挂心的是体操与兵器。但若在公家遭受疾病、陷入癫狂或遭遇其他此类厄运时需要缪斯的援助,他们便遵照皮托的神谕,请来异邦人充当医生或净化者。他们确实曾延请过泰尔潘德、泰勒斯、提尔泰奥斯、屈多尼亚的纽姆法伊奥斯以及阿尔克曼。修昔底德在论及布拉西达斯时也承认他们对文教并不热心,因为他说布拉西达斯并非不善言辞——以一个拉刻代蒙人而言。
Μενεκράτης ὁ ἰατρὸς ἐς τοσοῦτον προῆλθε τύφου, ὥστε ἑαυτὸν ὀνομάζειν Δία. ἐπέστειλε δέ ποτε ἐπιστολὴν Φιλίππῳ τῷ Μακεδόνων βασιλεῖ τοιαύτην. ʽΦιλίππῳ Μενεκράτης ὁ Ζεὺς εὖ πράττειν.ʼ ἀντέγραψε δὲ καὶ ὁ Φίλιππος ʽΦίλιππος Μενεκράτει ὑγιαίνειν. συμβουλεύω σοι προσάγειν σεαυτὸν ἐπὶ τοὺς κατὰ Ἀντίκυραν τόπους.4ʼ ᾐνίττετο δὲ ἄρα διὰ τούτων ὅτι παραφρονεῖ ὁ ἀνήρ. εἱστία ποτὲ μεγαλοπρεπῶς ὁ Φίλιππος, καὶ δὴ καὶ τοῦτον ἐπὶ θοίνην ἐκάλεσε, καὶ ἰδίᾳ κλίνην αὐτῷ ἐκέλευσε παρεσκευάσθαι, καὶ κατακλιθέντι θυμιατήριον παρέθηκε, καὶ ἐθυμιᾶτο αὐτῷ· οἱ δὲ λοιποὶ εἱστιῶντο, καὶ ἦν μεγαλοπρεπὲς τὸ δεῖπνον. ὁ τοίνυν Μενεκράτης τὰ μὲν πρῶτα ἐνεκαρτέρει, καὶ ἔχαιρε τῇ τιμῇ· ἐπεὶ δὲ κατὰ μικρὸν ὁ λιμὸς περιῆλθεν αὐτόν, καὶ ἠλέγχετο ὅτι ἦν ἄνθρωπος, καὶ ταῦτα εὐήθης, ἐξαναστὰς ἀπιὼν ᾤχετο, καὶ ἔλεγεν ὑβρίσθαι, ἐμμελῶς πάνυ τοῦ Φιλίππου τὴν ἄνοιαν αὐτοῦ ἐκκαλύψαντος.
医生梅内克拉忒斯狂妄自大,竟至于自称为宙斯。有一次他给马其顿国王腓力写了这样一封信:“宙斯梅内克拉忒斯致腓力,顺祝安好。”腓力也回信道:“腓力致梅内克拉忒斯,祝身体健康。我劝你前往安提库拉一带。”他借此暗讽此人神志失常。又有一次腓力大摆盛宴,也将此人请来赴席,下令为他单独设下一张卧榻。当他入座后,腓力在他身旁放上一座香炉,为他焚香;而其他人则尽享佳肴,晚宴奢华无比。梅内克拉忒斯起初尚能忍耐,并为这份尊荣感到高兴;但随着饥饿渐渐袭来,证明了他不过是一介肉体凡胎、而且还是个蠢人时,他便起身离席而去,声称自己受到了侮辱。腓力极为得体巧妙地揭穿了他的愚昧。
- 12.46ὡς οὐκέτι τὸν ἵππον ὄντα
副词 ὡς 与现在分词 ὄντα 搭配,表示主观认定的根据或假设:狄奥尼修斯弃马而去,是因为在他主观看来这匹马“已不再活存”或无可挽救。
- 12.48ὅτι Ἰνδοὶ
句首的 ὅτι 起到篇章标题性或引出奇闻传闻的标志作用(“据载/可知印度人……”),相当于省略了句首的“有记载说”等主句动词,引导一个报告事实的间接引语从句。
- 12.50ὡς Λακεδαιμόνιος
连词 ὡς 在此表限制或折衷标准(“以一个拉刻代蒙人而言”),引自修昔底德《历史》4.84,用以在斯巴达人不尚言辞的普遍背景下限定对布拉西达斯口才的评价。
- 12.51ἐπὶ τοὺς κατὰ Ἀντίκυραν τόπους
福基斯的安提库拉以盛产治疗癫狂症的药草嚏根草(hellebore)而闻名。因此“前往安提库拉”是古希腊语中意指“去治疯病、恢复理智”的习用隐语,巧妙地呼应了腓力在信首所致的祝词 ὑγιαίνειν(“祝你恢复神智/健康”)。
