← 克劳狄乌斯·埃利安

杂闻轶事

§12.39-12.44

猎狮的英勇与野兽哺育的英雄们

本节记述了佩尔狄卡斯与塞米拉米斯面对母狮的勇武、薛西斯饮用腐水之事、阿佩利斯对画作的评价、由动物哺育的英雄们、出身卑微的著名人物,以及叙拉古采石场的囚徒与诗人菲洛克塞诺斯的事迹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.39

Περδίκκας ὁ Μακεδὼν ὁ συστρατευσάμενος Ἀλεξάνδρῳ οὕτως ἄρα ἦν εὔτολμος, ὥς ποτε ἐς σπήλαιον παρελθεῖν ἔνθα εἶχεν εὐνὴν λέαινα μόνος· καὶ τὴν μὲν λέαιναν οὐ κατέλαβε, τούς γε μὴν σκύμνους αὐτῆς κομίζων προῆλθε, καὶ ἔδοξεν ἐπὶ τούτῳ θαυμάζεσθαι ὁ Περδίκκας. πεπίστευται δὲ οὐ μόνον παρὰ τοῖς Ἕλλησιν ἀλκιμώτατόν τε καὶ δυσμαχώτατον εἶναι θηρίον ἡ λέαινα, ἀλλὰ καὶ παρὰ τοῖς βαρβάροις. φασὶ γοῦν καὶ Σεμίραμιν τὴν Ἀσσυρίαν οὐκ, εἴ ποτε εἷλε λέοντα· ἢ πάρδαλιν κατέκτανεν ἢ ἄλλο τι τῶν τοιούτων, ἀλλʼ εἰ λεαίνης ἐγκρατὴς ἐγένετο, μέγα ἐφρόνει.

随亚历山大远征的马其顿人佩尔狄卡斯极为勇敢,有一次他竟独自闯入了一只母狮栖息的洞穴。虽然他未曾遇上母狮,却带着母狮的幼崽走了出来,佩尔狄卡斯因此赢得了赞赏。不仅在希腊人中,即便在蛮族人看来,母狮也被认为是最勇猛、最难制服的猛兽。据说亚述的塞米拉米斯若捕获公狮、杀死豹子或任何此类野兽,都未尝自傲,唯有制服母狮之时,才会感到无比自豪。

§12.40

τά τε ἄλλα ἐφόδια εἵπετο τῷ Ξέρξῃ πολυτελείας καὶ ἀλαζονείας πεπληρωμένα, καὶ οὖν καὶ ὕδωρ ἠκολούθει τὸ ἐκ τοῦ Χοάσπου. ἐπεὶ δʼ ἔν τινι ἐρήμῳ τόπῳ ἐδίψησεν, οὐδέπω τῆς θεραπείας ἡκούσης, ἐκηρύχθη τῷ στρατοπέδῳ, εἴ τις ἔχει ὕδωρ ἐκ τοῦ Χοάσπου, ἵνα δῷ βασιλεῖ πιεῖν. καὶ εὑρέθη τις βραχὺ καὶ σεσηπὸς ἔχων. ἔπιεν οὖν τοῦτο ὁ Ξέρξης, καὶ εὐεργέτην τὸν δόντα ἐνόμισεν, ὅτι ἂν ἀπώλετο τῇ δίψῃ, εἰ μὴ ἐκεῖνος εὑρέθη.

薛西斯出行时带着各种充满奢华与傲慢的辎重用度,甚至连霍阿斯佩斯河的河水也随军运送。当他在某处荒野感到口渴,而随从尚未赶到之时,军营中便传下宣告,询问是否有人带有霍阿斯佩斯河的水,以便献给国王饮用。结果找到一人存有少许腐臭之水。薛西斯于是喝下了这水,并将献水之人视为恩人,因为若非找到了那个人,他便已渴死了。

§12.41

Πρωτογένης ὁ ζωγράφος τὸν Ἰάλυσόν φασιν ἑπτὰ  ἔτεσι διαζωγραφῶν ἐξετέλεσεν. ὃν Ἀπελλῆς ἰδὼν τὰ μὲν πρῶτα ἔστη ἄφωνος, ἐκπλαγεὶς ἐπὶ τῇ παραδόξῳ θέᾳ, εἶτα ἔφη ʽκαὶ ὁ πόνος μέγας καὶ ὁ τεχνίτης· ἀπολείπεταί γε μὴν τῆς χειρουργίας ἡ χάρις, ἧς ὁ ἀνὴρ εἰ τύχοι, ὁ πόνος αὐτοῦ τοῦ οὐρανοῦ ψαύσει.1ʼ Κῦρον τὸν Μανδάνης ἔθρεψέ φασι κύων, Τήλεφον δὲ τὸν Αὔγης καὶ Ἡρακλέους ἔλαφος, Πελίαν δὲ τὸν Ποσειδῶνος καὶ Τυροῦς ἵππος· ἀλλὰ καὶ τὸν Ἀλόπης.2 Ἀλέξανδρον τὸν Πριάμου ὑπὸ ἄρκτου φασὶ τραφῆναι, Αἴγισθον δὲ τὸν Θυέστου καὶ Πελοπίας ὑπὸ αἰγός.

据说画家普罗托格内斯花费七年时间才绘制完成《雅吕索斯》。阿佩利斯见到此画时,起初为这非凡的景象所震撼,驻足无言;随后他说道:“这耗费的心血可谓宏大,匠人的手艺亦堪称精湛;然而其技法中尚缺一份典雅韵味,此人若能获得此点,其画作的心血便足以触碰青天。”据说曼达妮之子居鲁士由母犬哺育,奥革与赫拉克勒斯之子忒勒福斯由母鹿哺育,波塞冬与堤罗之子珀利阿斯由母马哺育,阿洛珀之子亦然。普里阿摩斯之子亚历山大据说由母熊哺育,梯厄斯忒斯与珀罗庇亚之子埃癸斯托斯则由母山羊哺育。

§12.43

Δαρεῖον ἀκούω τὸν Ὑστάσπου φαρετροφόρον Κύρου γενέσθαι. ὁ δὲ τελευταῖος Δαρεῖος, ὁ ὑπὸ Ἀλεξάνδρου νικηθεὶς, δοῦλος ἦν. Ἀρχέλαος δὲ ὁ Μακεδόνων βασιλεὺς δούλης υἱὸς ἦν τῆς Σιμίχης. Μενέλαος ὁ Φιλίππου πάππος ἐς τοὺς νόθους ἐτέλει. ὁ δὲ τούτου υἱὸς Ἀμύντας ὑπηρέτης Ἀερόπου καὶ δοῦλος ἐπεπίστευτο. Περσεὺς δέ, ὃν καθεῖλε Παῦλος ὁ Ῥωμαῖος, Ἀργεῖος μὲν γένος ἦν, ἀδόξου δέ τινος υἱός. Εὐμένης δὲ πατρὸς ἀπόρου καὶ τυμβαύλου πεπίστευται γενέσθαι. Ἀντίγονος ὁ Φιλίππου, ὁ καὶ ἑτερόφθαλμος καὶ ἐκ τούτου Κύκλωψ προσαγορευθείς, αὐτουργὸς ἦν. Πολυσπέρχων δὲ ἐλῄστευε. Θεμιστοκλῆς δέ, ὁ τοὺς βαρβάρους καταναυμαχήσας καὶ μόνος συνεὶς τὰς τῶν θεῶν ἐν τοῖς χρησμοῖς φωνάς, Θρᾴττης υἱὸς ἦν, καὶ ἐκαλεῖτο ἡ μήτηρ αὐτοῦ Ἀβρότονον. Φωκίων δὲ ὁ Χρηστὸς ἐπικληθεὶς πατρὸς μὲν δοίδυκας ἐργαζομένου ἦν, Δημήτριον δὲ τὸν Φαληρέα οἰκότριβα γενέσθαι λέγουσιν ἐκ τῆς οἰκίας τῆς Τιμοθέου καὶ Κόνωνος. Ὑπερβόλου δὲ καὶ Κλεοφῶντος καὶ Δημάδου, καίτοι προστατῶν γενομένων τοῦ δήμου τῶν Ἀθηναίων, οὐδεὶς ἂν εἴποι ῥᾳδίως τοὺς πατέρας. Καλλικρατίδας γε μὴν καὶ Γύλιππος καὶ Λύσανδρος ἐν Λακεδαίμονι Μόθακες ἐκαλοῦντο. ὄνομα δὲ ἦν ἄρα τοῦτο τοῖς τῶν εὐπόρων δούλοις, οὓς συνεξέπεμπον τοῖς υἱοῖς οἱ πατέρες συναγωνιουμένους ἐν τοῖς γυμνασίοις. ὁ δὲ συγχωρήσας τοῦτο Λυκοῦργος τοῖς ἐμμείνασι τῇ τῶν παίδων ἀγωγῇ πολιτείας Λακωνικῆς μεταλαγχάνει.3 καὶ Ἐπαμεινώνδας δὲ πατρὸς ἦν ἀφανοῦς. Κλέων δὲ ὁ Σικυωνίων τύραννος καταποντιστὴς ἦν.

我听说叙斯塔斯佩斯之子大流士曾是居鲁士的持箭袋者。而最后一位大流士,即被亚历山大击败的那位,曾是个奴隶。马其顿国王阿耳刻拉奥斯是女奴茜米凯之子。腓力的祖父墨涅拉俄斯属于私生子之列。而其子阿敏塔斯曾被认为是埃罗普斯的仆役和奴隶。被罗马人鲍路斯打败的珀尔修斯,出身虽为阿尔戈斯人,却是籍籍无名之辈的儿子。欧墨尼斯被认为出生于穷困的墓地吹笛人之家。腓力之子安提柯一只眼盲,故被称为独眼巨人,原本是个亲力耕作的农夫。波利伯孔曾操贼寇之业。而在海战中击溃蛮族、唯独他一人能理解神谕中诸神之声的忒弥斯托克利,乃是色雷斯女人的儿子,其母名为阿布罗托农。被称为“善人”的福基翁,其父乃是制作杵臼的匠人;人们还说帕勒隆的德米特里厄斯曾是提摩太和科农家中的家生奴隶。至于许珀耳波洛斯、克勒俄丰与德玛德斯,虽然他们成了雅典平民的领袖,却无人能轻易说出其父之名。此外,卡利克拉提达斯、古利普斯与吕珊德在拉刻代蒙被称为“莫萨客斯”。此名原本授予富人的奴隶,乃是作父亲的送去与自己的儿子一同在体操馆受训竞技的同伴。吕库古允许了这一制度,并将拉科尼亚公民权分给那些坚持完成少年训练的人。埃帕米农达的父亲亦籍籍无名。西库昂的僭主克勒昂曾是投人于海的盗匪。

§12.44

αἱ ἐν Σικελίᾳ λιθοτομίαι περὶ τὰς Ἐπιπολὰς ἦσαν, σταδίου μῆκος, τὸ εὖρος δύο πλέθρων. ἦσαν δὲ ἐν αὐταῖς τοῦ χρόνου τοσοῦτον διατρίψαντες ἄνθρωποι, ὡς καὶ γεγαμηκέναι ἐκεῖ καὶ παιδοποιῆσαι. καί τινες τῶν παίδων ἐκείνων μηδεπώποτε πόλιν ἰδόντες, ὅτε ἐς Συρακούσας ἦλθον καὶ εἶδον ἵππους ὑπεζευγμένους καὶ βόας ἐλαυνομένους, ἔφευγον βοῶντες· οὕτως ἄρα ἐξεπλάγησαν. τὸ δὲ κάλλιστον τῶν ἐκεῖ σπηλαίων ἐπώνυμον ἦν Φιλοξένου τοῦ ποιητοῦ, ἐν ᾧ φασι διατρίβων τὸν Κύκλωπα εἰργάσατο τῶν ἑαυτοῦ μελῶν τὸ κάλλιστον, παρʼ οὐδὲν θέμενος τὴν ἐκ Διονυσίου τιμωρίαν καὶ καταδίκην, ἀλλʼ ἐν αὐτῇ τῇ συμφορᾷ μουσουργῶν ὁ Φιλόξενος.

西西里的采石场位于埃庇波赖附近,长一斯塔德,宽两普勒特隆。有许多人在其中度过了漫长的岁月,以至于在里面婚配并生儿育女。那些孩子中有的人从未见过城池,及至来到叙拉古,见到驾着轭的马和被驱赶的牛群,竟吓得哭喊奔逃:他们受到的惊吓竟至如此地步。那里最美丽的洞穴是以诗人菲洛克塞诺斯命名的,据说他在洞中居留期间,创作了其抒情诗中最优美的《独眼巨人》,他对狄奥尼修斯的惩罚与判决视若无睹,反而在那场灾难之中继续赋诗谱曲。

语法注3 条
  1. 12.41ἧς ὁ ἀνὴρ εἰ τύχοι, ὁ πόνος αὐτοῦ τοῦ οὐρανοῦ ψαύσει

    混合条件句:条件从句使用希求语气“εἰ τύχοι”(表示潜在假设),而主句则采用将来直陈式“ψαύσει”。这种搭配在委婉提出假设的同时,以直陈式将来时强烈表达了阿佩利斯对结果的笃定信念。

  2. 12.42ἀλλὰ καὶ τὸν Ἀλόπης

    省略句。从前句“Πελίαν δὲ τὸν Ποσειδῶνος καὶ Τυροῦς ἵππος”(母马[哺育了]波塞冬与堤罗之子珀利阿斯)承前省略了动词“ἔθρεψε”与主语“ἵππος”,此处仅留下宾格成分“τὸν Ἀλόπης”(阿洛珀之子,即希波托翁)。

  3. 12.43τοῖς ἐμμείνασι τῇ τῶν παίδων ἀγωγῇ πολιτείας Λακωνικῆς μεταλαγχάνει

    动词“μεταλαγχάνω”通常带属格表示“分享、分得”,但此处主语为吕库古,后接与格“τοῖς ἐμμείνασι”(给予坚持之人)及属格“πολιτείας”(公民权),呈现出使役性意义,即“使……分得、将……分给”(文献校勘中常被视为难点而拟订正为“μεταλαχεῖν ἐποίησε”,但句意解读一致)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:12.39-12.44