- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:12.30-12.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了塔兰托与昔兰尼的奢靡风尚、希腊名酒与调香酒、诸位哲学家的奇异装束、罗马元老院拒绝毒杀皮洛士的义举、同名异人与尼俄伯子女数目的异说、亚历山大远征中的粮荒以及塞种人的诸般风俗。
Ταραντίνοις ἐν ἔθει ἦν πίνειν μὲν ἐξ ἑωθινοῦ, μεθύειν δὲ περὶ πλήθουσαν ἀγοράν. ἐς τοσοῦτον δὲ ἄρα Κυρηναῖοι τρυφῆς ἐξώκειλαν, ὥστε Πλάτωνα παρεκάλουν, ἵνα αὐτοῖς γένηται νομοθέτης. τὸν δὲ ἀπαξιῶσαί φασι διὰ τὴν ἐξ ἀρχῆς ῥᾳθυμίαν αὐτῶν. ὁμολογεῖ δὲ καὶ Εὔπολις ἐν τῷ Μαρικᾷ, ὅστις αὐτῶν εὐτελέστατος,1 σφραγῖδας εἶχε δέκα μνῶν. παρῆν δὲ θαυμάζεσθαι καὶ τοὺς διαγλύφοντας τοὺς δακτυλίους.
塔兰托人的习惯是清晨便开始饮酒,等到集市人群聚集之时已然酩酊大醉。昔兰尼人更是骄奢淫逸到了极点,以至于他们恳请柏拉图成为他们的立法者;但据说柏拉图因他们生性怠惰而予以拒绝。欧波利斯在《马里卡斯》中亦赞同此点,称他们当中最贫穷之人所佩印章亦价值十明那。而那些雕刻指环的匠人也备受赞赏。
φέρε οἴνων Ἑλληνικῶν διὰ σπουδῆς ἰόντων ἐν τοῖς πάλαι ὀνόματα καταλέξω2 ὑμῖν. Πράμνειόν τινα ἐκάλουν, ἱερὸς δὲ ἦν ἄρα οὗτος τῆς Δήμητρος. καὶ Χῖος οἶνος ἐκ τῆς νήσου, καὶ Θάσιος ἄλλος, καὶ Λέσβιος. καὶ ἐπὶ τούτοις Γλυκύς τις ἐκαλεῖτο, πρέπων τῷ ὀνόματι τὴν γεῦσιν, καὶ Κρὴς ἄλλος. καὶ ἐν Συρακούσαις Πόλλιος· ἐκλήθη δὲ ἀπό τινος ἐγχωρίου βασιλέως. ἔπινον δὲ καὶ Κῶον οἶνον, καὶ οὕτως αὐτὸν ἐκάλουν· καὶ Ῥόδιον, κατὰ τὰ αὐτὰ ὀνομάζοντες. τί δέ; οὐκ ἐκεῖνα τοῖς Ἕλλησι τρυφῆς ἀπόδειξις; μύρῳ γὰρ οἶνον μιγνύντες οὕτως ἔπινον, καὶ ὑπερησπάζοντο τὴν τοιαύτην κρᾶσιν· καὶ ἐκαλεῖτο ὁ οἶνος Μυρίνης. μέμνηται δὲ αὐτοῦ Φιλιππίδης ὁ τῆς κωμῳδίας ποιητής.
且让我为你们列举昔日备受推崇的希腊美酒之名。有一种他们称为普拉姆尼奥斯酒,乃是献给德墨忒尔的圣酒。又有来自海岛的基奥斯酒,另有萨索斯酒,以及莱斯博斯酒。除此之外,有一种名为格吕库斯(甘甜)的酒,其风味名副其实;另有克里特酒。在叙拉古则有波利奥斯酒,依当地某位君王而得名。他们亦饮用科斯酒并如是称呼它,罗得岛酒亦依相同方式命名。还有什么呢?以下之事难道不是希腊人奢侈的明证吗?因为他们将香膏掺入酒中这般饮用,且极度钟爱这种调配;此酒被称为米里内斯酒。喜剧诗人腓利庇得斯亦提及过它。
Πυθαγόρας ὁ Σάμιος λευκὴν ἐσθῆτα ἤσθητο, καὶ ἐφόρει στέφανον χρυσοῦν καὶ ἀναξυρίδας. Ἐμπεδοκλῆς δὲ ὁ Ἀκραγαντῖνος ἁλουργεῖ ἐχρήσατο καὶ ὑποδήμασι χαλκοῖς. Ἱππίαν δὲ καὶ Γοργίαν ἐν πορφυραῖς ἐσθῆσι προϊέναι διαρρεῖ λόγος.
萨摩斯人毕达哥拉斯身着白袍,佩戴金冠与长裤。阿克拉加斯人恩培多克勒身着紫袍并着青铜鞋。传闻希庇亚斯与高尔吉亚亦身披紫袍外出巡游。
Κινέας ὁ Πύρρου ἰατρός φασι πρὸς τὴν βουλὴν τῶν Ῥωμαίων ἔγραψε διʼ ἀπορρήτων, καὶ ᾔτει χρήματα, καὶ ὑπισχνεῖτο ἀποκτενεῖν φαρμάκοις τὸν Πύρρον. οἳ δὲ οὐ προσήκαντο τὴν ὑπόσχεσιν· διʼ ἀρετῆς γὰρ ἴσασι Ῥωμαῖοι ἀγαθοὶ εἶναι, οὐ μὴν διὰ τέχνης καὶ πανουργίας καὶ ἐπιβουλῆς καταγωνίσασθαι τοὺς ἐχθρούς. ἀλλὰ καὶ αὐτῷ τῷ Πύρρῳ τὴν γνώμην τοῦ Κινέου ἐξέφαναν.
据说皮洛士的御医基内阿斯曾密信罗马元老院索要金钱,并许诺用毒药杀死皮洛士。元老院并未接受这一诺言;因为罗马人深知凭借美德而立身正直,决不靠诡计、奸险与阴谋克敌制胜。不仅如此,他们甚至将基内阿斯的企图向皮洛士本人揭发。
Ἔρωτες ἡμῖν τῶν ἀρχαίων πολλοὶ μὲν καὶ ἄλλοι ἐς μνήμην ἐδόθησαν, καὶ οὗτοι δὲ οὐχ ἥκιστα. Παυσανίας μὲν γὰρ ἤρα τῆς ἑαυτοῦ γυναικός, Ἀπελλῆς δὲ τῆς Ἀλεξάνδρου παλλακῆς, ᾗπερ ὄνομα ἦν Παγκάστη, τὸ δὲ γένος Λαρισσαία ἦν. ταύτῃ καὶ πρώτῃ φασὶν ὁ Ἀλέξανδρος ὡμίλησεν.
古人的许多其他情爱之事亦留存在我们的记忆之中,而以下这些人亦绝非寻常。保萨尼亚斯钟爱自己的妻子,阿佩利斯则钟爱亚历山大的妾室,其名为潘卡斯忒,按出身乃是拉里萨人。据说亚历山大最初与之相交的亦是此女。
ὅτι δύο Περίανδροι, ὃ μὲν σοφὸς ἦν, ὃ δὲ τύραννος. καὶ Μιλτιάδαι τρεῖς, ὁ τὴν Χερρόννησον κτίσας καὶ ὁ Κυψέλου καὶ ὁ Κίμωνος. Σίβυλλαι τέτταρες, ἡ Ἐρυθραία ἡ Σαμία ἡ Αἰγυπτία ἡ Σαρδιανή. οἳ δέ φασι καὶ ἑτέρας ἕξ, ὡς εἶναι τὰς πάσας δέκα, ὧν εἶναι καὶ τὴν Κυμαίαν καὶ τὴν Ἰουδαίαν. Βάκιδες τρεῖς, ὁ μὲν Ἐλεώνιος, ὁ δὲ Ἀθηναῖος, ὁ δὲ Ἀρκάς.
佩里安德有两人:一人为哲人,另一人为僭主。米尔提亚德有三人:开拓喀索尼苏斯者、库普塞罗斯之子与客蒙之子。西比拉有四人:厄律特赖的、萨摩斯的、埃及的、萨狄斯的。但另有人称尚有其余六人,总共为十人,其中亦包括库迈的与犹太的西比拉。巴喀斯有三人:厄勒昂的、雅典的与阿卡迪亚的。
ἐοίκασιν οἱ ἀρχαῖοι ὑπὲρ τοῦ ἀριθμοῦ τῶν τῆς Νιόβης παίδων μὴ συνᾴδειν ἀλλήλοις. Ὅμηρος μὲν ἓξ λέγει ἄρρενας καὶ τοσαύτας κόρας, Λάσος δὲ δὶς ἑπτὰ λέγει, Ἡσίοδος δὲ ἐννέα καὶ δέκα, εἰ μὴ ἄρα οὐκ εἰσὶν Ἡσιόδου τὰ ἔπη,3 ἀλλʼ ὡς πολλὰ καὶ ἄλλα κατέψευσται αὐτοῦ. Ἀλκμὰν δέκα φησί, Μίμνερμος εἴκοσι, καὶ Πίνδαρος τοσούτους.
古人关于尼俄伯子女之数目似乎彼此并不一致。荷马说有六男及同等数量之女,拉索斯说是两倍的七人(十四人),赫西俄德说是十九人——除非那些诗句并非赫西俄德所作,而是如许多其他作品一般被伪托于他名下。阿尔克曼说是十人,弥姆涅尔摩斯说是二十人,品达亦说是同等之数。
Ἀλέξανδρος ὅτε Βῆσσον ἐδίωκεν, ἐν ἀπορίᾳ γενόμενος τροφῶν, αὐτός τε ἥψατο τῶν καμήλων καὶ ὑποζυγίων ἄλλων καὶ οἱ σὺν αὐτῷ. τῶν τε ξύλων αὐτοὺς ἐπιλιπόντων ὠμὰ τὰ κρέα ἤσθιον. ἐπεκούρει δὲ αὐτοῖς τὸ σίλφιον πολὺ ὄν, ὥστε τὰς σάρκας συνεκπέττειν. Ἐν δὲ τῇ Βακτριανῇ οἱ στρατιῶται τὰς κώμας κατελάμβανον, ὅτι οἰκοῦνται ἐκ τοῦ καπνοῦ συνιέντες, καὶ τὴν χιόνα ἀφαιροῦντες τῶν θυρῶν.
亚历山大追击贝苏斯之时,陷于粮草匮乏,他本人及随行人员均以骆驼及其他驮畜为食。因柴薪匮乏,他们便生食其肉。但由于西尔菲翁数量充沛,有助于彻底消化这些生肉。在巴克特里亚,士兵们从炊烟中察觉有人居住,扫清门前的积雪而占领了村庄。
οἱ Σακῶν ἵπποι, ἐὰν ἀποβάλῃ τις τὸν δεσπότην, ἐς τὸ ἀναβῆναι αὐτὸν παρέστηκεν.4 ἐὰν δέ τις γῆμαι βούληται παρθένον, μονομαχεῖ τῇ παιδί. καὶ κρατήσασα μὲν αἰχμάλωτον ἄγεται καὶ κρατεῖ αὐτοῦ καὶ ἄρχει· ἐὰν δὲ νικηθῇ, ἄρχεται. μονομαχοῦσι δὲ ἄχρι νίκης, οὐ μέχρι θανάτου. πενθοῦντες δὲ οἱ Σάκαι ἐς οἴκους τινὰς ὑπάντρους καὶ κατασκίους ἀποκρύπτονται.
塞种人的战马,若有一匹将主人摔落,便立于一旁等待其重新骑上。若有人欲娶未婚少女,便与该少女进行决斗。若少女取胜,便将男方俘获,统治并命令他;若少女战败,则被其统治。他们决斗以胜负为限,而非决至死地。塞种人服丧之时,隐居于如洞穴般幽暗的居室中。
- 12.30ὅστις αὐτῶν εὐτελέστατος
不定关系代词 ὅστις 省略了先行词,直接引导名词性分句充当 εἶχε 的主语,意为“他们当中无论是谁最贫穷”。语境中作为昔兰尼人极度奢靡的例证,说明即便是最卑微的公民亦佩戴昂贵的印章。
- 12.31φέρε ... καταλέξω
作为感叹助词使用的命令式 φέρε(“来吧!”)后接第一人称单数不定过去时虚拟式(或将来时直陈式)καταλέξω,构成向读者提议或表达意图的惯用句式:“来吧,且让我列举……”。
- 12.36εἰ μὴ ἄρα οὐκ εἰσὶν Ἡσιόδου τὰ ἔπη
条件连词 εἰ μὴ ἄρα(“除非确实……”)与否定词 οὐ 连用,直接否定述语 οὐκ εἰσὶν Ἡσιόδου(“并非赫西俄德所作”),以插入语形式对托名赫西俄德的诗行真伪提出保留意见。
- 12.38ἐς τὸ ἀναβῆναι αὐτὸν παρέστηκεν
介词 ἐς 与带冠词的不定式 τὸ ἀναβῆναι 结合表示目的(“为了让他骑上”),αὐτόν 为不定式的逻辑主语(宾格)。完成时动词 παρέστηκεν 具有现在状态义(“立于身旁等待”)。
