← 克劳狄乌斯·埃利安

杂闻轶事

§12.22-12.29

蒂托尔摩斯的伟力与异族习俗及奢靡

本节记述了力士蒂托尔摩斯与米隆的逸话、凯尔特人视死如归的习俗、斯明狄里得斯的奢华、明哲谏臣所带来的益处、著名的海量饮酒者、赫拉克勒斯收葬敌尸的仁德、莱俄斯诸女的献祭以及阿克拉加斯人的豪奢生活。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.22

Τιτόρμῳ φασὶ τῷ βουκόλῳ περιτυχεῖν τὸν Κροτωνιάτην Μίλωνα, μεγαλοφρονοῦντα διὰ τὴν ῥώμην τοῦ σώματος. θεασάμενος οὖν μέγαν τὸν Τίτορμον τὸ σῶμα ἰδεῖν, ἐβούλετο λαβεῖν αὐτοῦ ἰσχύος πεῖραν. ὁ δὲ Τίτορμος ἔλεγε μηδὲν μέγα ἰσχύειν, καταβὰς δὲ ἐς τὸν Εὔηνον καὶ θοιμάτιον ἀποδὺς λίθον λαμβάνει μέγιστον, καὶ πρῶτον μὲν ἕλκει αὐτὸν πρὸς ἑαυτόν, εἶτα ἀπωθεῖ, καὶ δὶς καὶ τρὶς τοῦτο ἐποίησε, καὶ μετὰ ταῦτα αὐτὸν ἦρεν ἕως ἐς τὰ γόνατα, καὶ τέλος ἀράμενος ἐπὶ τῶν ὤμων ἔφερεν ὅσον ἐπʼ ὀργυιὰς ὀκτὼ καὶ ἔρριψεν· ὁ δὲ Κροτωνιάτης Μίλων μόλις τὸν λίθον ἐκίνησεν. εἶτα ἐπὶ τὴν ἀγέλην ἦλθε, καὶ στὰς ἐν μέσῳ τὸν μέγιστον ταῦρον ἄγριον ὄντα λαμβάνει  τοῦ ποδός· καὶ ὃ μὲν ἀποδρᾶναι ἔσπευδεν, οὐ μὴν ἐδύνατο. παριόντα δὲ ἕτερον τῇ ἑτέρᾳ χειρὶ συναρπάσας τοῦ ποδὸς ὁμοίως εἶχε. θεασάμενος δὲ ὁ Μίλων ἐς τὸν οὐρανὸν τὰς χεῖρας τείνας ἔφατο ʽὦ Ζεῦ, μὴ τοῦτον Ἡρακλῆ ἡμῖν ἕτερον ἔσπειρας;1ʼ ἐντεῦθεν ῥηθῆναι λέγουσι τὴν παροιμίαν ʽἄλλος οὗτος Ἡρακλῆς.ʼ ἀνθρώπων ἐγὼ ἀκούω φιλοκινδυνοτάτους εἶναι τοὺς Κελτούς. τῶν ᾀσμάτων γοῦν ὑποθέσεις ποιοῦνται τοὺς ἀνθρώπους τοὺς ἀποθανόντας ἐν τῷ πολέμῳ καλῶς. μάχονται δὲ ἐστεφανωμένοι, ἀλλὰ καὶ τρόπαια ἐγείρουσιν, ἅμα τε ἐπὶ τοῖς πεπραγμένοις σεμνυνόμενοι καὶ ὑπομνήματα αὑτῶν τῆς ἀρετῆς ἀπολείποντες Ἑλληνικῶς. οὕτως δὲ αἰσχρὸν νομίζουσι τὸ φεύγειν, ὡς μηδὲ ἐκ τῶν οἰκιῶν κατολισθανουσῶν καὶ συμπιπτουσῶν ἀποδιδράσκειν, ἀλλὰ μηδὲ πιμπραμένων αὐτῶν περιλαμβανομένους ὑπὸ τοῦ πυρός. πολλοὶ δὲ καὶ ἐπικλύζουσαν τὴν θάλατταν ὑπομένουσιν. εἰσὶ δὲ καὶ οἳ ὅπλα λαμβάνοντες ἐμπίπτουσι τοῖς κύμασι καὶ τὴν φορὰν αὐτῶν ἐσδέχονται, γυμνὰ τὰ ξίφη καὶ τὰ δόρατα προσείοντες, ὥσπερ οὖν ἢ φοβῆσαι δυνάμενοι ἢ τρῶσαι.2

据说克罗顿人米隆因自身体魄强健而心高气傲,遇上了牧牛人蒂托尔摩斯。米隆见蒂托尔摩斯身材魁伟,便想试探其力气。蒂托尔摩斯却说自己并无过人之力,但他走下埃韦诺斯河,脱去外袍,搬起一块巨石,先将它拉向自己,再推开,如此往复两三次;此后他将巨石提起至膝盖高,最后扛在肩上,背着走了约八寻之远才将其掷下;而克罗顿人米隆甚至连搬动那块石头都极为勉强。随后蒂托尔摩斯来到牛群中,站在当中,一把抓住了最大的一头野牛的足部;那牛急欲逃脱,却根本动弹不得。他又以另一只手抓住从旁走过的另一头牛的足部,同样将其牢牢制伏。米隆见状,向天伸出双手喊道:“宙斯啊,莫非你又为我们繁衍出了另一个赫拉克勒斯吗?”据说谚语“此人乃另一赫拉克勒斯”便由此而来。我听闻在所有人当中,凯尔特人最为乐于犯险。无论如何,他们皆以在战争中壮烈牺牲之人作为诗歌的主题。他们戴着花冠作战,并且树立战利品柱,既为自己的功业感到自豪,又仿照希腊人的风俗为自己的勇德留下纪念。他们认为溃逃是极其可耻之事,以至于房屋塌陷倾倒时他们绝不逃离,即便房屋着火自身被烈火吞噬亦不退缩。许多人甚至直面暴涨的海潮而坚守不退。甚至还有人执起兵器冲入浪潮之中,迎击其冲击,挥舞出鞘的刀剑与长矛,就好像真能将波涛吓退或击伤似的。

§12.24

Σμινδυρίδην τὸν Συβαρίτην λέγουσιν ἐπὶ τοσοῦτον τρυφῆς ἐξοκεῖλαι, ὡς ἐς Σικυῶνα αὐτὸν ἀφικέσθαι μνηστῆρα Ἀγαρίστης τῆς Κλεισθένους, καὶ ἐπάγεσθαι χιλίους μὲν μαγείρους, τοσούτους δὲ ὀρνιθευτάς, καὶ ἁλιεῖς χιλίους.

据说叙巴里斯人斯明狄里得斯骄奢淫逸到了极点,以至于他前往西库昂向克利斯提尼之女阿加丽丝特求婚时,竟随行带了一千名厨师、同等数量的捕鸟人以及一千名渔夫。

§12.25

Ὤνηντο ἄρα καὶ Ὀδυσσεὺς Ἀλκίνου καὶ Ἀχιλλεὺς Χείρωνος καὶ Πάτροκλος Ἀχιλλέως καὶ Ἀγαμέμνων Νέστορος καὶ Τηλέμαχος Μενέλεω καὶ Ἕκτωρ Πολυδάμαντος, ἐν οἷς αὐτῷ προσεῖχε, καὶ οἱ Τρῶες Ἀντήνορος. καὶ οἱ Πυθαγόρειοι μὲν ὁμιληταὶ Πυθαγόρου ὤνηντο, οἱ Δημοκρίτειοι δὲ συγγενόμενοι Δημοκρίτῳ πολλῶν ἀπήλαυσαν. Σωκράτει δὲ εἰ προσεῖχον οἱ Ἀθηναῖοι, πάντα ἂν ἐγένοντο εὐδαίμονες. καὶ Ἱέρων δὲ ὁ Δεινομένους Σιμωνίδου τοῦ Κείου ἀπήλαυσε καὶ Πολυκράτης Ἀνακρέοντος, καὶ Ξενοφῶντος Πρόξενος καὶ Ἀντίγονος Ζήνωνος. ἵνα δὲ καὶ τῶν ἐμοὶ προσηκόντων οὐδὲν ἧττον ἤπερ καὶ οἱ Ἕλληνες προσήκουσι μεμνῶμαι3 ʽδιαφέρει δέ μοι καὶ τούτων, εἴ γε Ῥωμαῖός εἰμἰ, καὶ Λεύκολλος Ἀντιόχου τι ὤνητο τοῦ Ἀσκαλωνίτου καὶ Μαικήνας Ἀρείου καὶ Κικέρων Ἀπολλωνίου καὶ ὁ Σεβαστὸς Ἀθηνοδώρου. Πλάτων δὲ ἐμοῦ καίτοι σοφώτερος ὢν λέγει ὅτι καὶ Ζεὺς εἶχε σύμβουλον· τίνα δὲ καὶ ὅπως, παρʼ ἐκείνου μανθάνωμεν.

由此可见,奥德修斯受益于阿尔基诺奥斯,阿喀琉斯受益于喀戎,帕特洛克罗斯受益于阿喀琉斯,阿伽门农受益于涅斯托尔,忒勒玛科斯受益于墨涅拉俄斯,赫克托耳受益于波吕达马斯(在其听从他意见之事上),而特洛伊人亦受益于安忒诺尔。毕达哥拉斯的门徒受益于毕达哥拉斯,德谟克利特派之人与德谟克利特相交,亦获得了诸多益处。雅典人若听从苏格拉底之言,本可在一切事上获得幸福。戴诺墨涅斯之子希厄隆亦受益于凯奥斯岛的西摩尼得斯,波吕克拉特斯受益于阿那克里翁,普罗克塞诺斯受益于色诺芬,安提柯受益于芝诺。为了使我亦能提及那些与我休戚相关之人,正如希腊人与我有关一样——若我果真是罗马人,这些人对我亦至关紧要——卢库鲁斯亦从阿斯卡隆的安条克那里有所获益,梅塞纳斯受益于阿里乌斯,西塞罗受益于阿波罗尼乌斯,奥古斯都受益于雅典诺多罗斯。然而柏拉图虽比我智慧,却说连宙斯亦有一位谏臣;至于是何人以及如何为之,且让我们向他请教。

§12.26

Ποτίστατοι γεγόνασιν ἄνθρωποι ὥς φασι Ξεναγόρας ὁ Ῥόδιος, ὃν ἐκάλουν Ἀμφορέα, καὶ Ἡρακλείδης ὁ πύκτης, καὶ Πρωτέας ὁ Λανίκης μὲν υἱός, Ἀλεξάνδρου δὲ τοῦ βασιλέως σύντροφος. καὶ αὐτὸς δὲ Ἀλέξανδρος λέγεται πλεῖστον πιεῖν ἀνθρώπων.

据说世人中饮酒最多者,乃被称为“双耳细颈瓮”的罗得岛人策纳戈拉斯、拳击手赫拉克利得斯,以及拉妮克之子兼亚历山大大帝乳兄弟普罗忒亚斯。连亚历山大本人据说亦是所有人中酒量最大的。

§12.27

ἡμερώτατά φασι τὸν Ἡρακλῆ προσενεχθῆναι τοῖς ἑαυτοῦ πολεμίοις· πρῶτον γὰρ τῶν ἐξ αἰῶνος νεκροὺς ὑποσπόνδους ἀποδοῦναι ταφησομένους, εἰωθότων τῶν τότε ὀλιγωρεῖν τῶν ἀνῃρημένων καὶ ἀπολείπειν αὐτοὺς κυνῶν δεῖπνον εἶναι.

据说赫拉克勒斯对待敌人极为仁厚;因为在整个人类历史上,他是首位依约交还阵亡者遗体以供安葬之人,而当时的人素来漠视阵亡者,任其遗弃荒野成为群犬的盘中之餐。

§12.28

Λεωκόριον Ἀθήνησιν ἐκαλεῖτο τὸ τέμενος τῶν Λεὼ θυγατέρων Πραξιθέας καὶ Θεόπης καὶ Εὐβούλης. ταύτας δὲ ὑπὲρ τῆς πόλεως τῆς Ἀθηναίων ἀναιρεθῆναι λόγος ἔχει, ἐπιδόντος αὐτὰς τοῦ Λεὼ ἐς τὸν χρησμὸν τὸν Δελφικόν. ἔλεγε γὰρ μὴ ἂν ἄλλως σωθῆναι τὴν πόλιν, εἰ μὴ ἐκεῖναι σφαγιασθεῖεν.4

在雅典,莱俄斯诸女——普拉克西忒亚、忒奥佩与欧布勒——的圣所被称为“莱俄科里翁”。相传她们为雅典城邦献出了生命,因莱俄斯依照德尔斐神谕将她们献出;因为神谕宣称,若非将她们献祭,城邦绝不能获救。

§12.29

Πλάτων ὁ Ἀρίστωνος ἰδὼν Ἀκραγαντίνους καὶ οἰκοδομοῦντας πολυτελῶς καὶ ὁμοίως δειπνοῦντας εἶπεν ὅτι ἄρα οἱ Ἀκραγαντῖνοι οἰκοδομοῦσι μὲν ὡς ἀεὶ βιωσόμενοι, δειπνοῦσι δὲ ὡς αὔριον τεθνηξόμενοι. λέγει δὲ Τίμαιος ὅτι καὶ ἀργυραῖς ληκύθοις καὶ στλεγγίσιν ἐχρῶντο καὶ ἐλεφαντίνας κλίνας εἶχον ὅλας.

阿里斯同之子柏拉图见阿克拉加斯人营建奢华且饮食同样豪奢,便说道:阿克拉加斯人建造房屋犹如将永生不死,进餐却犹如明日便要丧命。蒂迈欧亦说,他们甚至使用银质油瓶与刮垢板,并拥有纯象牙制成的睡榻。

语法注4 条
  1. 12.22μὴ τοῦτον Ἡρακλῆ ἡμῖν ἕτερον ἔσπειρας;

    直接疑问句中的否定词 μή 常用于表达带有迟疑、惊愕或担忧情绪的问句,通常期待否定回答(“难道/莫非……不成?”)。此处表达了米隆在目睹蒂托尔摩斯超绝神力后的震惊与敬畏,探询神明是否又繁衍出了另一位赫拉克勒斯。

  2. 12.23ὥσπερ οὖν ἢ φοβῆσαι δυνάμενοι ἢ τρῶσαι

    分词 δυνάμενοι 与 ὥσπερ 连用,构成情态分词结构,表示当事人的主观企图或虚妄设想(“就好像真能吓退或击伤它们一样”),而非客观事实。小词搭配 ὥσπερ οὖν 强调了凯尔特人这种鲁莽举动背后看似坚定的主观幻觉。

  3. 12.25ἵνα δὲ καὶ τῶν ἐμοὶ προσηκόντων οὐδὲν ἧττον ἤπερ καὶ οἱ Ἕλληνες προσήκουσι μεμνῶμαι

    由 ἵνα 引导的从句在此作独立目的从句,省略了支配的主句动词,用来表达说话人的陈述意图(“为了使我也能提及……”)。μεμνῶμαι 是 μιμνῄσκομαι 的完成时中动态虚拟语气第一人称单数。经过括号内的插入语(διαφέρει δέ μοι...)之后,话语直接转入历史事例(καὶ Λεύκολλος...),形成了意断(破格,anacoluthon)的句式结构。

  4. 12.28ἔλεγε γὰρ μὴ ἂν ἄλλως σωθῆναι τὴν πόλιν, εἰ μὴ ἐκεῖναι σφαγιασθεῖεν

    此为转入间接引语的条件句。其直接引语原本为:οὐκ ἂν ἄλλως σωθείη ἡ πόλις, εἰ μὴ ἐκεῖναι σφαγιασθεῖεν(表潜在或对未来的弱假设愿望语气)。受到叙述动词 ἔλεγε(主语为德尔斐神谕)的支配,主句谓语转为带有 ἄν 的不定式(μὴ ἂν σωθῆναι),而条件从句则保留了转述性愿望语气(σφαγιασθεῖεν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:12.22-12.29