← 克劳狄乌斯·埃利安

杂闻轶事

§12.14-12.21

英雄之美貌与名士童趣及斯巴达母亲

作者记述了阿尔基比亚德斯与亚历山大等人的容貌、赫拉克勒斯与苏格拉底等名士与孩童嬉戏的轶事、亚历山大对诸位部将的猜忌、德米特里与名妓拉米亚、帕翁的美貌与横死、两位同名萨福、夜莺与燕子少眠的传说,以及斯巴达母亲检视阵亡儿子伤口的情形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.14

ὡραιότατοι καὶ ἐρασμιώτατοι λέγονται γενέσθαι Ἑλλήνων μὲν Ἀλκιβιάδης, Ῥωμαίων δὲ Σκηπίων. λέγουσι δὲ Δημήτριον τὸν Πολιορκητὴν ὥρας ἀμφισβητῆσαι. Ἀλέξανδρον δὲ τὸν Φιλίππου ἀπραγμόνως ὡραῖον γενέσθαι λέγουσι· τὴν μὲν γὰρ κόμην ἀνασεσύρθαι αὐτῷ, ξανθὴν δὲ εἶναι· ὑπαναφύεσθαι δέ τι ἐκ τοῦ εἴδους φοβερὸν τῷ Ἀλεξάνδρῳ λέγουσιν.

据说在希腊人中阿尔基比亚德斯、在罗马人中西庇阿最为俊美且最惹人喜爱。人们还说,德米特里·波利奥克特斯亦在容貌上与之争胜。人们又说,腓力之子亚历山大生得天生俊美,毫不矫揉;因为他的头发向后翻起,且呈金黄色;但人们说亚历山大的相貌中自生出一种威严可怖之相。

§12.15

τὸν Ἡρακλῆ λέγουσι τὰς ἐν τοῖς ἄθλοις σπουδὰς διαναπαύειν ταῖς παιδιαῖς. ἔπαιζε δὲ ἄρα ὁ Διὸς καὶ Ἀλκμήνης μετὰ παιδίων πάνυ σφόδρα. τοῦτό τοι καὶ ὁ Εὐριπίδης ἡμῖν ὑπαινίττεται, ποιήσας τὸν αὐτὸν τοῦτον θεὸν λέγοντα "παίζω· μεταβολὰς γὰρ πόνων ἀεὶ φιλῶ." λέγει δὲ τοῦτο παιδίον κατέχων. καὶ Σωκράτης δὲ κατελήφθη ποτὲ ὑπὸ Ἀλκιβιάδου παίζων μετὰ Λαμπροκλέους ἔτι νηπίου. Ἀγησίλαος δὲ κάλαμον περιβὰς ἵππευε μετὰ τοῦ υἱοῦ παιδὸς ὄντος, καὶ πρὸς τὸν γελάσαντα εἶπε ʽνῦν μὲν σιώπα, ὅταν δὲ γένῃ πατὴρ αὐτός, τότε ἐξαγορεύσεις.ʼ ἀλλὰ καὶ Ἀρχύτας ὁ Ταραντῖνος, πολιτικός τε καὶ φιλόσοφος ἀνὴρ γενόμενος, πολλοὺς ἔχων οἰκέτας, τοῖς αὐτῶν παιδίοις πάνυ σφόδρα ἐτέρπετο μετὰ τῶν οἰκοτρίβων παίζων· μάλιστα δὲ ἐφίλει τέρπεσθαι αὐτοῖς ἐν τοῖς συμποσίοις.

人们说赫拉克勒斯常以游戏来纾解劳作中的劳碌。宙斯与阿尔克墨涅之子确实极为起劲地与幼童嬉戏。欧里庇得斯亦向我们暗示了这一点,他让这位神祇说道: “我在嬉戏;因为我素爱辛劳的转换。” 他说这话时正抱着一个幼童。苏格拉底有一次在兰普罗克勒斯尚为幼童时与他嬉戏,亦被阿尔基比亚德斯撞见。阿格西劳斯跨在芦苇上,在儿子尚是孩童时与他玩骑马游戏,并对发笑之人说道:“此刻暂且噤声;当你自己成为父亲之时,那时再说出去吧。”此外,塔兰托的阿契塔身为政治家兼哲学家,虽蓄有众多家奴,却极喜爱他们的幼童,常与家生奴仆一同玩耍;他尤其喜好在宴席间与他们同乐。

§12.16

λέγεται Ἀλέξανδρος ὁ Φιλίππου ζηλοτυπώτατα πρὸς τοὺς ἑταίρους διατεθῆναι καὶ βασκαίνειν μὲν πᾶσιν, οὐ μὴν διὰ τὰς αὐτὰς αἰτίας. ἤχθετο γὰρ Περδίκκᾳ μὲν ὅτι ἦν πολεμικός, Λυσιμάχῳ δὲ ἐπεὶ στρατηγεῖν ἀγαθὸς ἐδόκει, Σελεύκῳ δὲ ἐπεὶ ἀνδρεῖος ἦν· Ἀντιγόνου δὲ αὐτὸν ἐλύπει τὸ φιλότιμον, Ἀντιπάτρου δὲ ἤχθετο τῷ ἡγεμονικῷ, Πτολεμαίου δὲ τὸ δεξιὸν ὑφεωρᾶτο, Ταρρίου δὲ ἐδεδίει τὸ ἄτακτον, τό γε μὴν νεωτεροποιὸν Πείθωνος.

据说腓力之子亚历山大对待自己的同伴极怀嫉妒之心,对所有人皆怀嫉视,然而其缘由却各不相同。因为他厌烦佩尔狄卡斯,是因其善战;厌烦利西马科斯,是因其看似长于统帅;厌烦塞琉古,是因其英勇;安提柯的雄心使他苦恼,安提帕特的统帅威仪令他不快,托勒密的敏锐受他暗中猜忌,塔利亚斯的桀骜不驯使他畏惧,而培松的图谋变乱之意亦为他所惧。

§12.17

ὅτι Δημήτριος τοσούτων ἐθνῶν ἡγεμονεύων ἐφοίτα ἐς Λαμίας1 τῆς ἑταίρας σὺν τοῖς ὅπλοις καὶ φορῶν τὸ διάδημα. αἴσχιστον μὲν οὖν ἦν αὐτῷ καὶ οἴκαδε μεταπέμψασθαι τὴν ἄνθρωπον· ὃ δὲ παρʼ ἐκείνην ἐφοίτα φανερῶς. ἀλλʼ ἔγωγε Θεόδωρον ἂν τὸν αὐλητὴν προτιμήσαιμι τοῦ Δημητρίου, ἐπεὶ τὸν Θεόδωρον μετεπέμπετο ἡ Λάμια, ὃ δὲ ὑπερεῖδε τὴν κλῆσιν.

统治如此众多民族的德米特里,竟全副披甲并佩戴王冠前往名妓拉米亚的住所。本来自家召见这妇人对他而言已是极度可耻,但他却公然前往她的住所。然而依我之见,我宁可推崇笛手忒奥多罗斯胜于德米特里,因为拉米亚曾召请忒奥多罗斯,他却蔑视了这一召请。

§12.18

τὸν Φάωνα κάλλιστον ὄντα ἀνθρώπων ἡ Ἀφροδίτη ἐν θριδακίναις ἔκρυψε. λόγος δὲ ἕτερος ὅτι ἦν πορθμεὺς καὶ εἶχε τοῦτο τὸ ἐπιτήδευμα. ἀφικνεῖται δέ ποτε ἡ Ἀφροδίτη διαπλεῦσαι βουλομένη, ὃ δὲ ἀσμένως ἐδέξατο, οὐκ εἰδὼς ὅστις ἦν, καὶ σὺν πολλῇ τῇ φροντίδι ἤγαγεν ὅποι ποτὲ ἐβούλετο. ἀνθʼ ὧν2 ἡ θεὸς ἔδωκεν ἀλάβαστρον αὐτῷ, καὶ εἶχεν αὕτη μύρον, ᾧ χριόμενος ὁ Φάων ἐγένετο ἀνθρώπων κάλλιστος· καὶ ἤρων γε αἱ γυναῖκες αὐτοῦ αἱ Μυτιληναίων. τά γε μὴν τελευταῖα ἀπεσφάγη μοιχεύων ἁλούς.

帕翁本是人间最为俊美之人,阿佛洛狄忒曾将他藏于莴苣丛中。另有一说是他本为渡工,以此为业。有一次阿佛洛狄忒欲渡海而来,他欣然接纳,不知其为何人,并极尽周全地将其送至她所愿去之处。为此女神赐予他一只雪花石膏瓶,内贮香膏,帕翁以此涂身便成为人间最美之人;米蒂利尼的妇人们皆恋慕他。然而最终,他在通奸被擒时遭割喉处死。

§12.19

τὴν ποιήτριαν Σαπφώ, τὴν Σκαμανδρωνύμου θυγατέρα, ταύτην καὶ Πλάτων ὁ Ἀρίστωνος σοφὴν ἀναγράφει. πυνθάνομαι δὲ ὅτι καὶ ἑτέρα ἐν τῇ Λέσβῳ ἐγένετο Σαπφώ, ἑταίρα, οὐ ποιήτρια.

女诗人萨福,斯卡曼德罗纽摩斯之女,阿里斯同之子柏拉图亦记述她为智慧之人。但我得知在莱斯博斯岛上还有另一位名为萨福的女子,是一位名妓,而非诗人。

§12.20

λέγει Ἡσίοδος, τὴν ἀηδόνα μόνην ὀρνίθων ἀμοιρεῖν ὕπνου καὶ διὰ τέλους ἀγρυπνεῖν. τὴν δὲ χελιδόνα οὐκ ἐς τὸ παντελὲς ἀγρυπνεῖν καὶ ταύτην, ἀποβεβληκέναι δὲ τοῦ ὕπνου τὸ ἥμισυ. τιμωρίαν δὲ ἄρα ταύτην ἐκτίνουσι διὰ τὸ πάθος τὸ ἐν Θρᾴκῃ κατατολμηθὲν τὸ ἐς τὸ δεῖπνον ἐκεῖνο τὸ ἄθεσμον.

赫西俄德说,在鸟类之中唯有夜莺全无睡眠,始终保持清醒。燕子虽非完全失眠,但也已丧失了一半的睡眠。原来她们受此惩罚,是因为在色雷斯那场违逆人伦的宴席中所犯下的惨剧。

§12.21

αἱ Λακεδαιμονίων μητέρες, ὅσαι ἐπυνθάνοντο τοὺς παῖδας αὑτῶν ἐν τῇ μάχῃ κεῖσθαι, ἀλλὰ αὗταί γε ἀφικόμεναι τὰ τραύματα αὐτῶν ἐπεσκόπουν τά τε ἔμπροσθεν καὶ τὰ ὄπισθεν. καὶ εἰ ἦν πλείω τὰ ἐναντία, αἳ δὲ γαυρούμεναι καὶ σεμνὸν ἅμα καὶ βλοσυρὸν ὁρῶσαι τοὺς παῖδας ἐς τὰς πατρῴας ἔφερον ταφάς· εἰ δὲ ἑτέρως εἶχον τῶν τραυμάτων,3 ἐνταῦθα αἰδούμεναι καὶ θρηνοῦσαι καὶ ὡς ἔνι μάλιστα λαθεῖν σπεύδουσαι ἀπηλλάττοντο, καταλιποῦσαι τοὺς νεκροὺς ἐν τῷ πολυανδρίῳ θάψαι,4 ἢ λάθρᾳ ἐς τὰ οἰκεῖα ἠρία ἐκόμιζον αὐτούς.

斯巴达的母亲们凡闻知自己的儿子阵亡于战场,便赶来检视其伤口,既察看前身亦察看后背。若是正面的伤口居多,她们便满怀骄傲,神情庄重而严峻地将儿子抬往祖传墓穴;但若伤口情形相反,她们便羞愧哀号,极力避人耳目地仓皇离去,将尸体留于公众墓地埋葬,或者秘密地将其运往家族墓穴。

语法注4 条
  1. 12.17ἐς Λαμίας

    ἐς Λαμίας:介词 εἰς(ἐς)后接人名属格是表示“前往某人之家”的固定省略习语,此处意为“前往拉米亚(Λαμίας)家中”。

  2. 12.18ἀνθʼ ὧν

    这是 ἀντὶ τούτων ὧν(“作为对这些事的报答”)的缩略合并关系句结构,起副词作用,意为“作为对此的报答”或“因此”。

  3. 12.21εἰ δὲ ἑτέρως εἶχον τῶν τραυμάτων

    动词 ἔχω 与副词 ἑτέρως 连用表示“处于不同状态”;属格 τῶν τραυμάτων 在此充当限制属格或关系属格(“就伤口而言”),附属于该动词副词短语。

  4. 12.21καταλιποῦσαι τοὺς νεκροὺς ἐν τῷ πολυανδρίῳ θάψαι

    不定词 θάψαι 在此作目的不定词,修饰分词 καταλιποῦσαι,表示“将尸体留下(由他人)埋葬于公众墓地”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:12.14-12.21