← 克劳狄乌斯·埃利安

杂闻轶事

§12.2-12.13

埃帕米农达的遗言与古代杂闻逸事

本段记述了埃帕米农达临终前的媾和劝告,关于古代人物与习俗的简短轶事,克列奥美涅斯与提美西亚斯的故事,埃吉纳的强盛,戈尔廷对通奸者的惩处,以及格娜泰娜的机智巧对。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.2

(译文中已并入上一段)
§12.3

Ἐπαμεινώνδας ὅτε ἐτρώθη ἐν Μαντινείᾳ καιρίαν, ἐς τὴν σκηνὴν κομισθεὶς ἔτι ἔμπνους Δαΐφαντον ἐκάλει, ἵνα ἀποδείξῃ στρατηγόν· οἵ δὲ ἔφασαν τεθνάναι τὸν ἄνδρα. εἶτα Ἰολαΐδαν καλεῖν διὰ ταχέων ἠξίου. ἐπεὶ δὲ καὶ αὐτὸς ἐλέχθη τεθνάναι, συνεβούλευσε διαλύσασθαι πρὸς τοὺς πολεμίους καὶ φιλίαν θέσθαι, ὡς μηκέτι στρατηγοῦ καταλελειμμένου ἐν Θήβαις.1

当埃帕米农达在曼提尼亚受了致命伤,在尚有气息时被抬入营帐,他召唤戴凡托斯,意欲任命其为将领;众人却说此人已阵亡。随后,他要求尽快召唤约莱达斯。当得知此人亦已战死后,他便劝告众人与敌人媾和并建立友好关系,理由是底比斯城内已再无将领留存。

§12.4

φασὶν Αἰγύπτιοι Σέσωστριν παρʼ Ἑρμοῦ τὰ νόμιμα ἐκμουσωθῆναι.

埃及人说,塞索斯特里斯是从赫尔墨斯那里领受了律法的教谕。

§12.5

ὅτι Λαῒς ἡ ἑταίρα, ὥς φησιν Ἀριστοφάνης ὁ Βυζάντιος, καὶ Ἀξίνη ἐκαλεῖτο. ἤλεγχε δὲ αὐτῆς τὸ ἐπώνυμον τοῦτο τὴν τοῦ ἤθους ἀγριότητα.

正如拜占庭的阿里斯托芬所言,名妓拉伊丝亦被称为“战斧”。这一外号揭示了她性情的暴烈。

§12.6

ὅτι γελᾶν ἔξεστιν ἐπὶ τοῖς μέγα φρονοῦσι διὰ τοὺς πατέρας, εἴ γε ἐν Ῥωμαίοις μὲν Μαρίου τὸν πατέρα οὐκ ἴσμεν, αὐτὸν δὲ θαυμάζομεν διὰ τὰ ἔργα· Κάτωνος δὲ τοῦ πρεσβυτέρου καὶ αὐτοῦ τὸν πατέρα ἀναζητεῖν χρή.

人们大可嘲笑那些因父辈而自命不凡之辈,既然在罗马人之中我们并不知晓马略的父亲是谁,却因其功绩而赞赏其本人;至于大加图,人们同样需要费心搜寻其父亲的身世。

§12.7

ὅτι Ἀλέξανδρος τὸν Ἀχιλλέως τάφον ἐστεφάνωσε καὶ Ἡφαιστίων τὸν τοῦ Πατρόκλου, αἰνιττόμενος ὅτι καὶ αὐτὸς ἦν ἐρώμενος τοῦ Ἀλεξάνδρου, ὥσπερ Ἀχιλλέως ὁ Πάτροκλος.

亚历山大为阿喀琉斯的墓献上花冠,而赫费斯提翁为帕特罗克洛斯的墓献上花冠,以此暗示他自己也是亚历山大的爱侣,正如帕特罗克洛斯之于阿喀琉斯一样。

§12.8

Κλεομένης ὁ Λάκων τῶν ἑταίρων τῶν αὑτοῦ παραλαβὼν Ἀρχωνίδην κοινωνὸν ἐποιεῖτο τῶν πραγμάτων. ἐπώμνυεν οὖν, εἰ κατάσχοι, πάντα σὺν τῇ αὐτοῦ κεφαλῇ πράττειν.2 κατασχὼν οὖν τὴν ἀρχήν, ἀποκτείνας τὸν ἑταῖρον αὑτοῦ καὶ ἀποκρίνας τὴν κεφαλὴν καὶ μέλιτι ἐμβαλών, ὁπότε μέλλοι τι πράττειν, τῷ ἀγγείῳ προσκύψας ἔλεγεν ὅσα ἔπραττε, λέγων μὴ παρασπονδεῖν μηδὲ ἐπιορκεῖν, βουλεύεσθαι δὲ μετὰ τῆς Ἀρχωνίδου κεφαλῆς.

斯巴达人克列奥美涅斯从自己的同伴中选拔阿孔尼德斯,使其参与国政。他于是发誓,若自己夺取政权,必与他的头颅共决一切。当他夺取政权后,便杀害了自己的同伴,割下其头颅浸入蜂蜜之中;每当他意欲有所作为时,便俯身对着器皿述说自己所行之事,声称自己并未背盟亦未毁誓,而是在与阿孔尼德斯的头颅共同商议。

§12.9

Τιμησίας ὁ Κλαζομένιος καλῶς ἐξηγήσατο τῶν Κλαζομενίων· ἦν γὰρ τῶν ἀγαθῶν ἀνδρῶν. ὅς γε μὴν εἴωθε κατισχύειν τῶν τοιούτων φθόνος, καὶ τοῦ Τιμησίου κατεκράτει. καὶ τὰ μὲν πρῶτα ὀλίγον ἔμελε φθονουμένῳ αὐτῷ, τῆς δὲ πατρίδος αὐτὸν ἐξελάσαι ἐκεῖνό φασι. παρῄει διὰ διδασκαλείου· οἱ δὲ παῖδες ἀφεθέντες ὑπὸ τοῦ διδασκάλου ἔπαιζον. γίνεται δὲ δύο παίδων ὑπὲρ γραμμῆς φιλοτιμία, καὶ ὁ εἷς ἐπώμοσεν ʽοὕτω ἐγὼ Τιμησίου τὸν ἐγκέφαλον ἐξαράξαιμι.ʼ τοῦτο ἐκεῖνος ἀκούσας καὶ ὑπολαβὼν ἀκρατῶς ἔχειν φθόνου καὶ δεινῶς ὑπὸ τῶν πολιτῶν μεμισῆσθαι, εἴ γε καὶ οἱ παῖδες αὐτὸν μισοῦσι, μήτι γοῦν οἱ ἄνδρες,3 ἑκὼν ἀπῆλθε τῆς πατρίδος.

克拉佐美奈的提美西亚斯极好地统领了克拉佐美奈人;因为他本是贤良之士。然而,素来易于压倒此类人物的嫉妒,亦征服了提美西亚斯。起初,对于受人嫉妒他并不在意,但人们说,是下述变故将他逐出了祖国。他途经一所学堂,那里的学童刚被塾师放学而在玩耍。两个学童因划界而起争端,其中一人起誓道:“愿我能这般击碎提美西亚斯的大脑!”他听闻此言,料想自己已处于不可遏制的嫉妒之中,且遭受公民们的极度憎恨——若连孩童都憎恨他,成年人更不必言——于是他自愿离开了祖国。

§12.10

Αἰγινῆταί ποτε ἐδυνήθησαν τὰ μέγιστα ἐν τοῖς Ἕλλησιν, εὐπορίαν τινὰ χρημάτων καὶ εὐκαιρίαν λαχόντες· δύναμιν γὰρ ναυτικὴν ἔσχον καὶ ἦσαν μέγιστοι. ἀλλὰ καὶ ἐν τοῖς Περσικοῖς ἀγαθοὶ ἐγένοντο, καὶ διὰ ταῦτα καὶ τῶν ἀριστείων ἠξιώθησαν. καὶ πρῶτοι νόμισμα ἔκοψαν τὸ καὶ ἐξ αὐτῶν κληθὲν νόμισμα Αἰγιναῖον.

埃吉纳人曾一度在希腊人中最为强大,因他们坐拥丰厚资财与良好机运;他们拥有海军力量且位居极盛。而且在希波战争中他们亦作战勇敢,为此被评为当享头功。他们还是最早铸造钱币之人,这种钱币亦因他们而得名为埃吉纳钱币。

§12.11

ὅτι Ῥωμαῖοι ὑπὸ τῷ λόφῳ τῷ Παλλαντίῳ Πυρετοῦ καὶ νεὼν καὶ βωμὸν ἱδρύσαντο.

罗马人在帕拉蒂尼山丘之下为发烧女神修建了神庙与祭坛。

§12.12

μοιχὸς ἐν Γορτύνῃ ἁλοὺς ἐπὶ τὰς ἀρχὰς ἤγετο, εἶτα ἐλεγχθεὶς ἐστεφανοῦτο ἐρίῳ. ἐνόει δὲ τοῦτο τὸ στεφάνωμα αὐτῷ ὅτι ἄνανδρός ἐστι καὶ γύννις καὶ ἐς γυναῖκας μάχλος. καὶ ἐπιπράσκετο δημοσίᾳ καὶ ἀτιμότατος ἦν καὶ οὐδενός οἱ μετῆν τῶν κοινῶν.

在戈尔廷,通奸者一旦被捕获,便被押解至官署,经查证属实后便被戴上羊毛冠。这顶冠冕向他表明,他全无男子气概,柔靡懦弱,且极度沉溺于女色。他被公开变卖为奴,沦为极度可耻之人,不得参与任何公共事务。

§12.13

ἀφίκετο ἐξ Ἑλλησπόντου παρὰ τὴν Ἀττικὴν ἑταίραν τὴν Γνάθαιναν ἐραστὴς ἀνὴρ κατὰ κλέος αὐτῆς. παρὰ πότον οὖν πολὺς ἦν λαλῶν, καὶ ἐδόκει φορτικός. ὑπολαβοῦσα οὖν ἡ Γνάθαινα πρὸς αὐτὸν ἔφατο ʽεἶτα σὺ μέντοι λέγεισʼ ʽἥκειν ἐξ Ἑλλησπόντου;ʼ τοῦ δὲ ὁμολογήσαντος ʽκαὶ πῶςʼ εἶπεν ʽοὐκ ἔγνως τῶν ἐκεῖ πόλεων τὴν πρώτην;ʼ τοῦ δὲ εἰπόντος ʽκαὶ τίς ἐστιν αὕτη;ʼ ἣ δὲ ἀπεκρίνατο ʽΣίγειον.ʼ καὶ ἐμμελῶς διὰ τοῦ ὀνόματος κατεσίγασεν ἄρα αὐτόν.

有一追求者因仰慕阿提卡名妓格娜泰娜的声名,自赫勒斯滂赶来拜访她。饮宴之间他高谈阔论,显得粗俗不逊。格娜泰娜于是打断他说道:“那么你果真说是从赫勒斯滂来的吗?”在他表示认可后,她又道:“那你怎会不知那里的第一座城邦呢?”在他问道“那究竟是哪一座城邦”时,她回答道:“西盖翁。”于是她巧妙地借由这一城名使他闭口缄默。

语法注4 条
  1. 12.3ὡς μηκέτι στρατηγοῦ καταλελειμμένου ἐν Θήβαις

    带有连词 ὡς 的属格独立结构,表示主句主语(埃帕米农达)主观认定的理由或见解:“鉴于/认为底比斯城内已再无将领留存”。

  2. 12.8εἰ κατάσχοι, πάντα σὺν τῇ αὐτοῦ κεφαλῇ πράττειν

    间接引语中的条件从句。祈愿式 κατάσχοι 是直接引语中假设表达(如 ἐὰν κατάσχω)的转化形式。短语 σὺν τῇ αὐτοῦ κεφαλῇ 在惯用法中意为“与他本人共决/与他的性命相伴”,克列奥美涅斯却将其诡辩式地曲解为字面意义上“被砍下的头颅”。

  3. 12.9μήτι γοῦν οἱ ἄνδρες

    省略句结构,等同于 μήτι γε δή,意为“更不必说/遑论(成年人)”(承前省略动词 μισοῦσι)。用以呼应前文的 εἴ γε καὶ οἱ παῖδες αὐτὸν μισοῦσι(“既然连孩童都憎恨他”),强化对比语气。

  4. 12.13Σίγειον

    此处借由特罗阿斯地区的城邦名“西盖翁”(Σίγειον)与意为“沉默”的名词 σιγή(或动词 σιγάω)构成谐音双关,紧扣下文的 κατεσίγασεν(“使他闭口缄默”)。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:12.2-12.13