← 克劳狄乌斯·埃利安

杂闻轶事

§12.1#3

阿斯帕西娅的克己与慰藉阿尔塔薛西斯

阿斯帕西娅将居鲁士赠予的项链转让给太后帕律萨提斯,并将还礼的资财转交居鲁士充作军需,因而备受赞誉。居鲁士战死后,她深得阿尔塔薛西斯专宠,并在国王痛失心爱宦官时独力给予了有效的宽慰。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1#3

ἀλλὰ τοῦτον μὲν ἀπόπεμψον ἐκείνῃ, Κῦρε· ἐγὼ δέ σοι καὶ ἄνευ τούτου παρέξω καλὸν τὸν τράχηλον.ʼ Ἀσπασία μὲν οὖν μεγαλοφρόνως καὶ ὑπὲρ τὰς γυναῖκας βασιλικῶς τὰ ἐναντία ἔδρασεν ἤπερ εἰώθασι γυναῖκες δρᾶν· φιλόκοσμοι γάρ εἰσι δεινῶς· ὁ δὲ Κῦρος ἡσθεὶς τῇ ἀποκρίσει τὴν μὲν Ἀσπασίαν κατεφίλησεν, αὐτὰ δὲ ἕκαστα καὶ τῶν πραχθέντων καὶ τῶν λεχθέντων ἐς ἐπιστολὴν ἐγγράψας ἀπέπεμψε πρὸς τὴν μητέρα σὺν τῷ ὅρμῳ. καὶ ἡ Παρύσατις λαβοῦσα τὸ δῶρον οὐδὲν ἔλαττον ἥσθη τοῖς ἐπεσταλμένοις ἢ τῷ χρυσῷ· καὶ ὑπὲρ τούτων ἠμείψατο τὴν Ἀσπασίαν μεγάλοις δώροις καὶ βασιλικοῖς· ηὔφρανε γὰρ αὐτὴν μάλιστα ἐκεῖνο, ὅτι καίτοι πάνυ σφόδρα εὐδοκιμοῦσα παρὰ τῷ παιδὶ αὐτῆς ἡ Ἀσπασία, ὅμως ἐν τῷ φιλεῖσθαι ὑπὸ Κύρου ἐβούλετο τῆς Κῦρον τεκούσης ἡττᾶσθαι.1 ἐπῄνεσε μὲν οὖν Ἀσπασία τὰ δῶρα, οὐ μὴν ἔφατο αὐτῶν δεῖσθαι, ἐπεὶ καὶ χρήματα ἧκεν αὐτῇ μετὰ τῶν δώρων πάμπολλα· ἀπέστειλε δὲ Κύρῳ, ἐπειποῦσα ʽπολλοὺς ἀνθρώπων τρέφοντί σοι γένοιτο ἂν ταῦτα λυσιτελῆ· ἐμοὶ δὲ σὺ ἀρκεῖς φιλούμενος, καὶ κόσμος μοι εἶ σύ.ʼ καὶ ἐκ τούτων οὖν ὥσπερ εἰκὸς τὸν Κῦρον ἐξέπληξε, καὶ ἀναμφιλόγως ἐθαυμάζετο ἥδε ἡ γυνὴ καὶ διὰ τὸ κάλλος τὸ τοῦ σώματος καὶ ἔτι μᾶλλον διὰ τὴν εὐγένειαν τῆς ψυχῆς. ὅτε δὲ ἀνῃρέθη Κῦρος ἐν τῇ πρὸς τὸν ἀδελφόν μάχῃ, καὶ ἑάλω τὸ στρατόπεδον τοῦ Κύρου, μετὰ καὶ τῶν ἄλλων λαφύρων καὶ αὐτὴ ἑάλω, οὐκ εἰκῇ καὶ ὡς ἔτυχεν ἐμπεσοῦσα ἐς τοὺς πολεμίους, ἀλλʼ ἀνεζήτησεν αὐτὴν σὺν πολλῇ τῇ φροντίδι ὁ βασιλεὺς Ἀρταξέρξης· ᾔδει γὰρ αὐτῆς τὸ κλέος καὶ τὴν ἀρετήν. ἐπεὶ δὲ αὐτὴν ἤγαγον δεδεμένην, ἠγανάκτει καὶ τοὺς μὲν τοῦτο δράσαντας ἐς δεσμωτήριον ἐνέβαλε, προσέταξε δὲ αὐτῇ δοθῆναι κόσμον πολυτελῆ. ἣ δὲ ἄκουσα καὶ ποτνιωμένη καὶ δακρύουσα ἐπὶ πολλοῖς ἐβιάσθη τὴν ἐκ βασιλέως στολὴν ἐνδῦναι· ἐθρήνει γὰρ ἰσχυρῶς τὸν Κῦρον· ἐνδῦσα δὲ ἐφάνη καλλίστη γυναικῶν, καὶ παραχρῆμα ὁ Ἀρταξέρξης ἐφλέγετο καὶ κατετήκετο, καὶ πρώτην γε τῶν γυναικῶν ἦγε, καὶ ἐς ὑπερβολὴν ἐτίμα διʼ ὧν ἔσπευδεν αὐτῇ χαρίζεσθαι, θαρρῶν ὅτι Κύρου μὲν ἀναπείσει ἐπιλαθέσθαι αὐτήν, διδάξει δʼ αὐτὸν φιλεῖν οὐδὲν ἐκείνου ἧττον. καὶ ἔτυχε μὲν τῆς ἐλπίδος, ὀψὲ δὲ καὶ βραδέως· δεινὴ γὰρ ἡ ἐς Κῦρον εὔνοια ἐντακεῖσα τῇ Ἀσπασίᾳ δυσέκνιπτον ὡς ὅτι μάλιστα2 τὸ φίλτρον ἐνείργαστο αὐτῇ. χρόνῳ δὲ ὕστερον Τιριδάτης ὁ εὐνοῦχος ἀποθνήσκει, κάλλιστος τῶν ἐν τῇ Ἀσίᾳ καὶ ὡραιότατος γενόμενος· κατέστρεψε δὲ ἄρα οὗτος τὸν βίον μειρακιούμενος καὶ ἐκ τῆς παιδικῆς ἡλικίας ἀνατρέχων, ἐλέγετο δὲ αὐτοῦ ἐρᾶν ὁ βασιλεὺς ἀνδρειότατα. ἐκ δὴ τούτων ἐπένθει βαρύτατα καὶ δριμύτατα ἤλγει, καὶ δημοσίᾳ κατὰ πᾶσαν τὴν Ἀσίαν πένθος ἦν, χαριζομένων ἁπάντων βασιλεῖ τοῦτο. ἐτόλμα τε οὐδεὶς αὐτῷ προσελθεῖν οὐδὲ παραμυθήσασθαι· καὶ γὰρ ἐπίστευον ἀνιάτως αὐτὸν ἔχειν ἐπὶ τῷ συμβεβηκότι πάθει. τριῶν δὲ ἡμερῶν διελθουσῶν στολὴν ἀναλαβοῦσα ἡ Ἀσπασία πενθικήν, ἀπιόντος τοῦ βασιλέως ἐπὶ λουτρόν, ἔστη δακρύουσα καὶ ὁρῶσα ἐς γῆν· ὃ δὲ ἰδὼν αὐτὴν ἐξεπλάγη καὶ ἤρετο τὴν αἰτίαν τῆς ἀφίξεως. καὶ ἐκείνη φησὶ ʽλυπούμενόν σε, βασιλεῦ, καὶ ἀλγοῦντα ἀφῖγμαι παραμυθήσασθαι, εἴ σοι βουλομένῳ ἐστίν·3 εἰ δὲ χαλεπαίνεις, ἀπαλλάττομαι ὀπίσω.ʼ ὑπερήσθη τῇ κηδεμονίᾳ ὁ Πέρσης, καὶ προσέταξεν ἐς τὸν θάλαμον ἀνελθοῦσαν ἀναμεῖναι αὐτόν· ἣ δὲ ἔδρασε ταῦτα. ἐπεὶ δὲ ἐπανῆλθε, τὴν τοῦ εὐνούχου στολὴν ἐπὶ τῇ μελαίνῃ περιῆψε τῇ Ἀσπασίᾳ· καί πως ἔπρεψεν αὐτῇ καὶ τὰ τοῦ μειρακίου, καὶ ἔτι μᾶλλον τὰ τῆς ὥρας αὐτῇ πρὸς τὸν ἐραστὴν ἐξέλαμψεν. ἐπεὶ δὲ ἅπαξ ἐχειρώθη τούτοις ἐκεῖνος, ἠξίωσεν αὐτήν, ἔστʼ ἂν ἀπομαρανθῇ τοῦ πένθους αὐτῷ ἡ ἀκμή, οὕτως ἐσταλμένην ὡς αὐτὸν παριέναι αὐτήν. καὶ ἐκείνη χαριζομένη ἐπείσθη αὐτῷ· καὶ μόνη τῶν κατὰ τὴν Ἀσίαν οὐ γυναικῶν μόνον φασὶν ἀλλὰ καὶ τῶν τοῦ βασιλέως υἱῶν καὶ τῶν συγγενῶν παρεμυθήσατο Ἀρταξέρξην, καὶ τὸ ἐκ τῆς λύπης ἰάσατο πάθος, εἴξαντος τοῦ βασιλέως τῇ κηδεμονίᾳ καὶ τῇ παραμυθίᾳ πεισθέντος συνετῶς. 

“居鲁士,你倒不如把这条项链送给令堂;而我即使没有它,也会向你展现美丽的颈项。” 于是,阿斯帕西娅以高尚且超越女子的王者风范,做出了与世间妇女平日所为截然相反的举动;因为妇女大多极度贪恋饰物。居鲁士对这一回答大为欢喜,热烈地亲吻了阿斯帕西娅,并将所发生与所说的一切巨细靡遗地写进一封信中,连同项链一起送给了他的母亲。帕律萨提斯收到礼物后,对信中内容所感到的欣喜丝毫不亚于对黄金的喜悦;为此,她回赠阿斯帕西娅以厚重而合乎王室规制的赏赐。因为令她最感欣慰的是,阿斯帕西娅虽然在她儿子面前极受宠幸,但在承受居鲁士的爱慕方面,却仍愿屈居于生养居鲁士的母亲之下。阿斯帕西娅虽称许了这些赏赐,却声称自己并不需要它们,因为随同礼物送来的还有巨额金钱;她将这些转送给居鲁士,并附言道:“对养育着众多人马的你来说,这些或许大有用处;而于我而言,爱你便已足够,你就是我的饰品。”因此,她自然令居鲁士赞叹不已,而这位女子不仅因其体态之美,更因其灵魂之高贵而无可争辩地备受敬仰。 当居鲁士在与其兄长的战役中阵亡、营寨陷落之时,她也与其他战利品一并被俘。但她并非随意偶然地落入敌手,而是阿尔塔薛西斯王极费周章地搜寻了她;因为国王深知她的盛名与美德。当押送者把她戴着镣铐带到眼前时,国王大为震怒,把这般行事之人投入了监狱,并下令赐予她奢华的饰物。但她满心不情愿,哀告神明,在众人面前涕泪俱下,被迫换上了国王所赐的盛装;因为她正深切地哀悼居鲁士。然而穿上盛装之后,她显现出天下女子的绝世之容,阿尔塔薛西斯顿时热血沸腾、神魂颠倒,将她奉为众女之首,并通过急于向她示好的一切举动来极尽荣宠,坚信自己定能说服她忘却居鲁士,并教会她爱自己不亚于爱居鲁士。国王最终达成了这一期许,但过程迟缓而漫长;因为对居鲁士的炽热深情已深深熔铸在阿斯帕西娅心中,使她心中的爱意符咒极难消磨褪色。 此后过了一段时日,宦官提里达特斯去世,他曾是全亚洲最俊美、最值风华正茂之人;这位少年方至弱冠、刚脱童稚便辞别人世,据说国王对他爱恋得无比热烈。由此,国王陷入极深沉的悲痛与剧烈的哀伤之中,全亚洲各地皆举行国丧,所有人都在此事上曲意逢迎国王。然而无人敢上前接近他或劝慰他;因为人们相信他因这突遭的变故已伤痛至无可救药。三天过去之后,阿斯帕西娅身着丧服,趁国王前去沐浴之际,含泪望着地面伫立。国王见到她大吃一惊,询问她前来的缘由。她说道:“国王,见你沉浸于哀伤痛苦之中,若是合你心意,我特来予以慰藉;若你心生烦扰,我便退步离去。”这位波斯国王因其关切而大喜过望,命她登上寝殿等候自己;她遵命而行。当国王返回时,将那宦官的衣装套穿在阿斯帕西娅的黑袍之上;这少年的衣装不知怎的竟十分衬托她,使她在恋人眼中愈发绽放出青春鼎盛的绝艳光彩。国王一旦被这番风韵所倾倒,便请求她在自己悲痛的峰值消退之前,始终这般着装来到他身边。她亦顺从其意而答应了他;据说,全亚洲不仅在妇女之中,甚至在国王的诸子与宗亲之中,唯有她一人抚慰了阿尔塔薛西斯,治愈了他由悲伤所致的心疾,而国王顺从了她的关怀,亦明智地领受了她的劝慰。

语法注3 条
  1. 12.1ἐν τῷ φιλεῖσθαι ὑπὸ Κύρου ἐβούλετο τῆς Κῦρον τεκούσης ἡττᾶσθαι

    带冠词不定词构成的介词短语 ἐν τῷ φιλεῖσθαι(“在受爱戴方面”)表范围,动词 ἡττᾶσθαι(“居于下位/逊色”)后接比较属格 τῆς Κῦρον τεκούσης(“生养居鲁士的母亲”),体现其恪守尊卑序齿的谦逊。

  2. 12.1ὡς ὅτι μάλιστα

    由连词 ὡς 与 ὅτι 共同修饰最高级副词 μάλιστα 所形成的双重强意表达法,意为“极力地/尽可能至极”,在此用来极度强调 δυσέκνιπτον(“难以洗脱的”)。

  3. 12.1εἴ σοι βουλομένῳ ἐστίν

    人称代词与格 σοι 与分词 βουλομένῳ 结合构成的习用非人称结构(“若是合您心意/若您愿意”),充当关涉与格(dative of reference)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:12.1#3