- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:12.1#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
被引见给居鲁士的阿斯帕西娅不像其他女子那样曲意逢迎,而是坚贞不屈地抗拒冒犯,从而赢得了居鲁士独一无二的深爱与敬重;后来面对居鲁士所赐的珍贵项链,她亦明智地辞谢并建议献给王母。
ἡ δὲ Ἀσπασία οὔτε ἐνδῦναι πολυτελῆ χιτῶνα ἐβούλετο, οὔτε περίβλημα περιβαλέσθαι ποικίλον ἠξίου, οὔτε λούσασθαι ὑπέμενεν, ἀνευφημήσασα δὲ θεοὺς πάντας ἐκάλει Ἑλληνίους καὶ Ἐλευθερίους τοὺς αὐτούς, καὶ τὸ τοῦ πατρὸς ὄνομα ἐβόα, καὶ κατηρᾶτο ἑαυτῇ καὶ τῷ πατρί, δουλείαν σαφῆ καὶ ὡμολογημένην ὑπομένειν πιστεύουσα τὴν ἔξω τῆς συνηθείας περὶ τὸ σῶμα στολήν τε ἅμα καὶ περίεργον κατασκευήν.1 ῥαπισθεῖσα δὲ πρὸς ἀνάγκην ἐνέδυ, καὶ εἶκε τοῖς ἐπιτάγμασιν, ἀλγοῦσα ὅμως ὅτι οὐ παρθενικὰ ἀλλʼ ἑταιρικὰ πράττειν ἐβιάζετο. αἱ μὲν οὖν ἄλλαι παρελθοῦσαι ἀντέβλεπον τῷ Κύρῳ καὶ ὑπεμειδίων καὶ φαιδρότητα προσεποιοῦντο· ἥ γε μὴν Ἀσπασία ἑώρα κάτω, καὶ ἐρυθημάτων εὖ μάλα φλογωδῶν ἐνεπίμπλατο αὐτῆς τὸ πρόσωπον, καὶ ἐπεπλήρωντο οἱ ὀφθαλμοὶ δακρύων, καὶ ἐκ παντὸς τοῦ τρόπου δήλη ἦν αἰδουμένη. ἐπεὶ δὲ ἐκέλευσε πλησίον αὑτοῦ τὰς ἀνθρώπους καθίσαι, αἳ μὲν ἐπείσθησαν καὶ πάνυ εὐκόλως, ἡ δὲ Φωκαῒς τῷ προστάγματι οὐδὲν προσεῖχεν, ἕως αὐτὴν ὁ ἀγαγὼν σατράπης πρὸς βίαν ἐκάθισεν. ἁπτομένου δὲ τοῦ Κύρου καὶ διασκοποῦντος τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τὰς παρειὰς καὶ τοὺς δακτύλους, αἳ μὲν ἠνείχοντο, ἣ δὲ οὐχ ὑπέμενεν· ἄκρᾳ γὰρ τῇ χειρὶ μόνον τοῦ Κύρου προσαψαμένου ἐξεβόησέ τε καὶ ἔφατο αὐτὸν οἰμώξεσθαι τοιαῦτα δρῶντα.2 ὑπερήσθη τούτοις ὁ Κῦρος. ἐπανισταμένης τε αὐτῆς καὶ πειρωμένης φεύγειν, ἐπεὶ καὶ τῶν μαζῶν προσήψατο, ἀλλὰ ἐνταῦθα μὲν ὑπερηγάσθη3 τὴν εὐγένειαν οὐ Περσικῶς ὁ τοῦ Δαρείου, ἀλλὰ καὶ ἀποβλέψας πρὸς τὸν ἀγοραστὴν ʽταύτην μόνηνʼ ἔφη ʽἐλευθέραν καὶ ἀδιάφθορον ἤγαγες· αἱ δὲ λοιπαὶ καπηλικῶς ἔχουσι καὶ τοῦ εἴδους καὶ ἔτι μᾶλλον τοῦ τρόπου.ʼ ἐκ δὴ τούτων ὁ Κῦρος πλέον ταύτην ἠγάπησεν ἢ αἷς ὡμίλησέ ποτε ἀνθρώποις.4 χρόνῳ δὲ ὕστερον ὑπερηράσθη μὲν ταύτης ὁ Κῦρος, ἀντηρᾶτο δὲ καὶ ὑπʼ ἐκείνης, καὶ ἐς τοσοῦτον ἀμφοῖν ἡ φιλία προῆλθεν, ὡς ἐγγὺς ἰσοτιμίας εἶναι καὶ μὴ ἀπᾴδειν Ἑλληνικοῦ γάμου ὁμονοίας τε καὶ σωφροσύνης. ἀφίκετο οὖν τοῦ ἐς Ἀσπασίαν ἔρωτος καὶ ἐς Ἰωνίαν τὸ κλέος καὶ ἐς τὴν Ἑλλάδα πᾶσαν. ἐπεπλήρωτο δὲ καὶ ἡ Πελοπόννησος τῶν ὑπὲρ Κύρου τε καὶ ἐκείνης λόγων, ἀλλὰ καὶ ἐς βασιλέα τὸν μέγαν ἧκεν ἡ δόξα· ἐπεπίστευτο γὰρ δὴ ὅτι γυναικὸς ἄλλης μετʼ αὐτὴν οὐκ ἠξίου πειραθῆναι Κῦρος. ἐκ δὴ τούτων ἐσῄει τὴν Ἀσπασίαν μνήμη τῶν ἀρχαίων φασμάτων, περιστερᾶς τε ἐκείνης καὶ τῶν ἐξ αὐτῆς λόγων καὶ ὅσα προεῖπεν ἡ θεός· καὶ ἐπίστευεν αὐτὴν ἐξ ἀρχῆς μελεδωνὸν αὐτῆς γεγονέναι, καὶ ἔθυε τῇ Ἀφροδίτῃ τελεστήρια καὶ χαριστήρια. πρῶτον μὲν οὖν εἴδωλον χρυσοῦν ἀρκούντως μεγέθους ἔχον5 αὐτῇ κατεσκεύασεν. ἐνενοεῖτο δὲ τὸ ἄγαλμα τοῦτο Ἀφροδίτης εἶναι, καὶ πελειάδα αὐτῇ παρέστησε λιθοκόλλητον· καὶ ἀνὰ πᾶσαν ἡμέραν θυσίαις τε ἱλεοῦτο καὶ εὐφημίαις. ἀπέπεμψε δὲ καὶ Ἑρμοτίμῳ τῷ πατρὶ δῶρα πολλὰ καὶ καλά, καὶ πλούσιον αὐτὸν ἀπέφηνε. σωφροσύνῃ τε διέζη, ὡς αἱ Ἑλληνίδες γυναῖκες λέγουσι καὶ αἱ Περσίδες. ὅρμος ἐκομίσθη ποτὲ Κύρῳ ἐκ Θετταλίας, πέμψαντος τὸν ὅρμον Σκόπα τοῦ νεωτέρου· τῷ δὲ Σκόπᾳ ἐκεκόμιστο ἐκ Σικελίας τὸ δῶρον, ἐδόκει δὲ ὁ ὅρμος θαυμαστῇ τινι τέχνῃ καὶ ποικιλίᾳ ἐξειργάσθαι. πάντων οὖν, οἷς ἔδειξεν αὐτὸν ὁ Κῦρος, θαυμαζόντων, ὑπερησθεὶς τῷ κειμηλίῳ, παραχρῆμα ἐς Ἀσπασίας ἀφίκετο, μεσούσης ἡμέρας, καὶ καταλαβὼν αὐτὴν καθεύδουσαν, ὑποδὺς ὑπὸ θοιμάτιον καὶ παρακλιθεὶς ἠρέμα, ἀψοφητὶ ἔμενεν αὐτὸς μὲν ἀτρεμῶν· ἐκείνη δὲ ἐκάθευδεν. ἐπεὶ δὲ διυπνίσθη καὶ ἐθεάσατο τὸν Κῦρον, περιπλακεῖσα αὐτῷ κατὰ τὸν συνήθη τρόπον ἐφιλοφρονεῖτο αὐτόν. ὃ δὲ ἐξελὼν ἐκ τοῦ κιβωτίου τὸν ὅρμον ἔδειξεν, ἐπειπὼν ὅτι ἄξιός ἐστιν οὗτος ἢ θυγατρὸς βασιλέως ἢ μητρός. τῆς δὲ ὁμολογούσης ʽἰδοὺ τοίνυνʼ φησὶν ʽδίδωμί σοι αὐτὸν ἔχειν κτῆμα· καί μοι ὡς ἔχεις περιθεμένη δεῖξον τὸν τράχηλον.ʼ ἡ δὲ οὐχ ἡττήθη τοῦ δώρου, ἀλλʼ εὖ μάλα σοφῶς καὶ πεπαιδευμένως ἀπεκρίνατο ʽκαὶ πῶσʼ ἔφη ʽτολμήσω Παρυσάτιδος δῶρον ἄξιον τῆς τεκούσης σε περιθέσθαι αὐτή;
然而,阿斯帕西娅既不愿穿上奢华的短袍,亦不屑于披上华丽的斗篷,更不肯沐浴;她大声呼喊,向诸神祈求,视他们既是希腊人的神明又是赐予自由的神明,呼喊着父亲的名字,诅咒自己与父亲,深信承受身上这超乎寻常的衣饰与繁复的装扮,无异于公然承受不容置疑的奴役。但遭鞭笞之后,她被迫穿上,顺从了指令,心中却依然悲痛,因为她被迫做出的不是处女之举,而是妓女的行为。 随后,其余女子走上前去,直视居鲁士,含笑迎合,故作欢颜;然而阿斯帕西娅垂首俯视,面颊涨满如火的红晕,双眼盈满泪水,举止神态无不显露出羞赧之情。当居鲁士命令女人们坐到自己身旁时,其他人极顺从地坐下了,但这福西亚少女对命令置之不理,直到押解她前来的总督强行将她按倒坐下。当居鲁士抚摸她们并仔细审视她们的眼睛、面颊与手指时,其余女子皆坦然忍受,她却绝不屈从:居鲁士仅仅用指尖碰触了她一下,她便惊呼出声,并声称他若再敢如此行事必将自食恶果。居鲁士对此深感喜悦。当他进而抚及她的胸脯时,她愤然跃起企图逃跑;就在此时,大流士之子居鲁士展现出非波斯式的品格,深深赞赏她的高贵节操,转头对那位采买者说道:“你带回来的所有人中,唯有这一位是自由且贞洁的;其余之人不仅在外貌上,更是在举止上,都像是市井商贩。” 自此之后,居鲁士对她的爱慕超越了以往所亲近过的任何女人。随着时间的推移,居鲁士对她炽爱难消,亦深得她的钟情,两人的情谊升华至彼此地位近乎平等的地步,其琴瑟和鸣与端庄克制丝毫不逊于希腊人的婚姻。于是,居鲁士钟情阿斯帕西娅的美名传遍了爱奥尼亚和全希腊。伯罗奔尼撒亦充斥着关于居鲁士与她的谈论,其声名甚至传到了波斯大王耳中;因为世人皆确信,自她之后居鲁士不屑于再去亲近任何其他女子。由此,阿斯帕西娅忆起了昔日的幻象,忆起了那只鸽子、鸽子的言语以及女神预言的一切;她深信女神从一开始便是自己的庇护者,便向阿佛洛狄忒献上了还愿与感恩之祭。首先,她为女神铸造了一尊体量颇具规模的金像。这尊雕像被视为阿佛洛狄忒的化身,她还在像旁配以一只镶嵌宝石的鸽子;并且每日以牺牲与颂赞向女神祈求垂怜。她亦向父亲赫尔莫提穆斯送去了许多精美贵重的礼物,使他成为富豪。她始终生活得极其节制端庄,正如希腊妇女与波斯妇女所说的那样。 有一次,有人从色萨利给居鲁士送来一条项链,乃是小斯科普斯所赠;这件礼物原是从西西里送到斯科普斯手中的,其工艺之精湛与花纹之繁复令人叹为观止。凡是居鲁士向其展示过的人无不惊叹,居鲁士为得此珍宝而欣喜若狂,于正午时分径直前往阿斯帕西娅的寝所;见她正在熟睡,便悄悄钻入斗篷之下,轻轻侧卧在她身旁,自己屏息静气一动不动地等待,而她仍在沉睡。当她醒来见到居鲁士时,便依常态拥抱他,温存相待。居鲁士从小匣中取出项链展示给她看,并附言道它配得上国王的女儿或母亲。见她点头赞同,居鲁士便道:“那么你看,我将它赠予你作为私产;请你就这般戴上它,让我瞧瞧你的脖颈。”然而她并未被这份厚礼所冲昏头脑,而是极富智慧且教养得体地回答道:“配得上生育你的帕律萨提斯的礼物,我怎敢自己戴在身上呢?”
- 12.1δουλείαν σαφῆ καὶ ὡμολογημένην ὑπομένειν πιστεύουσα τὴν ἔξω τῆς συνηθείας περὶ τὸ σῶμα στολήν τε ἅμα καὶ περίεργον κατασκευήν
在由分词 πιστεύουσα 统辖的结构中,名词短语 τὴν ἔξω τῆς συνηθείας ... στολήν τε ἅμα καὶ περίεργον κατασκευήν 作不定式 ὑπομένειν 的直接宾语,而 δουλείαν σαφῆ καὶ ὡμολογημένην 则(省略 εἶναι)充当该不定式短语的述语宾格;语序的前置强化了修辞重点。
- 12.1ἔφατο αὐτὸν οἰμώξεσθαι τοιαῦτα δρῶντα
将来时不定式 οἰμώξεσθαι(源自 οἰμώζω)在此用作威吓性的惯用表达,意为“定要吃苦头”、“自食恶果”。分词短语 τοιαῦτα δρῶντα 修饰主词宾格 αὐτόν,带有条件(“若是如此行事”)或伴随状况的含义。
- 12.1ἐπανισταμένης τε αὐτῆς καὶ πειρωμένης φεύγειν, ἐπεὶ καὶ τῶν μαζῶν προσήψατο, ἀλλὰ ἐνταῦθα μὲν ὑπερηγάσθη
此句属于主句开头带有应结词 ἀλλά(apodotic ἀλλά)的破格句(anacoluthon)。在前面的属格绝对结构(ἐπανισταμένης τε αὐτῆς...)与时间从句(ἐπεὶ...)之后,主句冠以 ἀλλά,用以强化情节的剧烈转折与情感冲击。
- 12.1ἢ αἷς ὡμίλησέ ποτε ἀνθρώποις
先行词的从句内包与格吸引:先行词 ἀνθρώποις 被吸收入关系从句中,并受关系代词 αἷς(由动词 ὡμίλησε 统辖的与格)吸引而同置为与格。其逻辑骨架相当于 ἢ τῶν ἀνθρώπων αἷς ὡμίλησέ ποτε。
- 12.1ἀρκούντως μεγέθους ἔχον
动词 ἔχω 与副词 ἀρκούντως 以及部分属格 μεγέθους 连用的固定句型(ἔχω + 副词 + 属格),意为“在尺寸大小上颇为充足”。中性单数分词 ἔχον 修饰前面的 εἴδωλον。
