- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:11.1-11.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记叙了摔跤与早期史诗的开创者、运动员伊科斯的自律、僭主阿加托克利斯掩饰秃顶的逸事,以及德尔斐的栽赃处刑、忒斯庇埃的内讧、针对专横人物的评语和刺杀僭主希帕耳科斯的事由。
ὅτι Ὀρίκαδμος πάλης ἐγένετο νομοθέτης, καθʼ ἑαυτὸν ἐπινοήσας τὸν Σικελὸν τρόπον καλούμενον παλαίειν.1
奥利卡德莫斯成为摔跤术的立法者,独自创立了所谓的西西里式摔跤方式。
ὅτι ἦν Ὀροιβαντίου Τροιζηνίου ἔπη πρὸ Ὁμήρου, ὥς φασιν οἱ Τροιζήνιοι λόγοι. καὶ τὸν Φρύγα δὲ Δάρητα, οὗ Φρυγίαν Ἰλιάδα ἔτι καὶ νῦν ἀποσωζομένην οἶδα, πρὸ Ὁμήρου καὶ τοῦτον γενέσθαι λέγουσι. Μελήσανδρος ὁ Μιλήσιος Λαπιθῶν καὶ Κενταύρων μάχην ἔγραψεν.
据特罗曾人的说法,在荷马之前就已有特罗曾人奥罗伊班提奥斯的史诗。至于弗里吉亚人达瑞斯——我知道其《弗里吉亚伊利亚特》至今仍保存流传——人们说他也生活在荷马之前。米利都的梅莱桑德罗斯写了《拉皮泰人与人马之战》。
ὅτι Ἴκκος ὁ Ταραντῖνος πάλης ὑπήρξατο, σωφρονέστερον τὸν τῆς ἀθλήσεως χρόνον διαζήσας καὶ κεκολασμένῃ τροφῇ διαβιώσας καὶ ἀφροδίτης ἀμαθὴς διατελέσας.
塔兰托的伊科斯首开摔跤训练之先河,在竞技生涯中生活极有节制,以受戒律约束的饮食维生,并且始终不涉男女情爱之事。
Ἀγαθοκλέα φασὶ τὸν Σικελίας τύραννον γελοιότατα τὴν κεφαλὴν ἀσχημονεῖν. ψιλουμένης γὰρ αὐτῆς, κατὰ μικρὰ ὑπορρεουσῶν αὐτῷ τῶν τριχῶν, ὃ δὲ αἰδούμενος προκάλυμμα κόμης ἐποιήσατο μυρρίνης στέφανον· καὶ ἦν πρόβλημα τῆς ψιλώσεως. ᾔδεσαν μέντοι τὸ φαλάκρωμα Συρακόσιοι, καὶ τὴν ἐς αὐτὸν τῶν τριχῶν ἐπιβουλὴν οὐκ ἠγνόουν, ἐσιώπων δὲ διὰ τὸ τῶν τολμημάτων αὐτοῦ καὶ ἀσεβημάτων ἐμμανές.
据说西西里僭主阿加托克利斯的秃头形态极其可笑。因为他的头逐渐光秃,头发一点点脱落,他感到羞耻,便用桃金娘花冠作为头发的遮掩物;这成了遮挡秃顶的盾牌。然而叙拉古人明知他秃顶,也清楚头发对他的背叛,但因畏惧他那些大胆行径与渎神恶行的疯狂,全都保持沉默。
ἔθυόν τινες ἐν Δελφοῖς. τούτοις ἐπιβουλεύοντες Δελφοὶ ἐς τὰ κανᾶ, ἔνθα ἦν αὐτοῖς ὅ τε λιβανωτὸς καὶ τὰ πόπανα, ἐνέβαλον τῶν ἱερῶν χρημάτων λάθρᾳ.2 λαβόντες οὖν αὐτοὺς ὡς θεοσύλας ἀπήγαγον ἐπὶ τὴν πέτραν, καὶ κατεκρήμνισαν κατὰ τὸν Δελφικὸν νόμον.
有人在德尔斐献祭。德尔斐人图谋陷害他们,便暗中将一部分圣库资财扔进放置乳香和祭饼的篮子里。于是德尔斐人以亵渎神圣的盗贼之名将他们抓获,押往悬崖,依照德尔斐的法律将他们推落处死。
συνέβη τινὰ μοιχὸν ἁλῶναι ἐν Θεσπιαῖς· εἶτα ἤγετο διὰ τῆς ἀγορᾶς δεδεμένος. ἀφείλοντο οὖν αὐτὸν οἱ ἑταῖροι. ἐξήφθη οὖν στάσις, καὶ συνέπεσε γενέσθαι φόνους πολλούς.
在忒斯庇埃发生了一起奸夫被抓获的事件;随后他被捆绑着穿过集市押送。他的同伙们将他抢夺救出。由此引发了内讧,造成了多人被杀的惨剧。
ἔλεγεν Ἐτεοκλῆς ὁ Λάκων δύο Λυσάνδρους τὴν Σπάρτην μὴ ἂν ὑπομεῖναι. καὶ Ἀρχέστρατος ὁ Ἀθηναῖος ἔλεγε δύο Ἀλκιβιάδας τὴν τῶν Ἀθηναίων.3 οὕτως ἄρα αὐτῶν ἑκάτεροι ἦσαν ἀφόρητοι.
拉科尼亚人埃忒奥克勒斯曾说,斯巴达承受不了两个吕珊德鲁斯。雅典人阿尔刻斯特拉托斯也说,雅典城邦承受不了两个阿尔喀比亚德斯。足见他们二人各自是多么令人不堪忍受。
Ἵππαρχος ἀνῃρέθη ὑπὸ Ἁρμοδίου καὶ Ἀριστογείτονος, ὅτι ἐν τοῖς Παναθηναίοις κομίσαι κανοῦν τῇ θεῷ κατὰ τὸν νόμον τὸν ἐπιχώριον οὐκ εἴασε τὴν ἀδελφὴν τὴν Ἁρμοδίου, καὶ ἴσως ἀξίαν οὖσαν.4
希帕耳科斯被哈耳摩狄奥斯与阿里斯托革顿刺杀,是因为在泛雅典娜节上,他没有允许哈耳摩狄奥斯的妹妹依照当地习俗为女神运送盛器,尽管她原本或许完全具备这一资格。
- 11.1τὸν Σικελὸν τρόπον καλούμενον παλαίειν
不定式 παλαίειν 位于宾语短语 τὸν Σικελὸν τρόπον καλούμενον 之后,起解释性或同位语作用,具体说明所谓“西西里式”乃是指摔跤的动作方式(即“所谓的西西里式摔跤方式”)。
- 11.5ἐνέβαλον τῶν ἱερῶν χρημάτων λάθρᾳ
τῶν ἱερῶν χρημάτων 为部分属格,作及物动词 ἐνέβαλον 的宾语,在省略具体数量词的情况下,直接表示将圣库财物的“一部分”暗中投入其中。
- 11.7τὴν τῶν Ἀθηναίων
阴性宾格冠词 τὴν 之后省略了被修饰的名词 πόλιν。与前句中“τὴν Σπάρτην”形成对称结构,意指“雅典人的城邦”。
- 11.8καὶ ἴσως ἀξίαν οὖσαν
分词 ἀξίαν οὖσαν 与宾语 τὴν ἀδελφὴν 保持性数格一致,连同 καί 与 ἴσως 一起具有让步含义(“尽管她或许原本是配得上的”),点明了希帕耳科斯无理剥夺其资格从而引来刺杀的事件背景。
