← 克劳狄乌斯·埃利安

杂闻轶事

§11.9-11.13

贤达安贫乐道与苏格拉底等人的轶事

本篇汇集了多则轶事:记述希腊与罗马贤达安贫乐道的清廉事迹,批评家佐伊卢斯好肆诋毁的怪诞行止,僭主狄奥尼修斯研习医术之举,苏格拉底与妻子克珊蒂珀对待阿尔喀比亚德斯所赠糕点的态度,以及一位能从利利拜乌姆远眺迦太基船只的西西里异人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.9

οἱ τῶν Ἑλλήνων ἄριστοι πενίᾳ διέζων παρὰ πάντα τὸν βίον. ἐπαινείτωσαν οὖν πλοῦτόν τινες ἔτι μετὰ τοὺς τῶν Ἑλλήνων ἀρίστους,1 οἷς ἡ πενία παρὰ πάντα τὸν βίον συνεκληρώθη. εἰσὶ δὲ οὗτοι, οἷον Ἀριστείδης ὁ Λυσιμάχου, ἀνὴρ πολλὰ μὲν ἐν πολέμῳ κατορθώσας, καὶ τοὺς φόρους δὲ τοῖς Ἕλλησι τάξας. ἀλλʼ οὗτός γε ὁ τοιοῦτος οὐδὲ ἐντάφια ἑαυτῷ κατέλιπεν ἱκανά. καὶ Φωκίων δὲ πένης ἦν. Ἀλεξάνδρου δὲ πέμψαντος αὐτῷ τάλαντα ἑκατὸν ἠρώτα ʽδιὰ τίνα αἰτίαν μοι δίδωσιν;ʼ ὡς δʼ εἶπον ὅτι μόνον αὐτὸν Ἀθηναίων ἡγεῖται καλὸν καὶ ἀγαθόν, ʽοὐκοῦνʼ ἔφη ʽἐασάτω με τοιοῦτον εἶναι.ʼ Καὶ Ἐπαμεινώνδας δὲ ὁ Πολύμνιδος πένης ἦν. Ἰάσονος δὲ αὐτῷ πέμψαντος πεντήκοντα χρυσοῦς, ὃ δὲ ʽἀδίκωνʼ ἔφη ʽἄρχεις χειρῶν.ʼ δανεισάμενος δὲ παρά τινος τῶν πολιτῶν πεντήκοντα δραχμὰς ἐφόδιον ἐς Πελοπόννησον ἐνέβαλε. πυθόμενος δὲ τὸν ὑπασπιστὴν αὐτοῦ χρήματα εἰληφέναι παρά τινος τῶν αἰχμαλώτων ʽἐμοὶ μὲνʼ εἶπεν ʽἀπόδος τὴν ἀσπίδα, σεαυτῷ δὲ πρίω καπηλεῖον, ἐν ᾧ καταζήσεις· οὐ γὰρ ἔτι κινδυνεύειν ἐθελήσεις, πλούσιος γενόμενος.ʼ Πελοπίδας δὲ ἐπιτιμώντων αὐτῷ τῶν φίλων ὅτι χρημάτων ἀμελεῖ πράγματος ἐς τὸν βίον λυσιτελοῦς, ʽνὴ τὸν Δίαʼ εἶπε ʽλυσιτελές, ἀλλὰ Νικομήδει τούτῳ,ʼ δείξας χωλόν τινα καὶ ἀνάπηρον. ὅτι Σκηπίων τέτταρα καὶ πεντήκοντα ἔτη βιώσας οὐδὲν οὔτε ἐπρίατο οὔτε ἀπέδοτο· οὕτως ἄρα ὀλίγων ἐδεῖτο. ἀσπίδα δὲ αὐτῷ τινος ἐπιδείξαντος εὖ κεκοσμημένην εἶπεν ʽἀλλὰ τόν γε Ῥωμαῖον ἄνδρα προσήκει ἐν τῇ δεξιᾷ τὰς ἐλπίδας ἔχειν, ἀλλʼ οὐκ ἐν τῇ ἀριστερᾷ.ʼ Ὅτι Ἐφιάλτης ὁ Σοφωνίδου πενέστατος ἦν. δέκα δὲ τάλαντα διδόντων αὐτῷ τῶν ἑταίρων, ὃ δὲ οὐ προσήκατο εἰπὼν ʽταῦτά με ἀναγκάσει αἰδούμενον ὑμᾶς καταχαρίσασθαί τι τῶν δικαίων, μὴ αἰδούμενον δὲ μηδὲ χαριζόμενον ὑμῖν ἀχάριστον δόξαι.ʼ2 Ζωίλος ὁ Ἀμφιπολίτης ὁ καὶ ἐς Ὅμηρον γράψας καὶ ἐς Πλάτωνα καὶ ἐς ἄλλους, Πολυκράτους μὲν ἀκουστὴς ἐγένετο· οὗτος δὲ ὁ Πολυκράτης καὶ τὴν κατηγορίαν ἔγραψε τὴν κατὰ Σωκράτους. ἐκαλεῖτο δʼ ὁ Ζωίλος οὗτος Κύων ῥητορικός. ἦν δὲ τοιοῦτος. τὸ μὲν γένειον αὐτῷ καθεῖτο, κέκαρτο δὲ ἐν χρῷ τὴν κεφαλήν, καὶ θοιμάτιον ὑπὲρ τὸ γόνυ ἦν. ἤρα δὲ ἀγορεύειν κακῶς, καὶ ἀπεχθάνεσθαι πολλοῖς σχολὴν εἶχε, καὶ ψογερὸς ἦν ὁ κακοδαίμων. ἤρετο οὖν αὐτόν τις τῶν πεπαιδευμένων διὰ τί κακῶς λέγει πάντας· ὃ δὲ ʽποιῆσαι γὰρ κακῶς βουλόμενος οὐ δύναμαι.ʼ ὅτι Διονύσιος ὁ Σικελὸς περὶ τὴν ἰατρικὴν ἐσπούδασε καὶ αὐτός, καὶ ἰᾶτο καὶ ἔτεμνε καὶ ἔκαε καὶ τὰ λοιπά.

希腊人中最优秀的人物终其一生都生活在贫困之中。既然目睹了希腊人中最优秀者的榜样——贫困是注定与他们终生相伴的——那么就让某些人继续去赞美财富吧。这些人包括例如吕西马库斯之子阿里斯泰得,他不仅在战事中立下赫赫功勋,而且为希腊诸邦制定了贡赋。然而就是这样一个人,甚至没有为自己留下足够的丧葬之费。福基翁也是清贫的。亚历山大赠予他一百塔兰同,他便询问:“他究竟出于何种原因赠我财物?”使者回答说,因为亚历山大认为唯有他是雅典人中贤良方正之士,他便说道:“既然如此,就让他容我继续保持这般品行吧。”波吕姆尼斯之子埃帕米农达也是清贫的。伊阿宋赠予他五十枚金币,他却说:“你这是在挑起不义之暴举。”他从某位同胞那里借了五十德拉克马作为盘缠,便挥师攻入伯罗奔尼撒半岛。当得知自己的侍从从一名战俘手中收受了钱财时,他便说:“把盾牌还给我,去给自己买个小客栈终老吧;因为既然成了富人,你就绝不会再愿意去冒生命之险了。”友人责怪佩洛皮达斯忽视金钱——这本是人生中不可或缺的利器,他便说道:“指着宙斯起誓,金钱固然有用,但也只是对这个尼科墨得斯有用罢了,”说着指向一个瘸腿残废的人。西庇阿活了五十四年,从未买卖过任何东西;可见他所企求的外物是何其之少。有人向他展示一面装饰华丽的盾牌,他说道:“然而身为罗马男子,应当把希望寄托于右手,而非左手。”索福尼得斯之子埃菲阿尔特斯极度贫困。同道们赠予他十塔兰同,他却不肯接受,说道:“这笔钱若收下,要么迫使我因顾及你们的情面而在正义之事上枉法通融,要么因不顾情面、不行方便而显得忘恩负义。”安菲波利斯的佐伊卢斯曾著书抨击荷马、柏拉图及其他诸家,他是波吕克拉忒斯的门生;这波吕克拉忒斯也正是撰文控诉苏格拉底之人。此佐伊卢斯被称为“修辞之犬”。他的相貌举止如下:胡须垂得极长,头发剃得紧贴头皮,外袍短至膝盖以上。他酷嗜恶语伤人,以招致众人怨恨为消遣,这个不幸的狂徒一味苛求责难。一位饱学之士遂问他为何非议所有人,他答道:“因为我想害人,却苦于没有这个能力。”西西里的狄奥尼修斯也亲自研习医术,诊治疾苦,施行开刀、烙疗以及诸般疗法。

§11.12

πλακοῦντα ὁ Ἀλκιβιάδης μέγαν καὶ ἐσκευασμένον κάλλιστα διέπεμψε Σωκράτει. ὡς οὖν ὑπὸ ἐρωμένου ἐραστῇ πεμφθὲν δῶρον ἐκκαυστικὸν τὸν πλακοῦντα διαγανακτήσασα3 κατὰ τὸν αὑτῆς τρόπον ἡ Ξανθίππη ῥίψασα ἐκ τοῦ κανοῦ κατεπάτησε. γελάσας δὲ ὁ Σωκράτης ʽοὐκοῦνʼ ἔφη ʽοὐδὲ σὺ μεθέξεις αὐτοῦ.ʼ εἰ δέ τις οἴεται περὶ μικρῶν με λέγειν λέγοντα ταῦτα, οὐκ οἶδεν ὅτι καὶ ἐκ τούτων ὁ σπουδαῖος δοκιμάζεται ὑπερφρονῶν αὐτῶν, ἅπερ οὖν οἱ πολλοὶ λέγουσιν εἶναι κόσμον τραπέζης καὶ δαιτὸς ἀναθήματα.

阿尔喀比亚德斯派人给苏格拉底送来一块硕大且制作精美的扁饼。克珊蒂珀按照她一贯的脾性,愤恨于这块扁饼乃是被爱者送给爱慕者的挑逗私赠,便从篮中将饼掷于地上,用脚踩得粉碎。苏格拉底笑着说道:“这样一来,你也分不到这份饼了。”如果有人以为我记述这些是夸夸其谈于细枝末节,那他就是不明白:哪怕在这些微末之事上,贤人因能蔑视流俗所谓的席间美饰与盛筵祭品,其操守也同样得以经受考验。

§11.13

ἄνδρα φασὶ Σικελιώτην οἷον βλέπειν ὀξὺ4 γενέσθαι ἐν Σικελίᾳ, ὥστε αὐτὸν ἐκ τοῦ Λιλυβαίου ἐς Καρχηδόνα τείναντα τὸν ὀφθαλμὸν μηδὲν τὰς ὄψεις σφάλλεσθαι. καὶ ἀποδεῖξαι λέγουσι τὸν ἀριθμὸν τῶν νεῶν τῶν ἀναγομένων ἐκ Καρχηδόνος· καὶ οὐκ ἐψεύσατο οὐδεμίαν.

据说西西里曾有一名西西里人,目光极其锐利,以至于他从利利拜乌姆眺望迦太基,视线丝毫没有差错。据说他能准确说出从迦太基出港的船只数目,未曾数错过一艘船。

语法注4 条
  1. 11.9ἐπαινείτωσαν οὖν πλοῦτόν τινες ἔτι μετὰ τοὺς τῶν Ἑλλήνων ἀρίστους

    介词 μετά 支配宾格名词短语(τοὺς τῶν Ἑλλήνων ἀρίστους),在此表示时间或逻辑顺序上的“在……之后”(即“鉴于/目睹希腊最优秀之人的榜样之后”)。结合第三人称祈使语气动词 ἐπαινείτωσαν,构成具有反讽与挑战意味的让步命令句:“在看过了这些最优秀的希腊人之后,若还有人想赞美财富就尽管赞美去吧”。

  2. 11.9ταῦτά με ἀναγκάσει αἰδούμενον ὑμᾶς καταχαρίσασθαί τι τῶν δικαίων, μὴ αἰδούμενον δὲ μηδὲ χαριζόμενον ὑμῖν ἀχάριστον δόξαι

    在动词 ἀναγκάσει(支配宾格带不定式结构)之下,两个并列的不定式 καταχαρίσασθαι 和 δόξαι 构成了非此即彼的两种结果。修饰宾格逻辑主语 με 的两组分词(αἰδούμενον 与 μὴ αἰδούμενον μηδὲ χαριζόμενον)分别作为条件/伴随情况与这两个不定式相呼应,工整地传达了收受钱财必将陷入的道德两难困境。

  3. 11.12ὡς οὖν ὑπὸ ἐρωμένου ἐραστῇ πεμφθὲν δῶρον ἐκκαυστικὸν τὸν πλακοῦντα διαγανακτήσασα

    分词 διαγανακτήσασα 支配直接宾格 τὸν πλακοῦντα(情感动词支配外在对象的宾格)。位于其前方的短语 ὡς ... πεμφθὲν δῶρον ἐκκαυστικόν 作为主观认定性的说明成分(述语性同位语),表明克珊蒂珀视该扁饼为何物(“视该饼为被爱者送给爱慕者的挑逗私赠而深感愤慨”)。

  4. 11.13οἷον βλέπειν ὀξὺ

    性质关系词 οἷος 后接不定式 βλέπειν,表示“具有某种性质/能力足以做某事”(“目光锐利得以至于……”)。它修饰宾格名词 ἄνδρα,后文紧接着由 ὥστε 引导的结果从句详细说明这种惊人视力的具体表现(能从利利拜乌姆远眺迦太基)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:11.9-11.13