← 克劳狄乌斯·埃利安

杂闻轶事

§10.16-10.22

安提斯泰尼师徒达夫尼斯神话与柏拉图异兆

记述了安提斯泰尼与第欧根尼的师承轶事、地米斯托克利与克里昂从政后的敛财、牧人达夫尼斯的神话与田园诗起源、拳击家欧律达马斯的坚忍、阿格西劳斯对波斯王的答复、柏拉图幼年时的蜜蜂异兆,以及角斗士迪奥克西波斯的决斗与悲剧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.16

ἐπεὶ ὁ Ἀντισθένης πολλοὺς προύτρεπεν ἐπὶ φιλοσοφίαν, οἳ δὲ οὐδὲν αὐτῷ προσεῖχον, τέλος ἀγανακτήσας οὐδένα προσίετο. καὶ Διογένην οὖν ἤλαυνεν ἀπὸ τῆς συνουσίας αὑτοῦ. ἐπεὶ δὲ ἦν λιπαρέστερος ὁ Διογένης καὶ ἐνέκειτο, ἐνταῦθα ἤδη καὶ τῇ βακτηρίᾳ καθίξεσθαι αὐτοῦ ἠπείλει· καί ποτε καὶ ἔπαισε κατὰ τῆς κεφαλῆς. ὃ δὲ οὐκ ἀπηλλάττετο, ἀλλʼ ἔτι μᾶλλον ἐνέκειτο φιλοπόνως, ἀκούειν αὐτοῦ διψῶν, καὶ ἔλεγε ʽσὺ μὲν παῖε, εἰ βούλει, ἐγὼ δὲ ὑποθήσω τὴν κεφαλήν· καὶ οὐκ ἂν οὕτως ἐξεύροις βακτηρίαν σκληράν, ὥστε με ἀπελάσαι τῶν διατριβῶν τῶν σῶν.ʼ ὃ δὲ ὑπερησπάσατο αὐτόν.

安提斯泰尼曾劝勉众人学习哲学,但人们全不理会他,最后他大为恼怒,不再接纳任何人。因此他也把第欧根尼从自己的门下驱逐出去。然而第欧根尼愈发执着地纠缠坚持,以至于安提斯泰尼甚至威胁要用拐杖打他;有一次确实打在了他的头上。然而第欧根尼并未离去,反而出于渴求听他讲学的热忱,更加执着地坚持,并说道:“你想打就打吧,我会把头伸出来;但你绝找不到一根硬到能把我从你的讲席前赶走的拐杖。”安提斯泰尼于是极其亲切地接纳了他。

§10.17

λέγει Κριτίας Θεμιστοκλέα τὸν Νεοκλέους πρὶν ἢ ἄρξασθαι πολιτεύεσθαι, τρία τάλαντα ἔχειν τὴν οὐσίαν τὴν πατρῴαν· ἐπεὶ δὲ τῶν κοινῶν προέστη εἶτα ἔφυγε, καὶ ἐδημεύθη αὐτοῦ ἡ οὐσία, κατεφωράθη ἑκατὸν ταλάντων πλείω οὐσίαν ἔχων. ὁμοίως δὲ καὶ Κλέωνα πρὸ τοῦ παρελθεῖν ἐπὶ τὰ κοινὰ μηδὲν τῶν οἰκείων ἐλεύθερον εἶναι·1 μετὰ δὲ πεντήκοντα ταλάντων τὸν οἶκον ἀπέλιπε.

克里提亚斯说,尼奥克勒斯之子地米斯托克利在开始从政之前,继承的祖产只有三塔兰同;但当他执掌国政,随后被流放且财产被没收时,人们查出他拥有一百多塔兰同的家产。同样,克里昂在涉足公职之前,其私产没有一件不是抵押在外的;但后来他留下了五十塔兰同的家业。

§10.18

Δάφνιν τὸν βουκόλον λέγουσιν οἳ μὲν ἐρώμενον Ἑρμοῦ, ἄλλοι δὲ υἱόν· τὸ δὲ ὄνομα ἐκ τοῦ συμβάντος σχεῖν. γενέσθαι μὲν αὐτὸν ἐκ Νύμφης, τεχθέντα δὲ ἐκτεθῆναι ἐν δάφνῃ. τὰς δʼ ὑπʼ αὐτοῦ βουκολουμένας βοῦς φασιν ἀδελφὰς γεγονέναι τῶν Ἡλίου, ὧν Ὅμηρος ἐν Ὀδυσσείᾳ μέμνηται. βουκολῶν δὲ κατὰ τὴν Σικελίαν ὁ Δάφνις, ἠράσθη αὐτοῦ νύμφη μία, καὶ ὡμίλησε καλῷ ὄντι καὶ νέῳ καὶ πρῶτον ὑπηνήτῃ, ἔνθα τοῦ χρόνου ἡ χαριεστάτη ἐστὶν ἥβη τῶν καλῶν μειρακίων,2 ὥς πού φησι καὶ Ὅμηρος. συνθήκας δὲ ἐποίησε μηδεμιᾷ ἄλλῃ πλησιάσαι αὐτόν, καὶ ἐπηπείλησεν ὅτι πεπρωμένον ἐστὶν αὐτὸν στερηθῆναι τῆς ὄψεως, ἐὰν παραβῇ· καὶ εἶχον ὑπὲρ τούτων ῥήτραν πρὸς ἀλλήλους. χρόνῳ δὲ ὕστερον βασιλέως θυγατρὸς ἐρασθείσης αὐτοῦ οἰνωθεὶς ἔλυσε τὴν ὁμολογίαν, καὶ ἐπλησίασε τῇ κόρῃ. ἐκ δὲ τούτου τὰ βουκολικὰ μέλη πρῶτον ᾔσθη, καὶ εἶχεν ὑπόθεσιν τὸ πάθος τὸ κατὰ τοὺς ὀφθαλμοὺς αὐτοῦ. καὶ Στησίχορόν γε τὸν Ἱμεραῖον τῆς τοιαύτης μελοποιίας ὑπάρξασθαι.

关于牧人达夫尼斯,有人说他是赫尔墨斯所爱之人,另有人说是其子;而其名字源于所发生之事。他由一位水仙所生,出生后便被遗弃在月桂树丛中。据说他所放牧的牛群,是荷马在《奥德赛》中提到的太阳神牛群的姊妹。达夫尼斯在西西里放牧时,一位水仙爱上了他,与他结为伴侣——当时他面容俊美,正值青春,初长髭须,正如荷马在某处所说,“正是美少年最动人的韶华之年”。她立约命他不得接近任何其他女子,并恐吓他说,若有违犯,便注定要被剥夺视力;他们就此达成了彼此的誓约。然而过了些时日,一位国王的女儿爱上了他,他在酒醉中违背了诺言,亲近了那名少女。自此,田园歌开始被首次咏唱,其主题便是他的双眼所遭受的厄运;并且希墨拉的斯特西科洛斯开创了此类诗歌的创作。

§10.19

Εὐρυδάμας ὁ Κυρηναῖος πυγμὴν ἐνίκησεν, ἐκκρουσθεὶς μὲν ὑπὸ τοῦ ἀνταγωνιστοῦ τοὺς ὀδόντας, καταπιὼν δὲ αὐτούς, ἵνα μὴ αἴσθηται ὁ ἀντίπαλος.

昔兰尼的欧律达马斯在拳击比赛中获胜:他的牙齿虽被对手击落,但他将牙齿吞入腹中,以免对手发觉。

§10.20

ὅτι ὁ Πέρσης ἐπέστειλε πρὸς Ἀγησίλαον, φίλον αὐτὸν ἔχειν. ἀντεπέστειλε δὲ Ἀγησίλαος ὅτι οὐ δυνατὸν φίλον αὐτὸν Ἀγησιλάου ἰδίᾳ εἶναι· εἰ δὲ εἴη Λακεδαιμονίοις κοινῇ φίλος, δῆλον ὅτι καὶ αὐτοῦ ἔσται· ἐφʼ ἅπασι γὰρ καὶ ἐκεῖνον ἀριθμεῖσθαι.3

波斯王致信阿格西劳斯,愿与他结为朋友。但阿格西劳斯回信说,他〔波斯王〕不可能在私底下成为阿格西劳斯的朋友;但若波斯王成为全体拉刻代蒙人的朋友,显然自然也会成为他的朋友,因为他也被算在众人之中。

§10.21

ὅτι τὸν Πλάτωνα ἡ Περικτιόνη ἔφερεν ἐν ταῖς ἀγκάλαις· θύοντος δὲ τοῦ Ἀρίστωνος ἐν Ὑμηττῷ ταῖς Μούσαις ἢ ταῖς νύμφαις, οἳ μὲν πρὸς τὴν ἱερουργίαν ἦσαν, ἣ δὲ κατέκλινε Πλάτωνα ἐν ταῖς πλησίον μυρρίναις δασείαις οὔσαις καὶ πυκναῖς. καθεύδοντι δὲ ἐσμὸς μελιττῶν ἐν τοῖς χείλεσιν αὐτοῦ καθίσασαι ὑπῇδον, τὴν τοῦ Πλάτωνος εὐγλωττίαν μαντευόμεναι ἐντεῦθεν.

珀里克提奥涅曾将柏拉图抱在怀中;当阿里斯同在海梅托斯山上向缪斯或水仙献祭时,众人正忙于祭礼,她便将柏拉图放置在附近繁密茂盛的香桃木丛中。正当他熟睡时,一群蜜蜂落在他唇上嗡嗡作响,自此预言了柏拉图日后的雄辩才华。

§10.22

ὅτι Διώξιππος παρόντος Ἀλεξάνδρου καὶ Μακεδόνων ῥόπαλον λαβών, Κόρραγον τὸν Μακεδόνα ὁπλίτην καταμονομαχήσας καὶ ἐκκρούσας αὐτοῦ τὸ ξυστὸν καὶ ἁρπάσας τὸν ἄνδρα σὺν τῇ πανοπλίᾳ, ἐπιβὰς ἐπὶ τὸν αὐχένα αὐτοῦ κειμένου τὴν μάχαιραν ἣν ὑπέζωστο ὑφαρπάσας ἀπέκτεινε τὸν ὁπλίτην. ἐμισήθη δὲ ὑπὸ Ἀλεξάνδρου. ὃ δὲ ἀπογνούς, ὡς μισηθεὶς ὑπὸ Ἀλεξάνδρου, καὶ ἀθυμήσας ἀπέθανεν.

在亚历山大和马其顿人面前,迪奥克西波斯手持一根木棒,在单挑中击败马其顿重装步兵科拉戈斯,击落了他的长矛,将此人连同全副武装一同制伏,踏在那倒地之人的颈上,夺下他腰间佩戴的短剑,杀死了这名重装步兵。然而他因此遭到了亚历山大的厌弃。他因被亚历山大憎恨而陷入绝望,心灰意冷之下死去了。

语法注3 条
  1. 10.17μηδὲν τῶν οἰκείων ἐλεύθερον εἶναι

    表语形容词 ἐλεύθερον 在此处指财产未被抵押、无债务负担(unencumbered)。字面直译为“他的私有财产中没有任何一样是自由的”,意指克里昂在从政之前所有家产都已抵押给债权人。

  2. 10.18ἔνθα τοῦ χρόνου ἡ χαριεστάτη ἐστὶν ἥβη τῶν καλῶν μειρακίων

    在由关系副词 ἔνθα(在此阶段/此时)引导的从句中,τοῦ χρόνου 作部分属格(partitive genitive),限定人生的这一时间阶段。整个短语化用了荷马史诗(如《伊利亚特》第24卷第348行)的著名定型句,指初长须毛时美少年的青春年华最为动人。

  3. 10.20ἐφʼ ἅπασι γὰρ καὶ ἐκεῖνον ἀριθμεῖσθαι

    虽然这是由 γάρ 引导的原因状语小句,但由于间接引语的持续,动词使用了不定式 ἀριθμεῖσθαι(现在被动态不定式)而非限定动词。其逻辑主语为宾格 ἐκεῖνον(指阿格西劳斯自己),意即“因为他本人也被算在众人(全体拉刻代蒙人)之中”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:10.16-10.22