← 克劳狄乌斯·埃利安

杂闻轶事

§10.9-10.15

饕餮菲洛克塞诺斯与哲人的言行

本节记述了贪食者菲洛克塞诺斯的逸事、早期绘画的拙朴、第欧根尼忍痛时的机智回答、阿尔库塔斯关于人性的比喻、克里提亚斯对阿尔基罗科斯自我抹黑的非难、苏格拉底论闲暇与自由,以及阿里斯泰德斯与吕山德死后求婚者因其贫困而退婚的丑态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.9

Φιλόξενος λίχνος ἦν καὶ γαστρὸς ἥττων. λοπάδος οὖν ποτε ἑψομένης ἐν καπηλείῳ τέως μὲν εὐφραίνετο καὶ ἑαυτὸν εἱστία τῇ ὀσμῇ· ἐπεὶ δὲ αὐτῷ ἐπετείνετο ἡ ὄρεξις καὶ ἡττᾶτο τῆς φύσεως ʽκακῆς γε οὔσης, ὦ θεοίʼ, τηνικαῦτα οὐκ ἐνεγκὼν προσέταξε τὸν παῖδα πρίασθαι τὴν λοπάδα. ἐπεὶ δὲ ἔφατο πωλεῖν αὐτὴν τὸν κάπηλον πολλοῦ, ʽταύτῃ μᾶλλον ἡδίων ἔσταιʼ φησίν, ʽεἰ πλείονος αὐτὴν ὠνήσομαι.ʼ χρὴ δὲ καὶ τῶν τοιούτων μνημονεύειν, οὐκ ἐς ζῆλον αὐτῶν, ἀλλʼ ὥστε φεύγειν αὐτά.

菲洛克塞诺斯生性贪吃,沦为口腹之奴。有一次,当一家酒馆里煮着一锅菜时,起初他闻着气味自得其乐,以香气款待自己;但当他的食欲愈发强烈,无法抗拒自己的天性时——诸神啊,那真是一种恶劣的天性!——此时他再也忍耐不住,吩咐仆人买下这锅菜。当〔仆人〕说店主卖很高的价钱时,他说:“要是多花钱买下它,它反而会因此更加美味。”对这类事情也应当铭记,不是为了去效仿它们,而是为了避开它们。

§10.10

ὅτε ὑπήρχετο ἡ γραφικὴ τέχνη καὶ ἦν τρόπον τινὰ ἐν γάλαξι καὶ σπαργάνοις, οὕτως ἄρα ἀτέχνως εἴκαζον τὰ ζῷα, ὥστε ἐπιγράφειν αὐτοῖς τοὺς γραφέας ʽτοῦτο βοῦς, ἐκεῖνο ἵππος, τοῦτο δένδρον.ʼ ἤλγει τὸν ὦμον Διογένης ἢ τρωθεὶς οἶμαι ἢ ἐξ ἄλλης τινὸς αἰτίας. ἐπεὶ δὲ ἐδόκει σφόδρα ἀλγεῖν, τῶν τις ἀχθομένων αὐτῷ κατεκερτόμει λέγων ʽτί οὖν οὐκ ἀποθνήσκεις, ὦ Διόγενες, καὶ σαυτὸν ἀπαλλάττεις κακῶν;ʼ ὃ δὲ εἶπε ʽτοὺς εἰδότας ἃ δεῖ πράττειν ἐν τῷ βίῳ καὶ ἃ δεῖ λέγειν, τούτους γε ζῆν προσήκει,ʼ ὧν καὶ αὐτὸς ὡμολόγει εἶναι.1 ʽσοὶ μὲν οὖνʼ ἔφη ʽοὐκ εἰδότι τά τε λεκτέα καὶ τὰ πρακτέα ἀποθανεῖν ἐν καλῷ ἐστιν· ἐμὲ δὲ τὸν ἐπιστήμονα ἐκείνων πρέπει ζῆν.

当绘画技艺刚刚萌芽,可以说还在吮奶和处于襁褓之中时,人们描画动物是如此拙劣,以至于画师们必须在画上题字:“这是一头牛,那是一匹马,这是一棵树。”第欧根尼肩膀疼痛,我想或是受了伤,或是出于其他什么原因。当他显得极为痛苦时,一个厌恶他的人讥讽他说:“第欧根尼,你为何不去死,好让自己摆脱痛苦呢?”他回答说:“唯有那些懂得在生活中当做什么、当说什么的人,才理应活着”,而他也承认自己就是这样的人。他说:“因此,对于你这样既不懂得当说之事也不懂得当做之事的人来说,死倒是好事;但对于精通那些事情的我来说,活着才是应当的。”

§10.12

Ἀρχύτας ἔλεγεν ʽὥσπερ ἔργον ἐστὶν εὑρεῖν ἰχθὺν ἄκανθαν μὴ ἔχοντα, οὕτω καὶ ἄνθρωπον μὴ κεκτημένον τι δολερὸν καὶ ἀκανθῶδες.

阿尔库塔斯常说:“正如寻找没有刺的鱼是一件难事一样,寻找一个身上没有半点狡黠与芒刺的人也是如此。”

§10.13

αἰτιᾶται Κριτίας Ἀρχίλοχον ὅτι κάκιστα ἑαυτὸν εἶπεν. ʽεἰ γὰρ μὴʼ φησὶν ʽἐκεῖνος τοιαύτην δόξαν ὑπὲρ ἑαυτοῦ ἐς τοὺς Ἕλληνας ἐξήνεγκεν, οὐκ ἂν ἐπυθόμεθα ἡμεῖς οὔτε ὅτι Ἐνιποῦς υἱὸς ἦν τῆς δούλης, οὔθʼ ὅτι καταλιπὼν Πάρον διὰ πενίαν καὶ ἀπορίαν ἦλθεν ἐς Θάσον, οὔθʼ ὅτι ἐλθὼν τοῖς ἐνταῦθα ἐχθρὸς ἐγένετο, οὔτε μὴν ὅτι ὁμοίως τοὺς φίλους καὶ τοὺς ἐχθροὺς κακῶς ἔλεγε. πρὸς δὲ τούτοιςʼ ἦ δʼ ὃς ʽοὔτε ὅτι μοιχὸς ἦν ᾔδειμεν ἂν εἰ μὴ παρʼ αὐτοῦ μαθόντες, οὔτε ὅτι λάγνος καὶ ὑβριστής, καὶ τὸ ἔτι τούτων αἴσχιον, ὅτι τὴν ἀσπίδα ἀπέβαλεν. οὐκ ἀγαθὸς ἄρα ἦν ὁ Ἀρχίλοχος μάρτυς ἑαυτῷ, τοιοῦτον κλέος ἀπολιπὼν καὶ τοιαύτην ἑαυτῷ φήμην.ʼ ταῦτα οὐκ ἐγὼ Ἀρχίλοχον αἰτιῶμαι, ἀλλὰ Κριτίας.

克里提亚斯指责阿尔基罗科斯,因为他把自己说得坏到了极点。他说:“因为倘若那个人没有在希腊人中为自己散布这样的名声,我们就不会得知他是一个名叫埃尼波的女奴的儿子,也不会得知他因贫困无着离开帕罗斯去了萨索斯,更不会得知他到了那里便与当地人交恶,甚至不会得知他同样恶毒地谩骂朋友与敌人。此外,”他说,“若不是从他本人那里得知,我们也不会知道他是个通奸者,也不会知道他是个好色而狂妄之徒,更不会知道比这些还要可耻的事——他丢弃了自己的盾牌。因此阿尔基罗科斯为自己留下了这样的声名与风评,实在不是一个对自己有益的见证人。”对此指责阿尔基罗科斯的并不是我,而是克里提亚斯。

§10.14

Σωκράτης ἔλεγεν ὅτι ἡ ἀργία ἀδελφὴ τῆς ἐλευθερίας ἐστί. καὶ μαρτύριον ἔλεγεν ἀνδρειοτάτους καὶ ἐλευθεριωτάτους Ἰνδοὺς καὶ Πέρσας, ἀμφοτέρους δὲ πρὸς χρηματισμὸν ἀργοτάτους εἶναι· Φρύγας δὲ καὶ Λυδοὺς ἐργαστικωτάτους, δουλεύειν δέ.

苏格拉底常说,怠惰是自由的姊妹。他援引为证说:印度人和波斯人最为勇敢、最为崇尚自由,但二者在谋财方面最为怠惰;而弗里吉亚人和吕底亚人最为勤劳,却甘居人下为奴隶。

§10.15

τὰς Ἀριστείδου θυγατέρας ἔτι αὐτοῦ περιόντος ἐμνηστεύοντο οἱ τῶν Ἑλλήνων δοκοῦντες διαφέρειν. ἔβλεπον δὲ ἄρα οὐκ ἐς τὸν βίον Ἀριστείδου, οὐδὲ ἐθαύμαζον αὐτοῦ τὴν δικαιοσύνην, ἐπεὶ τούτων γε εἰ ἦσαν ζηλωταί, κἂν μετὰ ταῦτα ἐπέμειναν τῇ μνηστείᾳ.2 νῦν δὲ ὃ μὲν ἀπέθανεν, οἳ δὲ οὐδὲν ἡγήσαντο εἶναι πρᾶγμα κοινὸν πρὸς τὰς κόρας· ἀποθανὼν γὰρ ἐγνώσθη ὁ παῖς Λυσιμάχου ὅτι πένης ἦν. ὅπερ καὶ ἀνέστειλεν ἐκείνους τοὺς κακοδαίμονας ἐνδόξου τε ἅμα καὶ σεμνοτάτου γάμου, παρʼ ἐμοὶ κριτῇ. παραπλήσιον δὲ καὶ ἐπὶ Λυσάνδρου· μαθόντες γὰρ αὐτὸν εἶναι πένητα, τὸν γάμον ἀπέδρασαν.

在阿里斯泰德斯仍在世时,希腊人中被认为出众者竞相向他的女儿们求婚。然而他们看重的显然不是阿里斯泰德斯的品行,也并非钦佩他的正义;因为假若他们真仰慕这些,后来也本该坚持婚约。但现实是,他一去世,他们就认为与这些姑娘再无任何瓜葛了;因为在吕西马科斯之子死后,人们才发现他其实一贫如洗。在我看来,正是这一点让那些可怜的家伙与一场既荣耀又极其尊贵的联姻失之交臂。在吕山德身上也发生了类似的事情;因为他们一旦得知他是个穷人,便对婚事避之唯恐不及了。

语法注3 条
  1. 10.11ὧν καὶ αὐτὸς ὡμολόγει εἶναι

    关系代词 ὧν 是部分属格,先行词为前面的 τοὺς εἰδότας...(“懂得……的人们”),作 εἶναι 的表语,意为“他承认自己也是其中之一”。结构上是作者针对前一句回答所作的补充说明从句。

  2. 10.15ἐπεὶ τούτων γε εἰ ἦσαν ζηλωταί, κἂν μετὰ ταῦτα ἐπέμειναν τῇ μνηστείᾳ

    连词 ἐπεί 意为“因为/否则的话”,用以引出前面否定陈述(“他们并非钦佩他的正义”)的根据。紧随其后的是一个过去非真实条件句(与过去事实相反):条件从句为 εἰ ἦσαν(未完成过去时,表示过去持续的状态),主句由 κἂν(= καὶ ἄν)与不定过去时直陈式 ἐπέμειναν 构成,表述“因为他们若是真景仰这些,事后就必定会坚持求婚”。

  3. 10.9ταύτῃ μᾶλλον ἡδίων ἔσται, εἰ πλείονος αὐτὴν ὠνήσομαι

    ταύτῃ 为表示程度差异或原因的与格,意为“因此/按此程度”,与后文的比较级 μᾶλλον(或 ἡδίων)以及条件从句 εἰ πλείονος ὠνήσομαι 相呼应。πλείονος 是“价格属格”。用将来时直陈式构成的条件句表达了荒谬的辩解:“如果我花更高的价钱买它,它反而会因此更加美味。”

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:10.9-10.15