- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:1.29-1.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了尼基阿斯成为僭主的预兆、托勒密的娈童加勒忒斯搭救死囚之事、波斯王巡行时民众进献土产的习俗,以及西奈忒斯向阿尔塔薛西斯献上河水并获丰厚赏赐的轶事。
λέγουσι Κώων παῖδες ἐν Κῷ τεκεῖν ἔν τινι ποίμνῃ Νικίου τοῦ τυράννου οἶν· τεκεῖν δὲ οὐκ ἄρνα ἀλλὰ λέοντα. καὶ οὖν καὶ τὸ σημεῖον τοῦτο τῷ Νικίᾳ τὴν τυραννίδα τὴν μέλλουσαν αὐτῷ μαντεύσασθαι ἰδιώτῃ ἔτι ὄντι.
科斯人述说,在科斯岛上僭主尼基阿斯的某处羊群中,一只母羊产下了后代;然而它产下的不是羊羔,而是一头狮子。这一征兆果然向当时尚为平民的尼基阿斯预言了他未来的僭主之位。
Πτολεμαῖος ὁ βασιλεὺς ἐρώμενον εἶχε Γαλέτην ὄνομα, ἰδεῖν κάλλιστον. ἀμείνων δὲ ἦν ἄρα τούτῳ τῷ μειρακίῳ ἡ γνώμη τῆς μορφῆς. πολλάκις γοῦν αὐτῷ καὶ ὁ Πτολεμαῖος ἐμαρτύρει, καὶ ἔλεγεν ʽὦ ἀγαθὴ κεφαλή, κακοῦ μὲν οὐδεπώποτε οὐδενὶ γέγονας αἴτιος, πολλοῖς δὲ καὶ πολλὰ ἀγαθὰ προυξένησας.ʼ ὅ μὲν οὖν ἵππευε σὺν τῷ βασιλεῖ τὸ μειράκιον· ἰδὼν δὲ πόρρωθεν ἀγομένους τινὰς τὴν ἐπὶ θανάτῳ,1 οὐ ῥᾳθύμως εἶδεν, ἀλλʼ ἔφη πρὸς τὸν Πτολεμαῖον ʽὦ βασιλεῦ, ἐπεὶ κατά τινα δαίμονα τῶν ἀγομένων ἀγαθὸν ἐπὶ ἵππων ἐτύχομεν ὄντες, φέρε, εἴ σοι δοκεῖ, τὴν ἔλασιν ἐπιτείναντες καὶ συντονώτερον ἐπιδιώξαντες Διόσκοροι τοῖς δειλαίοις γενώμεθα, σωτῆρες ἐσθλοὶ κἀγαθοὶ παραστάται, τοῦτο δὴ τὸ λεγόμενον ἐπὶ τῶν θεῶν τούτων. ὃ δὲ ὑπερησθεὶς αὐτοῦ τῇ χρηστότητι καὶ τὸ φιλοίκτιρμον ὑπερφιλήσας, καὶ ἐκείνους ἔσωσε καὶ ἐπὶ πλέον προσέθηκε τῷ φίλτρῳ τοῦ κατʼ αὐτὸν ἔρωτος.
国王托勒密有一名娈童,名叫加勒忒斯,容貌极为俊美。然而这名少年的品格却比他的美貌更为卓越。托勒密也屡次向他证实这一点,常道:“善良的青年啊,你从未给任何人带来过灾祸,反而为许多人促成了许多善事。”有一次,这名少年与国王一同骑行;他远远看见有人被押去处死,并未漠然视之,而是对托勒密说:“国王啊,既然因着那些被押解之人的某位善神眷顾,我们恰好骑在马上,来吧,若是您意下允准,让我们策马疾驰、更为迅捷地追上前去,成为那些不幸之人的狄奥斯库洛伊兄弟吧——正如世人论及那对神祇所说的那样,作‘高贵的拯救者与仁善的守护人’。”托勒密因他的善良而大为欣悦,极赏识他的怜悯之心,不仅赦免了那些人,更对他的爱恋情谊倍增。
νόμος οὗτος Περσικὸς ἐν τοῖς μάλιστα ὑπʼ αὐτῶν φυλαττόμενος. ὅταν ἐς Πέρσας ἐλαύνῃ βασιλεύς, πάντες αὐτῷ Πέρσαι κατὰ τὴν ἑαυτοῦ δύναμιν ἕκαστος προσκομίζουσιν. ἅτε δὲ ὄντες ἐν γεωργίᾳ καὶ περὶ γῆν πονούμενοι καὶ αὐτουργοὶ πεφυκότες οὐδὲν τῶν ὑβρισμένων οὐδὲ τῶν ἄγαν πολυτελῶν προσφέρουσιν, ἀλλʼ ἢ βοῦς ἢ οἶς, οἳ δὲ σῖτον, καὶ οἶνον ἄλλοι. παρεξιόντι δʼ αὐτῷ καὶ παρελαύνοντι ταῦτα ὑπὸ ἑκάστου πρόκειται, καὶ ὀνομάζεται δῶρα καὶ δοκεῖ τούτῳ. οἱ δὲ ἔτι τούτων ἐνδεέστεροι τὸν βίον καὶ γάλα καὶ φοίνικας αὐτῷ καὶ τυρὸν προσφέρουσι καὶ τρωκτὰ ὡραῖα καὶ τὰς ἄλλας ἀπαρχὰς τῶν ἐπιχωρίων.
这是波斯人的一条习俗,被他们最为严格地遵守。每当国王巡行进入波斯本部时,所有波斯人都按照各自的力量向他呈献供奉。因为他们从事农耕、在土地上辛劳且皆为躬耕的农人,所以呈献的绝非僭妄或过分奢华之物,而若非公牛便是绵羊,有的人献上粮食,另有人献上葡萄酒。当国王从旁走过或骑马穿行时,每个人都将这些物品摆放在他面前,它们被称为礼物,国王也如是看待。而那些生计比这等人更为贫困的人,则向国王呈上乳汁、椰枣和奶酪,以及应季的鲜果和其他本地土产的初熟之物。
λόγος οὖν καὶ οὗτος Περσικός. φασὶν ἄνδρα Πέρσην, ᾧ ὄνομα ἦν Σιναίτης, πόρρω τῆς ἐπαύλεως τῆς ἑαυτοῦ ἐντυχεῖν Ἀρταξέρξῃ τῷ ἐπικαλουμένῳ Μνήμονι. ἀποληφθέντα οὖν θορυβηθῆναι δέει τοῦ νόμου καὶ αἰδοῖ τοῦ βασιλέως. οὐκ ἔχων δὲ ὅ τι χρήσαιτο τῷ παρόντι, ἡττηθῆναι τῶν ἄλλων Περσῶν μὴ φέρων μηδὲ ἄτιμος δόξαι τῷ μὴ δωροφορῆσαι βασιλέα, ἀλλʼ οὗτός γε πρὸς τὸν ποταμὸν τὸν πλησίον παραρρέοντα ᾧ Κῦρός ἐστιν ὄνομα ἐλθὼν σὺν σπουδῇ καὶ ᾗ ποδῶν εἶχε μάλιστα,2 ἐπικύψας ἀμφοτέραις ταῖς χερσὶν ἀρυσάμενος τοῦ ὕδατος ʽβασιλεῦʼ φησὶν ʽἈρταξέρξη, δι’ αἰῶνος βασιλεύοις. νῦν μὲν οὖν σε ὅπῃ τε καὶ ὅπως ἔχω τιμῶ, ὡς ἂν μὴ ἀγέραστος τὸ γοῦν ἐμὸν3 παρέλθῃς. τιμῶ δέ σε Κύρου ποταμοῦ ὕδατι. ὅταν δὲ ἐπὶ τὸν σταθμὸν τὸν σὸν παραγένῃ, οἴκοθεν, ὡς ἂν ἐμαυτοῦ κράτιστα καὶ πολυτελέστατα χωρήσω, οὕτω τιμήσω σε, καὶ δὴ οὐδὲν ἂν ἐλάττων γενοίμην τινὸς τῶν ἄλλων τῶν ἤδη σε δεξιωσαμένων τοῖς δώροις.ʼ ἐπὶ τούτοις ὁ Ἀρταξέρξης ἥσθη καὶ ʽδέχομαι ἡδέωςʼ φησὶν ʽἄνθρωπε, τὸ δῶρον, καὶ τιμῶ γε αὐτὸ τῶν πάνυ πολυτελῶν,4 καὶ ἰσοστάσιον ἐκείνοις λέγω· πρῶτον μέν, ὅτι ὕδωρ ἐστὶ τὸ πάντων ἄριστον, δεύτερον δέ, ὅτι Κύρου ὄνομα ἐν ἑαυτῷ φέρει. καὶ σὺ δέ μοι καταλύοντι ἐν τῷ σταθμῷ πάντως ἐπιφάνηθι.ʼ ταῦτα εἰπὼν προσέταξε τοὺς εὐνούχους λαβεῖν τὸ ἐξ αὐτοῦ δῶρον· οἳ δὲ τὴν ταχίστην προσδραμόντες ἐς χρυσῆν φιάλην ἐδέξαντο ἐκ τῶν χειρῶν αὐτοῦ τὸ ὕδωρ. ἐλθὼν δὲ ἔνθα κατέλυεν ὁ βασιλεὺς ἔπεμψε τῷ ἀνδρὶ τῷ Πέρσῃ στολὴν Περσικὴν καὶ φιάλην χρυσῆν καὶ χιλίους δαρεικούς, καὶ προσέταξε τὸν κομίζοντα αὐτὰ εἰπεῖν τῷ λαμβάνοντι ʽκελεύει σε βασιλεὺς ἐκ μὲν τούτου τοῦ χρυσίου εὐφραίνειν τὴν σεαυτοῦ ψυχήν, ἐπεὶ καὶ σὺ τὴν ἐκείνου εὔφρανας, μὴ αὐτὸν ἀγέραστον μηδὲ ἄτιμον ἐάσας, ἀλλʼ ὡς ἤδη ἐχώρει ταύτῃ τιμήσας. βούλεται δέ σε καὶ τῇ φιάλῃ ταύτῃ ἀρυτόμενον πίνειν ἐξ ἐκείνου τοῦ ὕδατος.
这也是波斯的一则轶事。据说有一位名叫西奈忒斯的波斯人,在远离自家庄园的地方遇见了号称“记忆者”的阿尔塔薛西斯。他猝然遇驾,出于对法令的敬畏和对国王的崇敬而惶恐不安。他不知该如何应付眼前的情形,既不甘落于其他波斯人之后,又不愿因未能向国王进贡而显得毫无体面,于是急忙以双足所能达到的极速奔向附近流经的一条名为居鲁士的河流。他躬下身去,用双手掬起一捧河水,说道:“阿尔塔薛西斯国王啊,愿您万世为王!如今我且倾我所有、尽我所能向您致敬,以便至少就我而言,您不至空手而过、未获礼遇。我用居鲁士河的流水向您致敬。而当您抵达王室驿站时,我必从家中倾尽所能备办最珍贵、最丰厚的物品向您致敬,且绝不逊于已用礼物迎接您的任何其他人。”阿尔塔薛西斯闻言大悦,说道:“善良的人啊,我欣然接受你的礼物,且将它视若极贵重之物,称其与那些厚礼平分秋色:其一,因为水乃万物中最善者;其二,因为它自身载有居鲁士之名。当我在驿站下榻时,你务必前来谒见于我。”说完,他命宦官们从那人手中接取礼物;宦官们飞奔上前,用一只金酒盏从他手中接过了水。国王抵达歇宿之处后,便差人送给那名波斯人一套波斯袍服、一只金酒盏和一千达里克,并命令运送者对收受者说:“国王命你用这些金子使你自己的心灵欢悦,因为你也曾使国王的心灵欢悦,没有让他不受尊荣、未得礼遇便过去,而是依当时的条件向他致敬。国王还希望你用这只金盏汲取那河中的水来饮用。”
- 1.30τὴν ἐπὶ θανάτῳ
惯用省略结构,阴性单数宾格定冠词 τὴν 之后省略了名词 ὁδόν(道路)。此处的宾格表示方向或同族宾格,意为“[走向]死刑的道路”,引申为“被押赴刑场”。
- 1.32ᾗ ποδῶν εἶχε μάλιστα
惯用句式,由关系副词 ᾗ 与 εἶχε 搭配表示范围/限制的属格 ποδῶν 构成,字面意为“就其双足所能及的限度”,即“以双足所能达到的极速”、“飞快地”。动词 ἔχω 伴随属格用以表示在某方面的状态或程度。
- 1.32τὸ γοῦν ἐμόν
副词性宾格,由中性单数定冠词与物主形容词构成,意为“至少就我而言”或“在我的本分上”。它起限定作用,修饰目的从句 ὡς ἂν μὴ ἀγέραστος... παρέλθῃς。
- 1.32τιμῶ γε αὐτὸ τῶν πάνυ πολυτελῶν
属格 τῶν πάνυ πολυτελῶν 充当由动词 τιμῶ 所统辖的价值属格(“我按极昂贵之物的价值来评价它”),在表意上与紧随其后的 καὶ ἰσοστάσιον ἐκείνοις λέγω(“且称其与彼等平分秋色”)形成平行对应。
