← 克劳狄乌斯·埃利安

杂闻轶事

§1.22-1.28

波斯王使节礼品与饕餮之徒轶事

本节记述了波斯王赐予使节的标准礼品、哲人声名与真知之间的差距、赫拉克勒斯与勒普柔斯的较量、亚历山大对福基翁的赏识与赠礼、女号手阿格莱丝及多位著名饕餮之徒的轶事,以及罗得岛人对食鱼与食肉截然相反的风尚评价。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.22

δῶρα τὰ ἐκ βασιλέως διδόμενα τοῖς παρʼ αὐτὸν ἥκουσι πρεσβευταῖς, εἴτε παρὰ τῶν Ἑλλήνων ἀφίκοιντο εἴτε ἑτέρωθεν, ταῦτʼ ἦν. τάλαντον μὲν ἑκάστῳ Βαβυλώνιον ἐπισήμου ἀργυρίου, ταλαντιαῖαι δὲ φιάλαι δύο ἀργυραῖ. δύναται δὲ τὸ τάλαντον τὸ Βαβυλώνιον δύο καὶ ἑβδομήκοντα μνᾶς Ἀττικάς. ψέλια δὲ καὶ ἀκινάκην ἐδίδου καὶ στρεπτόν, χιλίων δαρεικῶν ἄξια ταῦτα, καὶ στολὴν ἐπʼ αὐτοῖς Μηδικήν· ὄνομα δὲ τῇ στολῇ δωροφορική.1

从国王那里赐给前来谒见他的使节的礼物——无论他们来自希腊人那里还是别处——乃是如下之物:每人获赠一巴比伦塔兰同的铸币白银,以及两只各重一塔兰同的银酒盏。而一巴比伦塔兰同相当于七十二阿提卡明纳。国王还会赐给手镯、波斯短剑和项圈——这些价值一千达里克——此外还有一件米底亚袍服;这件袍服的名字叫做“载赐之衣”。

§1.23

ἐν τοῖς Ἕλλησι τοῖς πάλαι μακρᾷ τῇ δόξῃ διέπρεπε Γοργίας ὁ Λεοντῖνος Φιλολάου καὶ Πρωταγόρας Δημοκρίτου,2 τῇ δὲ σοφίᾳ τοσοῦτον ἐλείποντο, ὅσον ἀνδρῶν παῖδες. ἔοικε γάρ πως ἡ δόξα μὴ πάνυ τι ἀκριβὲς μήτε ὁρᾶν μήτε ἀκούειν· ἔνθεν τοι καὶ πολλὰ σφάλλεται, καὶ τὰ μὲν καταχαρίζεται, τὰ δὲ ψεύδεται.

在古代希腊人中,就名声而言,莱翁蒂奈的戈尔吉阿斯远胜菲洛劳斯,普罗泰戈拉远胜德谟克利特,但就智慧而言,他们落后的程度就如同孩童落后于成年男子一般。因为名声似乎无论在看还是在听方面都并不十分准确;因此它多有失误,时而谄媚偏袒,时而捏造虚妄。

§1.24

Καύκωνος τοῦ Ποσειδῶνος καὶ Ἀστυδαμείας τῆς Φόρβαντος γίνεται παῖς Λεπρεύς, ὅσπερ οὖν συνεβούλευσε τῷ Αὐγέᾳ δῆσαι τὸν Ἡρακλῆ, ὅτε αὐτὸν ἀπῄτει τὸν ὑπὲρ τοῦ ἄθλου μισθὸν Ἡρακλῆς. ἦν οὖν οἷα εἰκὸς πολέμιος τῷ Ἡρακλεῖ ὁ Λεπρεὺς ἐκ τῆς τοιαύτης συμβουλῆς. χρόνῳ δὲ ὕστερον ὁ μὲν τοῦ Διὸς παῖς ἐς Καύκωνος ἀφίκετο, δεηθείσης δὲ τῆς Ἀστυδαμείας διαλύεται τὴν πρὸς τὸν Λεπρέα ὁ Ἡρακλῆς ἔχθραν.3 φιλονεικία δʼ οὖν αὐτοῖς ἐμπίπτει νεανική, καὶ ἐρίζουσιν ἀλλήλοις περὶ δίσκου καὶ ὕδατος ἀντλήσεως καὶ τίς καταδειπνήσει ταῦρον πρότερος· καὶ ἐν πᾶσι τούτοις ἡττᾶται Λεπρεύς. καὶ ὑπὲρ πολυποσίας δὲ ἀγὼν αὐτοῖς ἐγένετο, καὶ ἐνταῦθα πάλιν ὁ Ἡρακλῆς ἐκράτει. διανιώμενος δὲ ὁ Λεπρεύς, λαβὼν ὅπλα ἐς μονομαχίαν προκαλεῖται τὸν Ἡρακλῆ. καὶ οὖν καὶ ἔτισε δίκας ὑπὲρ τῶν παρʼ Αὐγέᾳ· μαχόμενος γὰρ ἀποθνήσκει.

波塞冬之子考孔与福耳巴斯之女阿斯提达梅亚生下一子,名为勒普柔斯,正是他曾建议奥革阿斯在赫拉克勒斯索要劳作报酬时将赫拉克勒斯捆绑起来。因此,由于这样的建议,勒普柔斯自然成了赫拉克勒斯的仇敌。后来,这位宙斯之子来到了考孔家中,在阿斯提达梅亚的恳求下,赫拉克勒斯化解了对勒普柔斯的仇怨。然而他们之间起了一股少年人般的争胜之心,两人在掷铁饼、汲水以及看谁先吃光一头公牛上互争胜负;在这一切比试中勒普柔斯皆告落败。随后他们之间又进行了一场痛饮的较量,在此项中赫拉克勒斯再次取胜。勒普柔斯深感羞愤,便操起武器向赫拉克勒斯提出决斗。于是,他也为自己在奥革阿斯家中所为付出了代价:因为他在战斗中丧了命。

§1.25

Ἀλέξανδρος ὁ Φιλίππου (εἰ δέ τῳ δοκεῖ, ὁ τοῦ Διός, ἐμοὶ γὰρ οὐδὲν διαφέρει) Φωκίωνι μόνῳ φασὶ τῷ Ἀθηναίων στρατηγῷ γράφων προσετίθει τὸ χαίρειν· οὕτως ἄρα ᾑρήκει τὸν Μακεδόνα ὁ Φωκίων. ἀλλὰ καὶ τάλαντα αὐτῷ ἀργυρίου ἔπεμψεν ἑκατόν, καὶ πόλεις τέτταρας ὠνόμασεν, ὧν ἠξίου μίαν ἣν βούλεται προελέσθαι αὐτόν, ἵνα ἔχοι καρποῦσθαι τὰς ἐκεῖθεν προσόδους. ἦσαν δὲ αἱ πόλεις αἵδε Κίος Ἐλαία Μύλασα Πάταρα. ὁ μὲν οὖν Ἀλέξανδρος μεγαλοφρόνως ταῦτα καὶ μεγαλοπρεπῶς· ἔτι γε μὴν μεγαλοφρονέστερον ὁ Φωκίων, μήτε τὸ ἀργύριον προσιέμενος μήτε τὴν πόλιν. ὡς δʼ ἂν μὴ δοκοίη πάντη ὑπερφρονεῖν τοῦ Ἀλεξάνδρου, ἐτίμησεν αὐτὸν κατὰ τοῦτο. τοὺς ἐν τῇ ἄκρᾳ τῇ ἐν Σάρδεσι δεδεμένους ἄνδρας ἠξίωσεν αὐτὸν ἀφεῖναι ἐλευθέρους αὐτῷ,4 Ἐχεκρατίδην τὸν σοφιστὴν καὶ Ἀθηνόδωρον τὸν Ἴμβριον καὶ Δημάρατον καὶ Σπάρτωνα. ἀδελφὼ δὲ ἄρα ἤστην οὗτοι Ῥοδίω.

腓力之子亚历山大(或者若有人愿意,可称宙斯之子,因这对我而言毫无分别),据说唯独在写信给雅典人的将领福基翁时才附加上“问安”之语;可见福基翁竟如此俘获了这位马其顿人的心。他甚至还送给福基翁一百塔兰同白银,并点出四座城池,请他在其中任选一座自己中意的,以便享用那里的岁入。这四座城池是基奥斯、埃莱亚、米拉萨和帕塔拉。亚历山大此举固然宽宏慷慨,福基翁却更为高洁,既不接受银钱,也不接受城池。然而为了不显得全然轻蔑亚历山大,他以这种方式向国王致敬:他请求国王为他的缘故释放关押在萨第斯卫城里的囚犯,即智者厄克克拉提得斯、因布罗斯的阿忒诺多洛斯,以及身为罗得岛人兄弟的德玛拉托斯与斯帕尔通。

§1.26

γυναῖκα ἀκούω σαλπίσαι καὶ τοῦτο ἔργον ἔχειν ἅμα καὶ τέχνην, Ἀγλαΐδα ὄνομα, τὴν Μεγακλέους παῖδα. περίθετον δὲ εἶχε κόμην καὶ λόφον ἐπὶ τῆς κεφαλῆς. καὶ ὁμολογεῖ Ποσείδιππος ταῦτα. δεῖπνον δὲ ἦν ἄρα αὐτῇ κρεῶν μὲν μναῖ δώδεκα, ἄρτων δὲ χοίνικες τέτταρες· ἔπινε δὲ οἴνου χόα.

我听说曾有一名妇人吹奏号角,并将此兼作营生与技艺,其名为阿格莱丝,是墨伽克勒斯的女儿。她戴着假发,头上还顶着头盔羽饰。波塞迪波斯证实了这些事。她的饭量实有一顿十二明纳肉和四霍伊尼克斯的面包,并且饮下一霍乌斯葡萄酒。

§1.27

ἀδηφάγους λέγουσιν ἀνθρώπους γεγονέναι Λιτυέρσαν τὸν Φρύγα καὶ Κάμβλητα τὸν Λυδὸν καὶ Θῦν τὸν Παφλαγόνα καὶ Χαρίλαν καὶ Κλεώνυμον καὶ Πείσανδρον καὶ Χάριππον καὶ Μιθριδάτην τὸν Ποντικὸν καὶ Καλαμόδρυν τὸν Κυζικηνὸν καὶ Τιμοκρέοντα τὸν Ῥόδιον, τὸν ἀθλητὴν ἅμα καὶ ποιητήν, καὶ Καντίβαριν τὸν Πέρσην καὶ Ἐρυσίχθονα τὸν Μυρμιδόνος· ἔνθεν τοι καὶ Αἴθων ἐκλήθη οὗτος. λέγεται δὲ ἐν Σικελίᾳ Ἀδηφαγίας ἱερὸν εἶναι καὶ Σιτοῦς ἄγαλμα Δήμητρος. ὁμολογεῖ δὲ καὶ Ἀλκμὰν ὁ ποιητὴς ἑαυτὸν πολυβορώτατον γεγονέναι. καὶ Κτησίαν δέ φησί τινα Ἀναξίλας ὁ τῆς κωμῳδίας ποιητὴς πολλὰ ἐσθίειν.

人们说成为饕餮之徒的人有弗里吉亚的利提厄耳塞斯、吕底亚的坎布勒斯、帕夫拉戈尼亚的提斯、卡里拉斯、克勒奥纽摩斯、佩珊德罗斯、卡里波斯、本都的米特拉达梯、基齐库斯的卡拉莫德律斯、兼为运动员与诗人的罗得岛人蒂莫克勒翁、波斯人坎提巴里斯,以及密耳弥冬之子厄律西克同;正是因此,后者被称为“灼热者”。据说在西西里有一座“贪食”的神庙和得墨忒耳“赐谷者”的雕像。诗人阿尔克曼也承认自己极其能吃。喜剧诗人阿那克西拉斯也说某个名为克忒西亚斯的人食量甚大。

§1.28

ἀλλὰ ἔγωγε ὑμῖν ἐθέλω εἰπεῖν Ῥόδιον δόξαν. ἐν Ῥόδῳ φασὶ τὸν μὲν ἐς τοὺς ἰχθῦς ὁρῶντα καὶ θαυμάζοντα αὐτοὺς καὶ ὄντα τῶν ἄλλων ὀψοφαγίστατον, ἀλλὰ τοῦτόν γε ὡς ἐλευθέριον ὑπὸ τῶν δημοτῶν ἐπαινεῖσθαι·5 τόν γε μὴν πρὸς τὰ κρέα ἀπονεύοντα ὡς φορτικὸν καὶ γάστριν διαβάλλουσι Ῥόδιοι. εἴτε δὲ ἐκεῖνοι ὀρθῶς εἴτε φλαύρως, ὑπερφρονῶ τοῦτο ἐξετάζειν.

然而我很想向诸位讲述一种罗得岛人的观念。在罗得岛,据说凡是盯着鱼、赞赏鱼、且比任何人都更狂热嗜鱼的人,反倒被同邦人称赞为慷慨而有自由人风度之士;然而凡是偏向食肉的人,却被罗得岛人诋毁为粗俗而贪腹之辈。至于他们此举是正确还是荒唐,我不屑于加以深究。

语法注5 条
  1. 1.22δωροφορική

    与名词 στολή 一致的形容词(阴性主格单数),字面意为“载赐的”或“作为礼物带来的”,在此用作波斯王所赐荣誉服饰的专有名词称谓。

  2. 1.23Γοργίας ὁ Λεοντῖνος Φιλολάου καὶ Πρωταγόρας Δημοκρίτου

    属格 Φιλολάου 与 Δημοκρίτου 是由带有比较含义的动词 διέπρεπε 所统辖的比较属格,构成了高尔吉亚对比菲洛劳斯、普罗泰戈拉对比德谟克利特的平行对比结构。

  3. 1.24διαλύεται τὴν πρὸς τὸν Λεπρέα ὁ Ἡρακλῆς ἔχθραν

    中间态动词 διαλύεται 表达间接中间意义(“由自身消解/化解”),支配直接宾格 ἔχθραν。

  4. 1.25ἀφεῖναι ἐλευθέρους αὐτῷ

    与格 αὐτῷ 作利益与格(dativus commodi),意为“为了他(福基翁)的缘故”;其后的专有名词宾格(Ἐχεκρατίδην...)作为不定式 ἀφεῖναι 的直接宾语,与补足成分宾格 ἐλευθέρους 构成宾补结构。

  5. 1.28ἀλλὰ τοῦτόν γε ὡς ἐλευθέριον ὑπὸ τῶν δημοτῶν ἐπαινεῖσθαι

    短语 ἀλλὰ τοῦτόν γε 作为复指成分,承接前文分词短语 τὸν μὲν ἐς τοὺς ἰχθῦς ὁρῶντα...,在句法上延续了受 φασί 支配的“带不定式的宾格”结构,以 τοῦτον 为不定式 ἐπαινεῖσθαι 的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:1.22-1.28