- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:1.16-1.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述苏格拉底拒绝死后华服的馈赠、微雕工艺的虚妄、骄奢淫逸导致的城邦覆亡、狄奥尼修斯掠夺神庙,以及伊斯梅尼亚斯巧妙避开向波斯王行跪拜礼的轶事。
ὅτε ἧκεν ἡ ναῦς ἡ ἐκ Δήλου, καὶ ἔδει Σωκράτην ἀποθνήσκειν, ἀφίκετο ἐς τὸ δεσμωτήριον Ἀπολλόδωρος ὁ τοῦ Σωκράτους ἑταῖρος, χιτῶνά τε αὐτῷ φέρων ἐρίων πολυτελῆ καὶ εὐήτριον καὶ ἱμάτιον τοιοῦτο. καὶ ἠξίου ἐνδύντα αὐτὸν τὸν χιτῶνα καὶ θοιμάτιον περιβαλόμενον εἶτα οὕτω πιεῖν τὸ φάρμακον. ἔλεγε γὰρ αὐτῷ καλῶν ἐνταφίων μὴ ἀμοιρήσειν, εἰ ἐν αὐτοῖς ἀποθάνοι· καὶ γὰρ οὖν καὶ προκείσεσθαι σὺν τῷ κόσμῳ τὸν νεκρὸν οὐ πάνυ τι ἀδόξως. ταῦτα τὸν Σωκράτην ὁ Ἀπολλόδωρος·1 ὃ δὲ οὐκ ἠνέσχετο, ἀλλʼ ἔφη πρὸς τοὺς ἀμφὶ τὸν Κρίτωνα καὶ Σιμμίαν καὶ Φαίδωνα ʽκαὶ πῶς ὑπὲρ ἡμῶν καλῶς Ἀπολλόδωρος οὑτοσὶ δοξάζει, εἴ γε πεπίστευκεν ὅτι μετὰ τὴν ἐξ Ἀθηναίων φιλοτησίαν ἔτι ὄψεται Σωκράτην; εἰ γὰρ οἴεται τὸν ὀλίγῳ ὕστερον ἐρριμμένον ἐν ποσὶ καὶ κεισόμενόν γε εἶναι ἐμέ, δῆλός ἐστί με οὐκ εἰδώς.2ʼ ταῦτα ἄρα ἐστὶ τὰ θαυμαζόμενα Μυρμηκίδου τοῦ Μιλησίου καὶ Καλλικράτους τοῦ Λακεδαιμονίου μικρὰ ἔργα. τέθριππα μὲν ἐποίησαν ὑπὸ μυίας καλυπτόμενα, καὶ ἐν σησάμῳ δίστιχον ἐλεγεῖον χρυσοῖς γράμμασιν ἐπέγραψαν. ὧν ἐμοὶ δοκεῖν ὁ σπουδαῖος οὐδέτερον ἐπαινέσεται·3 τί γὰρ ἄλλο ἐστὶ ταῦτα ἢ χρόνου παρανάλωμα;
当来自提洛岛的船只抵达、苏格拉底不得不受死之时,苏格拉底的同伴阿波罗多洛斯来到狱中,为他带来一件做工精致、质地致密的羊毛短袍以及一件同样的斗篷。他请求苏格拉底穿上这件短袍,披上斗篷,然后再饮下毒药。因为他对苏格拉底说,若是穿着它们死去,便不致缺少体面的寿衣,而且遗体带有这番装束停放瞻仰也决非无光。阿波罗多洛斯对苏格拉底作了这番请求;苏格拉底却不予接受,反而对克里同、西米亚斯和淮多等人说道:“要是这位阿波罗多洛斯当真相信在雅典人的告别酒后还能见到苏格拉底,他又怎能算是对我们怀有正确的看法呢?因为如果他以为那不久后将被抛掷在脚下并横陈在地的躯壳就是我,显然他并不了解我。”这些正是米利都的米尔梅基德斯和拉刻代蒙的卡利克拉特斯为人称奇的微雕作品。他们制作了能被苍蝇遮盖的四马战车,并在芝麻粒上用金字刻下了哀歌体双行诗。依我之见,明智之士对这两样都不会加以赞许;因为这些除了虚耗光阴之外,还能是什么呢?
πῶς δὲ οὐ διέρρεον ὑπὸ τρυφῆς αἱ παλαιαὶ τῶν γυναικῶν; ἐπὶ μὲν γὰρ τῆς κεφαλῆς στεφάνην ἐπετίθεντο ὑψηλήν, τοὺς δὲ πόδας σανδάλοις ὑπεδοῦντο, ἐκ δὲ τῶν ὤτων αὐταῖς ἐνώτια μακρὰ ἀπεκρέματο, τῶν δὲ χιτώνων τὰ περὶ τοὺς ὤμους ἄχρι τῶν χειρῶν οὐ συνέρραπτον, ἀλλὰ περόναις χρυσαῖς καὶ ἀργυραῖς συνεχέσι κατελάμβανον. καὶ ταῦτα αἱ πάνυ παλαιαί· τῶν δὲ Ἀττικῶν γυναικῶν τὴν τρυφὴν Ἀριστοφάνης λεγέτω.
古代的妇人又怎能不沉湎于奢靡之中呢?她们在头上戴着高高的冠冕,足下系着凉鞋,耳边垂着长长的耳环;短袍上从肩部直至手臂的部分并不缝合,而是用连续不断的金银胸针扣合。这还是极其古远的妇人;至于阿提卡妇人的奢华,还是让阿里斯托芬去谈罢。
ὁ μὲν δημώδης λόγος καὶ ἐς πάντας ἐκφοιτήσας λέγει Συβαρίταις καὶ αὐτῇ τῇ Συβάρει αἰτίαν τῆς ἀπωλείας γενέσθαι τὴν πολλὴν τρυφήν. ἃ δὲ οὐκ ἔστι τοῖς πολλοῖς γνώριμα, ταῦτα ἐγὼ ἐρῶ. Κολοφωνίους φασὶ καὶ αὐτοὺς διὰ τὴν πάνυ τρυφὴν ἀπολέσθαι· καὶ γάρ τοι καὶ οὗτοι ἐσθῆτι πολυτελεῖ ἐθρύπτοντο, καὶ τραπέζης ἀσωτίᾳ καὶ ὑπὲρ τὴν χρείαν χρώμενοι ὕβριζον. καὶ ἡ τῶν Βακχιαδῶν δὲ τῶν ἐν Κορίνθῳ ἀρχή, ἐπὶ μέγα δυνάμεως προελθοῦσα, ὅμως διὰ τὴν τρυφὴν τὴν ἔξω τοῦ μέτρου καὶ αὐτὴ κατελύθη.
众人皆知、流传甚广的说法称,极度奢侈乃是绪巴里斯人及绪巴里斯城本身毁灭的缘由。然而我将讲述大众所不知之事。据说科罗芬人也是因为极度奢靡而灭亡的;因为他们同样沉溺于昂贵的服饰,以甚至超出必需的餐桌放浪而骄横妄为。科林斯巴克希斯家族的统治虽曾发展到极盛的势力,最终也因无节制的奢华而瓦解。
Διονύσιος ἐξ ἁπάντων τῶν ἐν Συρακούσαις ἱερῶν ἐσύλησε τὰ χρήματα. τοῦ δὲ ἀγάλματος τοῦ Διὸς περιεῖλε τὴν ἐσθῆτα καὶ τὸν κόσμον, ὃς ἦν φασι χρυσίου πέντε καὶ ὀγδοήκοντα ταλάντων. ὀκνούντων δὲ τῶν δημιουργῶν ἅψασθαι, ὃ δὲ πρῶτος ἔκρουσε τὸ ἄγαλμα.4 καὶ τὸ ἄγαλμα δὲ τοῦ Ἀπόλλωνος περιεσύλησεν, ἔχον καὶ αὐτὸ χρυσοῦς βοστρύχους, κελεύσας ἀποκεῖραί τινα αὐτούς. πλεύσας δὲ ἐς Τυρρηνούς, τὰ τοῦ Ἀπόλλωνος καὶ τῆς Λευκοθέας ἅπαντα ἐσύλησε χρήματα, τὴν παρακειμένην ἀργυρᾶν τῷ Ἀπόλλωνι τράπεζαν κελεύσας ἀφελεῖν, ἀγαθοῦ δαίμονος τῷ θεῷ διδόντας πρόποσιν.5
狄奥尼修斯掠夺了叙拉古所有神庙中的财物。他剥去了宙斯雕像的袍服与饰物,据说那是重达八十五塔兰同的黄金。工匠们犹豫不敢动手,他便第一个击打雕像。他还洗劫了阿波罗的雕像,因〔雕像〕本身也拥有金色卷发,他便命人将其剪下。他航行至第勒尼安人那里,劫掠了阿波罗与琉科忒亚的全部财物,并命人搬走阿波罗身旁陈设的银桌,同时向神明献上好神灵的祝酒。
Ἰσμηνίου τοῦ Θηβαίου σοφὸν ἅμα καὶ Ἑλληνικὸν οὐκ ἂν ἀποκρυψαίμην ἔργον. πρεσβεύων οὗτος ὑπὲρ τῆς πατρίδος πρὸς τὸν βασιλέα τῶν Περσῶν, ἀφίκετο μέν, ἐβούλετο δὲ αὐτὸς ὑπὲρ ὧν ἧκεν ἐντυχεῖν τῷ Πέρσῃ. ἔφατο οὖν πρὸς αὐτὸν ὁ χιλίαρχος ὁ καὶ τὰς ἀγγελίας ἐσκομίζων τῷ βασιλεῖ καὶ τοὺς δεομένους ἐσάγων ʽἀλλʼ, ὦ ξένε Θηβαῖεʼ (ἔλεγε δὲ ταῦτα περσίζων διʼ ἑρμηνέως, Τιθραύστης δὲ ἦν ὄνομα τῷ χιλιάρχῳ), ʽνόμος ἐστὶν ἐπιχώριος Πέρσαις, τὸν ἐς ὀφθαλμοὺς ἐλθόντα βασιλέως μὴ πρότερον λόγου μεταλαγχάνειν πρὶν ἢ προσκυνῆσαι αὐτόν. εἰ τοίνυν αὐτὸς διʼ ἑαυτοῦ συγγενέσθαι θέλεις αὐτῷ, ὥρα σοι τὰ ἐκ τοῦ νόμου δρᾶν· εἰ δὲ μή, τὸ αὐτό σοι τοῦτο καὶ διʼ ἡμῶν ἀνυσθήσεται καὶ μὴ προσκυνήσαντι.ʼ ὁ τοίνυν Ἰσμηνίας ʽἄγε μεʼ εἶπε, καὶ προσελθὼν καὶ ἐμφανὴς τῷ βασιλεῖ γενόμενος, περιελόμενος τὸν δακτύλιον ἔρριψεν ἀδήλως παρὰ τοὺς πόδας, καὶ ταχέως ἐπικύψας, ὡς δὴ προσκυνῶν, πάλιν ἀνείλετο αὐτόν· καὶ δόξαν μὲν ἀπέστειλε τῷ Πέρσῃ προσκυνήσεως, οὐ μὴν ἔδρασεν οὐδὲν τῶν ἐν τοῖς Ἕλλησιν αἰσχύνην φερόντων. πάντα οὖν ὅσα ἠβουλήθη κατεπράξατο, οὐδὲ ἠτύχησέ τι ἐκ τοῦ Πέρσου.
底比斯人伊斯梅尼亚斯那既巧妙又具希腊气节的举动,我绝不应隐匿不谈。他代表祖国出使波斯王,抵达之后,便希望能就自己出使的事由当面会见这位波斯王。于是,负责向王传达讯息并引见请谒者的千夫长对他说道:“底比斯的客人啊”——他是通过翻译用波斯语说这番话的,这名千夫长名为提斯拉乌斯特斯——“波斯人有本土的习俗:凡晋谒王于眼前者,在向其跪拜之前不得获准发言。因此,如果你希望亲自与他会面,便该遵照律法行事;若不愿如此,即便你不跪拜,同样的事亦可通过我们来办成。”于是伊斯梅尼亚斯说道:“带我去罢。”走上前并显露在王面前时,他摘下戒指,神不知鬼不觉地扔在脚旁,随后迅速弯腰,宛如正在跪拜,又将戒指拾起;他既向波斯人传达了跪拜的假象,却未做出任何在希腊人眼中招致羞辱之举。于是,他心愿尽遂,亦未从波斯王那里遭遇任何挫折。
- 1.16ταῦτα τὸν Σωκράτην ὁ Ἀπολλόδωρος·
省略了表示言说或请求的主动词(如 ἠξίου 或 ἔλεγεν)的简略结构。承接前句中的 ἠξίου,此处仅保留主语和宾语,宾格 τὸν Σωκράτην 为被省略动词的宾语。
- 1.16δῆλός ἐστί με οὐκ εἰδώς
形容词 δῆλος 搭配分词 εἰδώς 的人称构式(字面义为“他在不认识我这一点上是清楚的”),用以替代非人称从句(δῆλόν ἐστιν ὅτι...),是希腊语常见的表达方式。
- 1.17ὧν ἐμοὶ δοκεῖν ὁ σπουδαῖος οὐδέτερον ἐπαινέσεται
ἐμοὶ δοκεῖν 为不定式的绝对用法,作副词性插入语(意为“依我之见”)。关系代词 ὧν 是表示整体的部分属格(partitive genitive),指代前述的两件微雕作品,修饰宾语 οὐδέτερον。
- 1.20ὀκνούντων δὲ τῶν δημιουργῶν ἅψασθαι, ὃ δὲ πρῶτος ἔκρουσε τὸ ἄγαλμα
前半句 ὀκνούντων... 为属格独立结构。主句中的 ὃ δέ 作为复指/指示代词,承接前文的主语狄奥尼修斯,用于在从属分词结构之后重新确立主语。
- 1.20ἀγαθοῦ δαίμονος τῷ θεῷ διδόντας πρόποσιν
分词 διδόντας 为阳性复数宾格,修饰受命搬走银桌的随从执行者们(或泛指狄奥尼修斯及其侍从)。属格 ἀγαθοῦ δαίμονος 修饰名词 πρόποσιν,指示祝酒的对象与性质。
