- 底本
- Aelian. Claudii Aeliani Varia Historia Epistolae Fragmenta, Vol. 2. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1866.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:1.10-1.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述了中箭之山羊采草自疗、老鼠与蚂蚁感知灾祸的先兆本领、忠犬解救格隆梦魇的故事,随后叙述了天鹅的习性与绝唱,并详述了关于鸽子繁殖习性及各地的相关传说。
οἱ Κρῆτές εἰσι τοξεύειν ἀγαθοί, καὶ οὖν καὶ τὰς αἶγας βάλλουσιν ἐπʼ ἄκροις νεμομένας τοῖς ὄρεσιν. αἱ δὲ βληθεῖσαι παραχρῆμα τῆς δικτάμνου βοτάνης διέτραγον, καὶ ἅμα τῷ γεύσασθαι ὅλα ἐκείναις τὰ βέλη ἐκπίπτει.
克里特人长于射箭,因此他们甚至能射中山巅吃草的山羊。这些山羊中箭后,立即咀嚼白鲜草,而一旦尝到这草,箭矢便从它们身上完好地脱落。
ἦσαν δὲ ἄρα μαντικώτατοι τῶν ζῴων καὶ μύες. γηρώσης γὰρ οἰκίας ἤδη καὶ μελλούσης κατολισθάνειν αἰσθάνονται πρῶτοι, καὶ ἀπολιπόντες τὰς μυωπίας τὰς αὑτῶν καὶ τὰς ἐξ ἀρχῆς διατριβάς, ᾗ ποδῶν ἔχουσιν1 ἀποδιδράσκουσι καὶ μετοικίζονται.
老鼠原来也是动物中最具预知能力的。因为当房屋年久破旧、行将倾塌时,它们最先察觉,便抛弃自己的洞穴和素常的栖息之所,全速逃奔,迁往别处。
ἔχουσι δὲ καὶ οἱ μύρμηκες, ὡς ἀκούω, μαντικῆς τινα αἴσθησιν. ὅταν γὰρ μέλλῃ λιμὸς ἔσεσθαι, δεινῶς εἰσι φιλόπονοι πρὸς τὸ θησαυρίσαι καὶ ἑαυτοῖς ἀποταμιεύσασθαι τοὺς πυροὺς καὶ τὰ λοιπὰ τῶν σπερμάτων, ὅσα μυρμήκων δεῖπνόν ἐστιν.
蚂蚁,据我所闻,也具有某种预知的感觉。因为每当饥荒将临,它们便极其勤勉地收集并为自己贮藏小麦和其他种籽,即凡是作为蚂蚁食物之物。
ὁ Συρακόσιος Γέλων ὄναρ ἐβέβλητο κεραυνῷ, καὶ διὰ τοῦτο ἐβόα οὐκ ἀμυδρὸν οὐδʼ ἀσθενές, ὡς ἐν ὀνείρῳ, ἀλλʼ ἀνδρικῶς, ἅτε δεινῶς ἐκπλαγεὶς ὑπὸ τοῦ δέους. ὁ δὲ κύων, ὅσπερ οὖν αὐτῷ παρεκάθευδεν, ἐκ τῆς βοῆς διεταράχθη, καὶ περιβὰς αὐτὸν ὑλάκτει πάνυ σφόδρα ἀπειλητικὸν καὶ σύντονον. καὶ ἐκ τούτων ὁ Γέλων ἅμα τε ἀφυπνίσθη καὶ τοῦ δέους ἀφείθη.
叙拉古的格隆在梦中被雷击中,因此他大声呼喊,并非如梦中那般微弱无力,而是声如洪钟,足见被恐惧极度震慑。那只恰好睡在他身旁的狗被喊声惊动,环护在他身旁,发出极其凶猛而激烈的狂吠。由此,格隆惊醒过来,同时也从恐惧中解脱了。
λέγει Ἀριστοτέλης τὸν κύκνον καλλίπαιδα εἶναι καὶ πολύπαιδα, ἔχειν γε μὴν καὶ θυμόν. πολλάκις γοῦν ἐς ὀργὴν καὶ μάχην προελθόντες καὶ ἀλλήλους ἀπέκτειναν οἱ κύκνοι. λέγει δὲ ὁ αὐτὸς καὶ μάχεσθαι τοὺς κύκνους τοῖς ἀετοῖς· ἀμύνεσθαί γε μὴν αὐτούς, ἀλλʼ οὐκ ἄρχειν ἀδίκων.2 ὅτι δέ εἰσι φιλῳδοί, τοῦτο μὲν ἤδη τεθρύληται. ἐγὼ δὲ ᾅδοντος κύκνου οὐκ ἤκουσα, ἴσως δὲ οὐδὲ ἄλλος· πεπίστευται δʼ οὖν ὅτι ᾅδει. καὶ λέγουσί γε αὐτὸν μάλιστα κατʼ ἐκεῖνον εἶναι τὸν χρόνον εὐφωνότατόν τε καὶ ᾠδικώτατον, ὅταν ᾖ περὶ τὴν καταστροφὴν τοῦ βίου. διαβαίνουσι δὲ καὶ πέλαγος, καὶ πέτονται καὶ κατὰ θαλάττης, καὶ αὐτοῖς οὐ κάμνει τὸ πτερόν.
亚里士多德说,天鹅育有美丽且众多的子女,但性情也甚为勇猛。至少天鹅常常陷入愤怒与厮杀,并自相残杀。同一作者还说,天鹅会与鹰搏斗;不过它们只是自卫,并不首先作恶行凶。至于它们喜爱鸣唱,这已广为流传。然而我未曾听过天鹅鸣唱,或许别人也未曾听过;但人们终究相信它会鸣唱。人们甚至说,唯独在临近生命终结之时,它的声音最为悦耳,鸣声最为动听。它们也能横渡远海,在洋面上空飞翔,其双翼亦不疲惫。
ἐκ διαδοχῆς φασιν ἐπῳάζειν τὰς περιστεράς. εἶτα τῶν νεοττῶν γενομένων ὁ ἄρρην ἐμπτύει αὐτοῖς, ἵνα μὴ βασκανθῶσι. τίκτει δὲ ᾠὰ δύο ἡ θήλεια, ὧν τὸ μὲν πρῶτον ἄρρεν ποιεῖ πάντως, τὸ δὲ δεύτερον θῆλυ. τίκτουσι δὲ αἱ περιστεραὶ κατὰ πᾶσαν ὥραν τοῦ ἔτους· ἔνθεν τοι καὶ δεκάκις τοῦ ἔτους ὠδίνουσι. λόγος δέ τις περίεισιν Αἰγύπτιος, λέγων δωδεκάκις τὰς ἐν Αἰγύπτῳ τίκτειν. λέγει δὲ Ἀριστοτέλης καὶ διάφορον εἶναι τῆς περιστερᾶς τὴν πελειάδα· τὴν μὲν γὰρ περιστερὰν εἶναι μείζονα, τὴν δὲ πελειάδα βραχυτέραν, καὶ τὴν μὲν περιστερὰν τιθασὸν γίνεσθαι, τὴν δὲ οὔ. λέγει δὲ ὁ αὐτὸς μὴ πρότερον ἐπιβαίνειν τὸν ἄρρενα τῇ θηλείᾳ πρὶν ἢ φιλῆσαι αὐτήν· μὴ γὰρ ἀνέχεσθαι τὰς θηλείας τὴν τῶν ἀρρένων ὁμιλίαν τοῦ φιλήματος ἔρημον. προστίθησι δὲ τούτοις καὶ ἐκεῖνο, ὅτι καὶ αἱ θήλειαι ἀλλήλας ἀναβαίνουσιν, ὅταν τῆς πρὸς ἄρρενα μίξεως ἀτυχήσωσι· καὶ οὐδὲν μὲν ἐς ἀλλήλας προΐενται, τίκτουσι δὲ ᾠά, ἐξ ὧν νεοττοὶ οὐ γίνονται αὐταῖς. εἰ δέ τι Καλλιμάχῳ χρὴ προσέχειν, φάτταν καὶ πυραλλίδα καὶ περιστερὰν καὶ τρυγόνα φησὶ μηδὲν ἀλλήλαις ἐοικέναι. Ἰνδοὶ δέ φασι λόγοι περιστερὰς ἐν Ἰνδοῖς γίνεσθαι μηλίνας τὴν χρόαν. Χάρων δὲ ὁ Λαμψακηνὸς περὶ τὸν Ἄθω φανῆναι περιστερὰς λευκὰς λέγει, ὅτε ἐνταῦθα ἀπώλοντο αἱ τῶν Περσῶν τριήρεις περικάμπτουσαι τὸν Ἄθω. ἐν Ἔρυκι δὲ τῆς Σικελίας, ἔνθα ἐστὶν ὁ τῆς Ἀφροδίτης νεὼς σεμνός τε καὶ ἅγιος, κατά τινα καιρὸν θύουσιν οἱ Ἐρυκινοὶ τὰ Ἀναγώγια, καὶ λέγουσι τὴν Ἀφροδίτην ἐς Λιβύην ἐκ Σικελίας ἀνάγεσθαι. τότε οὖν ἀφανεῖς ἐκ τοῦ χώρου αἱ περιστεραὶ γίνονται, ὥσπερ οὖν τῇ θεῷ συναποδημοῦσαι.3 κατά γε μὴν τὸν λοιπὸν χρόνον πάμπολύ τι πλῆθος τῶνδε τῶν ὀρνίθων ἐπιπολάζειν τῷ νεῷ τῆς θεοῦ ὡμολόγηται. Ἀχαϊκοὶ δὲ αὖ πάλιν λέγουσι λόγοι καὶ τὸν Δία αὐτὸν μεταβαλεῖν τὴν μορφὴν ἐς περιστεράν, ἐρασθέντα παρθένου Φθίας ὄνομα. ἐν Αἰγίῳ δὲ ᾤκει ἡ Φθία αὕτη.
据说鸽子轮流孵卵。雏鸟破壳后,雄鸽便向它们吐唾沫,以免它们遭恶眼诅咒。雌鸽产两枚卵,其中第一枚必定孵出雄雏,第二枚孵出雌雏。鸽子在一年中的各个季节都产卵,因此一年甚至分娩十次。流传着一个埃及的说法,称埃及的鸽子一年产卵十二次。亚里士多德说,佩雷亚斯鸽与佩里斯泰拉鸽有所不同:佩里斯泰拉鸽体型较大,佩雷亚斯鸽较小;前者可被驯化,后者则不然。同一作者还说,雄鸽在亲吻雌鸽之前绝不交尾,因为雌鸽不能容忍缺乏亲吻的雄鸽交接。除这些之外,他还补充道,当雌鸽未能与雄鸽交配时,雌鸽之间也会互相踩背;尽管它们彼此不排泄任何精液,但也会产下生不出雏鸟的卵。如果卡利马科斯的说法值得听取,他说林鸽、火红鸟、家鸽与斑鸠彼此毫无相似之处。印度的传说称,印度的鸽子外观呈苹果色。拉姆萨库斯的卡隆说,波斯的三段桨战船在绕过阿索斯岬角覆灭时,阿索斯周围出现了白鸽。在西西里的埃里克斯,那里有阿佛洛狄忒尊严而圣洁的神庙,埃里克斯人在某个时节献祭出航祭,并说阿佛洛狄忒从西西里启航前往利比亚。那时,鸽子便从该地消失不见,宛如与女神一同出游。然而在其余的时间里,公认有极大量的这种鸟群盘旋于女神的神庙之上。阿该亚的传说则称,宙斯本人曾化身为鸽子,因他爱上了一位名叫菲提亚的少女。这位菲提亚当时住在埃吉翁。
- 1.11ᾗ ποδῶν ἔχουσιν
希腊语惯用搭配,由关系副词 ᾗ、范围/所属属格 ποδῶν 以及表示状态的不及物动词 ἔχουσιν 组成,意为“用尽双脚全速(奔跑)”。
- 1.14ἀμύνεσθαί γε μὴν αὐτούς, ἀλλʼ οὐκ ἄρχειν ἀδίκων
接续前文 λέγει 的宾格不定式间接引语结构,主语宾格为 αὐτούς(天鹅)。短语 ἄρχειν ἀδίκων 是固定惯用语,意为“率先挑起不义之举”或“首先作恶”,中性复数属格 ἀδίκων 受动词 ἄρχειν 支配。
- 1.15ὥσπερ οὖν τῇ θεῷ συναποδημοῦσαι
由 ὥσπερ 与主格阴性复数分词 συναποδημοῦσαι 构成的分词短语,与主语 αἱ περιστεραί 一致。此处用于表达貌似的理由或比喻性状态,意为“宛如与女神一同离境漫游一般”。
