← 克劳狄乌斯·埃利安

杂闻轶事

§1.1-1.9

各种动物的生存智慧与习性

记述了章鱼、蜘蛛、埃及蛙与犬、海狐、海龟、野猪、鹿及狮子等多种动物展现出的智慧、自卫捕食技巧与自我疗愈本能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

δεινοὶ κατὰ κοιλίαν εἰσὶν οἱ πολύποδες, καὶ πᾶν ὅ τι οὖν φαγεῖν ἄμαχοι.1 πολλάκις γοῦν οὐδὲ ἀλλήλων ἀπέχονται, ἀλλὰ τῷ μείζονι ὁ βραχύτερος ἁλοὺς καὶ ἐμπεσὼν τοῖς ἀνδρειοτέροις θηράτροις τοῖς καλουμένοις τοῦ ἰχθύος πλοκάμοις, εἶτα αὐτῷ γίνεται δεῖπνον.2 ἐλλοχῶσι δὲ οἱ πολύποδες καὶ τοὺς ἰχθῦς τὸν τρόπον τοῦτον. ὑπὸ ταῖς πέτραις κάθηνται, καὶ ἑαυτοὺς ἐς τὴν ἐκείνων μεταμορφοῦσι χρόαν, καὶ τοῦτο εἶναι δοκοῦσιν, ὅπερ οὖν καὶ πεφύκασιν αἱ πέτραι. οἱ τοίνυν ἰχθῦς προσνέουσιν οἱονεὶ τῇ πέτρᾳ τοῖς πολύποσιν, οἳ δὲ ἀφυλάκτους ὄντας αὐτοὺς περιβάλλουσι ταῖς ἐξ ἑαυτῶν ἄρκυσι ταῖς πλεκτάναις.

章鱼在口腹之欲上十分惊人,吞食任何东西都势不可挡。确实,它们常常连同类也不放过,较小的章鱼被较大的章鱼捕获,落入那些被称为鱼之触手的更强健的陷阱中,随后便成了大章鱼的美餐。章鱼还用如下方式设伏捕鱼:它们伏在岩石下,将自身变为岩石的颜色,看起来宛如岩石本身的质貌。于是鱼儿便游向章鱼,仿佛游向岩石一般;而章鱼则用自身的触手之网,将毫无防备的鱼儿包围起来。

§1.2

ὑφαντικὴν καὶ ὑφαίνειν, δῶρα Ἐργάνης δαίμονος, οὔτε ἴσασιν αἱ φάλαγγες οὔτε εἰδέναι βούλονται. ἢ τί ποτʼ ἂν καὶ χρήσαιτο τῷ τοιῷδε ἐσθήματι τὸ τοιοῦτον θηρίον; τὸ δὲ ἄρα πάγη καὶ οἱονεὶ κύρτος ἐστὶ τοῖς ἐμπίπτουσι. καὶ ἣ μὲν ἀρκυωρεῖ πάνυ σφόδρα ἀτρεμοῦσα, καὶ ἔοικεν ἀκινήτῳ· καὶ τὸ μὲν ἐνέπεσεν, ὅ τί ποτέ ἐστι τὸ ἐμπεσόν, ἣ δὲ ἔχει δαῖτα. τοσοῦτον δʼ ἐμπίπτει, ὅσον καὶ τὸ ὕφασμα κατέχειν δυνατόν ἐστι καὶ ἐκείνῃ δειπνεῖν ἀπόχρη.

蜘蛛既不知晓也不愿知晓纺织与织造之术——那些女工之神的赠礼。这样的小兽究竟能如何使用这般的衣裳呢?然而,这蛛网对于落入其中的猎物而言,原来竟是陷阱,犹如捕鱼的笱。蜘蛛极其静止地守候着罗网,宛如死物;只要落入之物一落网,不论是什么,它便有了盛宴。落入其中的猎物,恰好是织网所能承受、且足够供它饱餐的大小。

§1.3

σοφόν τι ἄρα χρῆμα ἦν γένος βατράχων Αἰγυπτίων, καὶ οὖν καὶ τῶν ἄλλων ὑπερφέρουσι κατὰ πολύ. ἐὰν γὰρ ὕδρῳ περιπέσῃ Νείλου θρέμματι βάτραχος, καλάμου τρύφος ἐνδακὼν πλάγιον φέρει, καὶ ἀπρὶξ ἔχεται, καὶ οὐκ ἀνίησι κατὰ τὸ καρτερόν. ὃ δὲ ἀμηχανεῖ καταπιεῖν αὐτὸν αὐτῷ καλάμῳ·3 οὐ γάρ οἱ ἐγχωρεῖ περιβαλεῖν τοσοῦτον τὸ στόμα, ὅσον ὁ κάλαμος διείργει. καὶ ἐκ τούτου περιγίνονται τῆς ῥώμης τῶν ὕδρων οἱ βάτραχοι τῇ σοφίᾳ.

埃及的蛙类确实是一种机智的生灵,实际上远胜过其他的蛙。因为蛙若遭遇水蛇这种尼罗河的产物,便会咬住一截芦苇横衔在嘴里,紧紧咬住,拼尽全力绝不松口。水蛇便无法将蛙连同芦苇一起吞下,因为水蛇无法将口张开到芦苇所隔开的那般宽广。借此,蛙类以智慧战胜了水蛇的蛮力。

§1.4

καὶ ἐκεῖνο δὲ κυνὸς Αἰγυπτίου σοφόν. οὐκ ἀθρόως οὐδὲ ἀνέδην οὐδὲ ἐλευθέρως ἐκ τοῦ ποταμοῦ πίνουσιν ἐπικύπτοντες ἅμα καὶ ὅσον διψῶσι λάπτοντες· ὑφορῶνται γὰρ τὰ ἐν αὐτῷ θηρία· παραθέουσι δὲ τὴν ὄχθην, καὶ παρακλέπτοντες πίνουσιν ὅσον ἁρπάσαι, πάλιν καὶ πάλιν. εἶτα οὕτως ἐκ διαλειμμάτων ἐκορέσθησαν, οὐ μὴν ἀπώλοντο, καὶ οὖν καὶ ἠκέσαντο τὸ δίψος.

埃及狗的举动同样十分聪慧。它们绝不会一次性、毫无节制且自由自在地在河边俯身痛饮直到解渴,因为它们提防着河中的猛兽;它们沿着河岸奔跑,偷偷摸摸地一次只抢喝一口,反复如此。这样断断续续地喝,它们便既能喝饱,又绝不至于丧生,从而解除了干渴。

§1.5

ἡ ἀλώπηξ, οὐ μόνον τὸ χερσαῖον θηρίον δολερόν ἐστιν, ἀλλὰ καὶ ἡ θαλαττία πανοῦργός ἐστι. τὸ μὲν γὰρ δέλεαρ οὐχ ὑφορᾶται, οὐδὲ μὴν φυλάττεται διὰ τὴν ἀκρασίαν τοῦτο, τοῦ δὲ ἀγκίστρου καταφρονεῖ καὶ πάνυ. πρὶν ἢ γὰρ τὸν ἀσπαλιέα ἀνασπάσαι τὸν κάλαμον ἣ δὲ ἀνέθορε,4 καὶ ἀπέκειρε τὴν ὁρμιὰν καὶ νήχεται αὖθις. πολλάκις οὖν καὶ δύο καὶ τρία κατέπιεν ἄγκιστρα, ὁ δʼ ἁλιεὺς ἐκείνην οὐκ ἐδείπνησε προϊοῦσαν τῆς θαλάττης.

不仅陆地上的狐狸狡诈,海狐也同样奸滑。海狐因贪食而并不提防饵料,也毫不戒备,但它对鱼钩却全然蔑视。因为在垂钓者收起钓竿之前,它就跃起咬断钓线,重新游走。因此它往往吞下两枚甚至三枚鱼钩,而渔夫却从未能吃上它离开大海端上餐桌的肉。

§1.6

αἱ χελῶναι αἱ θαλάττιαι ἐν τῇ γῇ τίκτουσι, τεκοῦσαι δὲ παραχρῆμα κατέχωσαν ἐν τῇ γῇ τὰ ᾠά, εἶτα ὑποστρέψασαι ὀπίσω ἐς ἤθη τὰ ἑαυτῶν νήχονται. εἰσὶ δὲ ἐς τοσοῦτον λογιστικαί, ὡς ἐφʼ ἑαυτῶν ἐκλογίζεσθαι τὰς ἡμέρας τὰς τετταράκοντα, ἐν αἷς τὰ ἔκγονα αὐταῖς τῶν ᾠῶν συμπαγέντων ζῷα γίνεται. ὑποστρέψασαι οὖν αὖθις ἐς τὸν χῶρον, ἐν ᾧ κατέθεντο κρύψασαι τὰ ἑαυτῶν βρέφη, ἀνώρυξαν τὴν γῆν, ἣν ἐπέβαλον, καὶ κινουμένους ἤδη τοὺς νεοττοὺς καὶ ἕπεσθαι δυναμένους αὐταῖς ἀπάγουσιν.

海龟在陆地产卵,产卵后立即用泥土将卵掩埋,然后掉头游回自己平素的栖息地。它们极其善于计算,能自行算出那四十天——在此期间随着卵凝结成形,它们的后代化为活物。于是它们重返当初隐匿安置幼仔之处,挖开覆盖其上的泥土,领走那些已经蠕动并能跟随它们的幼龟。

§1.7

ἦσαν ἄρα οἱ σῦς οἱ ἄγριοι ἰατρικῆς ἅμα καὶ θεραπείας οὐκ ἀπαίδευτοι. οὗτοι γοῦν ὅταν αὑτοὺς λαθόντες ὑοσκυάμου φάγωσι, τὰ ἐξόπισθεν ἐφέλκουσι, παρειμένως ἔχοντες ἑαυτῶν,5 εἶτα σπώμενοι ὅμως ἐπὶ τὰ ὕδατα παραγίνονται, καὶ ἐνταῦθα τῶν καρκίνων ἀναλέγουσι, καὶ ἐσθίουσι προθυμότατα. γίνονται δὲ αὐτοῖς οὗτοι τοῦ πάθους φάρμακον, καὶ ἐργάζονται ὑγιεῖς αὐτοὺς αὖθις.

野猪原来对医术和疗法也并非毫无涉猎。确实,每当它们误食了天仙子,身躯麻痹瘫痪,拖着后腿,随后尽管抽搐痉挛,却依然来到水边,在那里采集螃蟹,极有食欲地吞食。这些螃蟹便成了治疗它们病痛的药物,使它们重新恢复健康。

§1.8

φαλάγγιον ἐλάφοις τοσοῦτόν ἐστι κακόν, ὅσον καὶ ἀνθρώποις, καὶ κινδυνεύουσιν ἀπολέσθαι διὰ ταχέων. ἐὰν μέντοι κιττοῦ γεύσωνται, ἐλύπησεν αὐτοὺς τὸ δῆγμα οὐδέν. δεῖ δὲ εἶναι τὸν κιττὸν ἄγριον.

毒蜘蛛对鹿的危害与对人类的危害一样大,鹿面临迅速丧命的危险。然而,如果它们尝了常春藤,那咬伤对它们便毫无损害。不过,这常春藤必须是野生的。

§1.9

λέοντα δὲ νοσοῦντα τῶν μὲν ἄλλων οὐδὲν ὀνίνησι, φάρμακον δέ ἐστιν αὐτῷ τῆς νόσου βρωθεὶς πίθηκος.6

病中的狮子,其他任何东西都对它无益,但吃下一只猴子就是医治它疾病的良药。

语法注6 条
  1. 1.1πᾶν ὅ τι οὖν φαγεῖν ἄμαχοι

    不定式 φαγεῖν 为说明性不定式,修饰形容词 ἄμαχοι,表示“在吞食……方面无可匹敌/势不可挡”。πᾶν ὅ τι οὖν 为带有 οὖν 的泛指关系句,意为“凡是……的一切东西”,作 φαγεῖν 的直接宾语。

  2. 1.1τῷ μείζονι ὁ βραχύτερος ἁλοὺς ... εἶτα αὐτῷ γίνεται δεῖπνον

    主格主语 ὁ βραχύτερος 带有分词 ἁλοὺς(τῷ μείζονι 为施事与格)与 ἐμπεσών,其后以副词 εἶτα 承接分词结构并引出主动词 γίνεται(δεῖπνον 为表语名词),其中与格 αὐτῷ 复指前文的 τῷ μείζονι(“随后成了它的美餐”)。

  3. 1.3αὐτῷ καλάμῳ

    与格 αὐτῷ 与名词 καλάμῳ 连用,构成表示伴随的与格(comitative dative),意为“连同芦苇本身一起”。

  4. 1.5πρὶν ἢ γὰρ τὸν ἀσπαλιέα ἀνασπάσαι τὸν κάλαμον ἣ δὲ ἀνέθορε

    连词 πρὶν ἤ 引导“宾格加不定式”结构(主语为 τὸν ἀσπαλιέα,不定式为 ἀνασπάσαι)。随后主句中的 ἣ δέ 包含了紧接时间从句后的“结句 δέ”(apodotic δέ),用以强调主句主语(海狐)。

  5. 1.7παρειμένως ἔχοντες ἑαυτῶν

    副词 παρειμένως(松弛地、麻痹地)与动词 ἔχω 搭配表示状态,并附带有限定/部分属格 ἑαυτῶν,意为“身体肢体处于麻痹瘫痪的状态”。

  6. 1.9βρωθεὶς πίθηκος

    名词 πίθηκος(猴子)配合被动分词 βρωθείς(被吃掉),在此为主体分词结构(类似拉丁语 ab urbe condita 结构),其含义核心在于动作本身,即“吃掉一只猴子(猴子被吞食)是医治疾病的良药”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg002.humanitext-grc2:1.1-1.9