← 克劳狄乌斯·埃利安

论动物的本性

§9.62-9.66

弄蛇人之死、鱼类产卵与蝰蛇海鳝交尾

记述了弄蛇人因解毒之水被毁而丧命、鱼类在春季的产卵与受精行为、哲学家关于海中淡水的论断及蜡器实验、秘仪信徒的禁食鱼类习俗,以及蝰蛇与海鳝交尾的奇特情态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.62

Πομπηίου Ῥούφου Ῥωμαίοις ἀγορανομοῦντος ἐν Παναθηναίοις φαρμακοτρίβης ἀνὴρ καὶ τῶν τοὺς ὄφεις ἐς τὰ θαύματα τρεφόντων, ἑτέρων ὁμοτέχνων παρεστώτων πολλῶν, ἀσπίδα κατὰ τοῦ βραχίονος προσάγει ἐς ἔλεγχον αὐτοῦ τῆς σοφίας καὶ ἐδήχθη. εἶτα τῷ στόματι ἐξεμύζησε τὸ κακόν. ὕδωρ δὲ οὐκ ἐπιρροφήσας, οὐ γὰρ παρῆν, καίτοι παρεσκευασμένον οἱ1 ʽἀνετέτραπτο δὲ ἐξ ἐπιβουλῆς τὸ σκεῦοσʼ, οἷα μὴ ἐκκλύσας τὸν ἰὸν μηδὲ ἀπορρυψάμενος, τὸν βίον κατέστρεψε μετὰ ἡμέραν οἶμαι δευτέραν, οὐκ ἀλγῶν οὐδὲ ἕν, τοῦ μέντοι κακοῦ ἡσυχῆ διασήψαντος αὐτοῦ τὰ οὖλα καὶ τὸ στόμα.

当庞培·鲁弗斯在罗马人中担任市政官时,在泛雅典娜节期间,一名以饲蛇作奇观表演为业的卖药人,在众多同行站在一旁的场合下,将一条眼镜蛇置于自己的手臂上以考验其技能,结果被咬伤。随后他用嘴吸出了毒液。然而他未能喝下水——因为手边无水,尽管原本已为他备妥(但那器皿因暗算被掀翻了)——由于既未漱洗毒液,也未能将其清洗干净,我想他在第二天之后便结束了生命,其间未觉丝毫痛苦,然而毒物却已悄然蚀烂了他的牙龈与口腔。

§9.63

τοῦ ἦρος ἐνακμάζοντος καὶ τῆς γῆς ἐξανθούσης οἴστρου τε ἀφροδισίου τὰ ζῷα ὑποπίμπλαται καὶ μνημονεύει γάμων, καὶ ἀλλήλοις συμπλέκεσθαι ὀργᾷ τά τε ὄρεια καὶ ὅσα ἐνθαλαττεύει καὶ μετεωροπορεῖ ὅσα. τῶν δὲ ἰχθύων οἳ μὲν ταῖς ψάμμοις προσαποτρίβουσι τὰ ᾠὰ πυκνὰ ὄντα καὶ ἀλλήλων ἐχόμενα, οἳ δὲ νηχόμενοι εἶτα ἐκβάλλουσι πάμπολύ τι τῶν ᾠῶν τὸ χρῆμα, καὶ οἱ κατόπιν νέοντες τὰ πολλὰ καταπίνουσιν. ἤδη μέντοι καὶ οἱ ἄρρενες προηγοῦνται καὶ τοῦ θοροῦ ἀπορραίνουσιν, αἱ δὲ θήλειαι ἑπόμεναι καὶ πάνυ γε ἀπλήστως περιχανοῦσαι ἐμπίπλανται· καὶ ἥδε ἐστὶν ἡ μίξις αὐτῶν. ὅτι δὲ ἰχθύων τινὲς καὶ συνοικοῦσιν ὡς γαμεταῖς, καὶ φυλάττουσιν αὐτάς, καὶ ζηλοτυπία τις καὶ ἐν ἰχθύων γένεσιν ἐξάπτεται, ἀνωτέρω εἶπον.

随着仲春盛极、大地繁花盛开,动物们体内充盈着情欲的躁动并忆起交配,山野之兽、海中生灵以及飞翔于空中的鸟禽,都渴望彼此交配。在鱼类中,一些将稠密而彼此粘连的卵贴着沙粒擦落,另一些则在游弋时排泄出极为大量的卵粒,游在后面的鱼则吞食大半。而且雄鱼走在前面喷洒精液,雌鱼尾随其后、极为贪婪地张大嘴巴吸食吞饱;这就是它们的交配。至于某些鱼甚至如对待正妻般同居,并守卫着它们,且嫉妒之情亦在鱼类之中燃起,我在前面已有叙述。

§9.64

λέγει δὲ Ἀριστοτέλης, καὶ Δημόκριτος πρὸ ἐκείνου, Θεόφραστός τε ἐκ τρίτων καὶ αὐτός φησι, μὴ τῷ ἁλμυρῷ ὕδατι τρέφεσθαι τοὺς ἰχθῦς, ἀλλὰ τῷ παραμεμιγμένῳ τῇ θαλάττῃ γλυκεῖ ὕδατι. καὶ ἐπεὶ δοκεῖ πως ἄπιστον, διʼ αὐτῶν τῶν ἔργων βεβαιῶσαι βουληθεὶς τὸ λεχθὲν ὁ τοῦ Νικομάχου λέγει εἶναί τι πότιμον ὕδωρ ἐν πάσῃ θαλάττῃ, καὶ ἐλέγχεσθαι ταύτῃ. εἴ τις ἀγγεῖον ἐκ κηροῦ ποιήσας κοῖλον καὶ λεπτὸν καθείη κενὸν ἐς τὴν θάλατταν, ἐξάψας ποθὲν ὥστε ἀνιμήσασθαι δύνασθαι, νυκτὸς διελθούσης καὶ ἡμέρας ἀρύτεται2 πεπλησμένον γλυκέος τε καὶ ποτίμου ὕδατος αὐτό. καὶ Ἐμπεδοκλῆς δὲ ὁ Ἀκραγαντῖνος λέγει τι εἶναι γλυκὺ ἐν τῇ θαλάττῃ ὕδωρ οὐ πᾶσι δῆλον, τρόφιμον δὲ τῶν ἰχθύων. καὶ τὴν αἰτίαν τοῦδε τοῦ ἐν τῇ ἅλμῃ γλυκαινομένου λέγει φυσικήν, ἣν ἐκεῖθεν εἴσεσθε.

亚里士多德,以及在他之前的德谟克利特,还有名列第三的泰奥弗拉斯托斯本人都说,鱼类并非由咸水滋养,而是靠海水中混杂的淡水滋养。由于此说显得有些难以置信,尼科马库斯之子(亚里士多德)意欲通过实际操作来证实所言,便称在一切海水中皆有某种可饮之水,并可通过如下方式检验:若有人用蜡制成一只轻薄的中空器皿,空着放入海中,并在某处拴紧以便能够汲取,经历一昼夜之后,将其汲出时器皿中已装满了甘甜且可饮用的水。阿克拉加斯的恩培多克勒亦称海中存在非众人皆可见、却可滋养鱼类的甘水;他阐述了此种水在咸水中变甘甜的自然原因,诸位自可从彼处知晓。

§9.65

οἱ μυούμενοι τοῖν Θεοῖν3 οὐκ ἂν πάσαιντο γαλεοῦ φασιν· οὐ γὰρ αὐτὸν εἶναι καθαρὸν ὄψον, ἐπεὶ τῷ στόματι τίκτει. οὐ τίκτειν δὲ αὐτὸν ἔνιοι λέγουσιν, ἀλλὰ δείσαντά τι τῶν ἐπιβουλευόντων τὰ σκυλάκια καταπίνειν καὶ ἀποκρύπτειν, εἶτα τοῦ φοβήσαντος παραδραμόντος ζῶντα αὖθις ἀνεμεῖν. τῆς δὲ τρίγλης οὐκ ἂν γεύσαιντο οἱ αὐτοὶ μύσται, οὐδὲ μὴν ἡ τῆς Ἥρας τῆς ἐν Ἄργει ἱέρεια· καὶ τάς γε αἰτίας ἄνω που εἰπὼν οἶδα.

据说入受“二女神”秘仪者绝不尝食角鲨;因其绝非洁净之食,乃是从口中生产。但亦有人说它并非从口生产,而是因畏惧侵害者而将幼鱼吞下隐藏,待令人惊怖之物过去后,再将幼鱼活活吐出。这批秘仪信徒同样不愿尝食红鲻鱼,阿尔戈斯的赫拉女祭司亦是如此;而这些缘由,我深知自己已在上方某处交代过了。

§9.66

ἔχεως μὲν καὶ μυραίνης γάμους καὶ ὅπως ἀλλήλοις ὁμιλοῦσιν, ἣ μὲν προϊοῦσα τῆς θαλάττης, ὃ δὲ ἐξέρπων τοῦ φωλεοῦ, ἐν τοῖς πρόσθεν εἰπὼν οὐκ ἐπιλέλησμαι. ὃ δὲ οὐκ εἶπον νῦν ἂν εἴποιμι. μέλλων ὁ ἔχις ὁμιλεῖν αὐτῇ, ἵνα δόξῃ πρᾶος ὡς πρέπει νυμφίῳ, τὸν ἰὸν ἀπεμεῖ καὶ ἐκβάλλει, καὶ οὕτως ὑποσυρίσας τὴν νύμφην παρακαλεῖ, οἱονεὶ προγάμιόν τινα ὑμέναιον ἀναμέλψας. ὅταν δὲ τὰ τῆς ἀφροδισίου σπουδῆς τελέσωσι μετʼ ἀλλήλων ὄργια, ἣ μὲν ἐπί τε τὰ κύματα καὶ τὴν θάλατταν ὥρμησεν, ὃ δὲ ἀναρροφήσας τὸν ἰὸν αὖθις ἐς τὰ ἤθη τὰ οἰκεῖα ἐπάνεισιν.

关于蝰蛇与海鳝的婚姻,以及它们如何彼此交合——一者走出大海,另一者爬出洞穴——我未曾忘记自己在前文中已作论述。但我未曾提及之事,如今当予以叙述。当蝰蛇将要与它交合时,为显出配得上新郎身份的温顺,便将毒液呕吐并丢弃在外,以此微声嘶鸣召唤新娘,宛如咏唱某种婚前赞歌。而当它们彼此完成了爱欲激情的秘仪之后,雌者便奔向波浪与大海,雄者则重新吸回毒液,返回自己的惯常居所。

语法注3 条
  1. 9.62καίτοι παρεσκευασμένον οἱ

    παρεσκευασμένον 是由非人称被动用法构成的宾格绝对结构(“尽管已为他备妥”),由连词 καίτοι 引导。随后的插入分句 ἀνετέτραπτο δὲ ἐξ ἐπιβουλῆς τὸ σκεῦος 补充说明了水未能存在的原因。与格 οἱ 作利益/关涉与格(为他)。

  2. 9.64εἴ τις ἀγγεῖον ἐκ κηροῦ ποιήσας κοῖλον καὶ λεπτὸν καθείη κενὸν ἐς τὴν θάλατταν... ἀρύτεται

    条件从句使用希求语气(καθείη),归结从句使用现在时直陈语气(ἀρύτεται)的混合条件句。希求语气在此提出一种假定的实验操作步骤,而现在时直陈语气则将随之发生的自然现象表述为一种必然且恒常的事实结果。

  3. 9.65τοῖν Θεοῖν

    阴性双数与格形式,为习惯用法,指厄琉息斯秘仪中的“二女神”,即得墨忒耳与珀耳塞福涅(科瑞)。用以限定前面的分词 οἱ μυούμενοι(入秘仪者)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:9.62-9.66