- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:9.57-9.61
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本文记叙了鱼类在冬春两季的习性、由极微小长至极庞大的三种动物及长寿巨象的记载、鱼类洄游至淡水产卵与黑海的繁盛、海针鱼爆体分娩的特性,以及眼镜蛇毒迅速渗入体内与克利奥帕特拉之死咬痕难以察觉的原委。
ἐν δὲ τῷ χειμῶνι τῷ βιαιοτάτῳ, κυμαινούσης μὲν τῆς θαλάττης, σκληρόν γε μὴν τῶν ἀνέμων καὶ βίαιον καταπνεόντων, φρίττουσι τὴν σύντροφόν τε ἅμα καὶ φίλην οἱ ἰχθύες θάλατταν. καὶ οἵ μὲν αὐτῶν τοῖς πτερυγίοις ἐπαμῶνται τὴν ψάμμον, καὶ ἑαυτοὺς ἐπηλυγάσαντες ὑποθάλπουσιν, οἳ δὲ ὑποδύονταί τινα πέτραν, ἐν σκέπῃ τε τοῦ κρύους καὶ μάλα γε ἀσμένως ἡσυχάζουσιν· οἳ δὲ ἐς τοὺς μυχοὺς τοῦ πελάγους καταθέοντες εἶτα τὴν ἄνωθεν φρίκην ἐξέκλιναν κάτω καὶ ἐν βυθῷ· οὐχ οὕτως γάρ φασιν ὥσπερ οὖν ἄνω διοιδάνειν τε καὶ τύπτειν τὸ κῦμα ἀγριαῖνον. ὑπαρχομένου δὲ τοῦ ἦρος καὶ τοῦ μὲν ἀέρος φαιδροῦ γενομένου, τῶν δὲ φυτῶν θάλλειν ἀρχομένων καὶ τῶν λειμώνων τὰ σύντροφα κομώντων, γαληνά τε τὰ τοῦ πελάγους καὶ ὑπεύδια αἰσθόμενοι οἱ ἰχθύες, ἀναθέουσι καὶ πηδῶσι, καὶ πλησίον τῆς γῆς νήχονται, ὥσπερ οὖν ἥκοντες ἐξ ἀποδημίας.
在最严酷的冬季,当大海波涛汹涌、狂风暴虐吹袭之时,鱼类对这片养育它们且为它们所挚爱的大海也心生畏惧。它们中的一些用鳍扒拢沙土,遮蔽自身以求温暖;另一些钻入岩石下方,在躲避严寒的庇护所中极其安然地歇息;还有一些则潜逃进海洋的深处,在水底深处避开来自上方的寒意与震颤。因为据说翻腾咆哮的波浪并不像在上层那样在深处膨胀与冲击。然而,随着春天开始,天空变得晴朗,植物开始萌发生长,草地披上其滋养的繁盛植被,鱼类感知到海面风平浪静与晴和,便向上游窜并跳跃,在靠近陆地之处游弋,仿佛远行归来一般。
τρία δὲ ἄρα ταῦτα ἐκ βραχίστων μέγιστα ζῷα γίνεται· τῶν μὲν ἐνύδρων ὁ κροκόδειλος, τῶν δὲ ὑποπτέρων ἡ στρουθὸς ἡ μεγάλη, τῶν γε μὴν τετραπόδων ὁ ἐλέφας. λέγει δὲ ὁ Ἰόβας γενέσθαι μὲν αὐτοῦ τῷ πατρὶ πολυετῆ Λίβυν ἐλέφαντα κατιόντα ἐκ τῶν ἄνω τοῦ γένους· καὶ Πτολεμαίῳ δὲ τῷ Φιλαδέλφῳ Αἰθίοπα, καὶ ἐκεῖνον ἐκ πολλοῦ βιώσαντα γενέσθαι πραότατον καὶ ἡμερώτατον τὰ μὲν ἐκ τῆς πρὸς τοὺς ἀνθρώπους συντροφίας, τὰ δὲ πωλευθέντα· Σελεύκου τε τοῦ Νικάτορος κτῆμα ᾅδει Ἰνδὸν ἐλέφαντα, καὶ μέντοι καὶ διαβιῶναι τοῦτον μέχρι τῆς τῶν Ἀντιόχων ἐπικρατείας φησίν.
从极微小的胎息长成最庞大的身躯,实有这三种动物:水中物产中为鳄鱼,有翼物种中为巨鸵鸟,四足兽中则为大象。朱巴说,其父拥有一头从家族先祖代代相传下来的长寿利比亚象;托勒密·费拉德尔甫斯拥有一头埃塞俄比亚象,它活了极长岁月,由于与人类共同生活以及经受驯化,变得极为温顺和驯服;他还赞颂塞琉古·尼卡托尔所拥有的一头印度象,并称它一直活到了诸位安条克统治的时代。
ἰχθύες ὅσοι ποταμὸν γείτονα τῇ θαλάττῃ τῇ συντρόφῳ κέκτηνται ἢ καὶ λίμνην τινὰ ὅταν μέλλωσι τίκτειν, ἐκνήχονται τῆς ἅλμης, τῶν κυμάτων τὸ ἄκλυστον ὕδωρ1 προαιρούμενοι καὶ ταραττόμενον ὑπὸ τῶν πνευμάτων καὶ τυπτόμενον ἥκιστα. ἀγαθὴ γὰρ αὐτοῖς ἡ τῶν ὑδάτων εἰρήνη τὴν λοχείαν ὑποδέξασθαι καὶ φυλάξαι ἀσινῆ τε καὶ ἀνεπιβούλευτα τὰ βρέφη τῇ τε ἄλλῃ καὶ μέντοι καὶ διὰ τὴν τῶν θηρῶν ἐρημίαν καὶ σπάνιν· φιλοῦσι δέ πως τήνδε τὴν ἐλευθερίαν ἔχειν αἵ τε λίμναι καὶ οἱ ποταμοί. ἔνθεν τοι καὶ πολλοῖς ἰχθύσιν εὐθενεῖται ὁ Εὔξεινος Πόντος· θηρία γὰρ τρέφειν οὐκ ἔμαθε. φώκην δὲ εἴ που τρέφει καὶ δελφῖνας βραχίστους, ἀλλὰ τῶν γε ἄλλων ἁπάντων οἱ τῇδε ἰχθῦς ἐν σκέπῃ εἰσίν.
凡拥有与抚育它们的海洋相邻的河流或湖泊的鱼类,在将要产卵之时,便会游出咸水,偏好未被海浪冲刷、极少受狂风扰动与拍击的水体。因为水体的宁静既利于它们生产,又因无有且罕见凶猛兽类等缘由,能使稚鱼不受伤害、免遭算计;湖泊与河流不知何故总喜好享有此种免受侵害的特权。正因如此,黑海鱼类丰饶;因为它未曾学会蓄养巨兽。即便它在某些地方养育海豹与极细小的海豚,但对于所有其他凶兽而言,那里的鱼类均处于庇护之中。
αἱ θαλάττιαι βελόναι λεπταὶ οὖσαι καὶ χωρητικὴν ἐμβρύων μήτραν οὐκ ἔχουσα2 τὴν αὔξην τῶν ἔνδον βρεφῶν οὐ φέρουσιν ἀλλὰ ῥήγνυνται, καὶ τοῦτον τὸν τρόπον οὐ τίκτουσιν ἀλλὰ ἐκβάλλουσι τὰ τέκνα.
海针鱼身体纤细,没有能够容纳胚胎的子宫,无法承受体内稚鱼的生长,因而胀裂,它们以此种方式并非生产而是将幼崽迸落于外。
λέγεται δὲ τὰ ἴχνη καὶ τὰ γνωρίσματα τῶν τῆς ἀσπίδος δηγμάτων μὴ πάνυ τι εἶναι δῆλα καὶ εὐσύνοπτα. καὶ τὸ αἴτιον ἐκεῖνο εἶναι πυνθάνομαι. ὀξύτατόν ἐστι τὸ ἐξ αὐτῆς φάρμακον καὶ διαδραμεῖν ὤκιστον. οὐκοῦν ἣ μὲν ἐνέφυ, τὸ δὲ οὐκ ἐπιπολεύει, ἀλλὰ ἐς τοὺς ἔσω πόρους κατολισθάνει, καὶ τῆς μὲν ἐπιφανείας καὶ τοῦ χρωτὸς τοῦ ὑπὸ τὴν ὄψιν ἀφανίζεται, ὠθεῖται δὲ ἔνδον. ἔνθεν τοι καὶ τῆς Κλεοπάτρας ὁ θάνατος τοῖς ἀμφὶ τὸν Σεβαστὸν οὐ πάνυ τι ῥᾳδίως ἐγνώσθη ἀλλὰ ὀψέ, δύο κεντημάτων καὶ μάλα γε δυσθεάτων καὶ δυσθηράτων ὀφθέντων,3 διʼ ὧν ἐφωράθη τὸ τοῦ θανάτου αἴνιγμα. ἄλλως τε καὶ ἴχνη τοῦ τῆς ἀσπίδος σύρματος ἐφάνη, πρόδηλα τοῖς ἔχουσι τῆς τούτων κινήσεως τῶν ζῴων τὴν ἱστορίαν ὄντα.
据说眼镜蛇咬伤的痕迹与特征绝非显而易见或一目了然。我获悉其原因乃是:它体内的毒液极其猛烈,游走极快。因此,当蛇咬入肉体时,毒液并不停留在表面,而是滑落渗入内部通道,从表面及目力所及的皮肤处消失,直逼体内。因此,克利奥帕特拉之死对奥古斯都身边的随从来说绝非轻易被察觉,而是在很久之后,当看见了两个极难观察、极难寻获的刺痕时才被察觉,借此死因之谜得以揭穿。此外,还显露了眼镜蛇爬行的痕迹,这对了解此类动物运动特性的人来说是显而易见的。
- 9.59τῶν κυμάτων τὸ ἄκλυστον ὕδωρ
τῶν κυμάτων 并非直接作为 ὕδωρ 的领属属格,而是由带有否定前缀 α- 的形容词 ἄκλυστον(未被冲刷的、未被拍击的)所支配的宾格性或来源性属格,意为“未受波浪冲刷的水体”。
- 9.60οὐκ ἔχουσα
主语 αἱ θαλάττιαι βελόναι 及前置分词 λεπταὶ οὖσαι 均为阴性复数,而此处 οὐκ ἔχουσα 呈阴性单数形式。此为手抄流传中的句法脱节(破格)或 ἔχουσαι 之误抄,在语义和句法结构上仍与 λεπταὶ οὖσαι 并列修饰复数主语。
- 9.61δύο κεντημάτων καὶ μάλα γε δυσθεάτων καὶ δυσθηράτων ὀφθέντων
属格绝对结构(genitive absolute),以 ὀφθέντων 为谓语分词,表示情况或手段(“当观察到两个极难看见且极难寻获的刺痕时”),作为主句动词 ἐγνώσθη 及关系从句 ἐφωράθη 揭示死因之谜的前提条件。
