- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:10.1-10.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记述了因嫉妒引发的公象决斗并与帕里斯的怯懦相对比,说明了鱼类各异的交尾季节,引述希罗多德关于骆驼后腿与阿拉伯长尾羊的记载,并叙述了蜗牛脱壳觅食以智胜天敌的习性。
σπανίως ἐλέφας ἐρᾷ, φασίν· ἔστι γὰρ σώφρων, ὡς ἄνω μοι λέλεκται. ἀκούω δʼ οὖν ἐλεφάντων πάθος ἐρωτικόν, καὶ ἄξιον θαυμάσαι αὐτό. ὃ δὲ πέπυσμαι, ἐκεῖνό ἐστιν. ἀνὴρ τῆς τούτων ἄγρας οὐκ ἄπειρος, δύναμιν λαβὼν ἐκ βασιλέως τοῦ Ῥωμαίων καὶ σταλεὶς ἐπὶ τὴν θήραν κατά τι ἔθος τοῖς Μαυρουσίοις ἐπιχώριον, φησὶν ἐν συγγραφῇ νέαν μόσχον ἐλέφαντος ὡραίαν ὡς ἐκείνοις ἰδεῖν1 συνελθεῖν ἐλέφαντι νέῳ καὶ καλῷ, πρεσβύτερον δὲ ἄλλον, εἴτε ἀνὴρ ἦν εἴτε ἐραστὴς τῆς προειρημένης, ὥσπερ οὖν ἀτιμασθέντα ἀγανακτῆσαι· θυμῷ γὰρ βιαίῳ ἐξαφθεὶς ὥρμησε μέν, ἐλθὼν δὲ ἐπὶ τὸν νέον καὶ καλὸν καὶ συμπεσὼν εἶτα ἐμάχετο, ὡς ὑπέρ τινος ἢ νύμφης ἢ ἐρωμένης ἀλγῶν. καὶ ἐς τοσοῦτον ἄρα ἀλλήλοις συνήραξαν, ὡς ἀμφοτέροις ζημιωθῆναι τὰ κέρατα. ἐνίκησε δὲ οὐδέτερος, ἀλλὰ ἀπέστρεψαν ἀπʼ ἀλλήλων οἱ θηραταὶ βάλλοντες, ἐπεὶ καὶ ἀχρεῖοι τὸ λοιπὸν ἦσαν τῶν ὅπλων ἀφῃρημένοι. ἐρωτικὴ μὲν δὴ μάχη ἐραστῶν ἐλεφάντων ἰσότιμος μέχρι τοῦ τέλους ἐνταῦθα ἀνεπαύσατο. εἵλκετο δὲ ὁ Πάρις ὑπὸ τοῦ Μενέλεω καὶ ἤγχετο τοῦ ἱμάντος αὐτὸν πιέζοντος τοῦ ὑπὸ τῷ κράνει, καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος ὁ τοῦ Ἀτρέως, εἰ μὴ ἐρράγη μὲν ὁ ἱμάς, αὐτὸν δὲ ἐξήρπασεν ἡ Διὸς καὶ Διώνης2 αἰσχίστην μάχην καὶ ἄνανδρον μεμαχημένον, καὶ ἀπελθὼν ὁ δειλὸς ἐκάθευδε μετὰ τῆς μεμοιχευμένης.
据说大象极少坠入爱河;因为正如我上面所说,这种动物是节制的。无论如何,我听闻过大象间的情欲遭遇,确实值得惊叹。我所知晓的实情如下:一名并非不谙捕捉这些动物之人,从罗马人的皇帝那里获得了一支兵力,并依照毛里塔尼亚人的当地习俗受遣前往捕猎;他在著述中称,一头在象类眼中正值妙龄的美丽年轻雌象与一头英俊年轻的公象交配,然而另一头年长的公象,无论它是前述雌象的配偶还是情人,都愤慨万分,宛如蒙受了羞辱;它被猛烈的怒火点燃,猛冲过去,逼向那头年轻俊美的公象与之相撞撕咬,宛如为某个新娘或情人而悲痛交加。它们彼此猛烈撞击,以至于双方的象牙均折损断裂。双方都未获胜,而是猎人们投掷飞石将它们彼此驱离,因为它们被剥夺了武器,自此便毫无用处了。这场直到最后都势均力敌的情敌大象之战便以此告终。与此同时,帕里斯正被墨涅拉俄斯拖拽,头盔下的系带紧勒着他几乎窒息,阿特柔斯之子本已将他拖走并赢得无尽荣光,若非那根系带断裂,若非宙斯与狄俄涅之女将进行了极可耻、懦弱战斗的他救走;而那怯懦之人离开后,便与那通奸的妇人同眠去了。
ἰχθύες δὲ ἄρα οὐ κατὰ τὴν αὐτὴν ὥραν ἐς ἀφροδίτην πρόθυμοι, ἀλλὰ οἳ μὲν ἦρος ἐπιθόρνυνται, οἳ δὲ θέρειον εἰλήχασι τὴν ὁρμὴν τήνδε, ἐν τῇ ὀπώρᾳ ἄλλοι, καὶ διὰ τοῦ χειμῶνος ὑπεξάπτονταί τινες ἐς τὴν προειρημένην σπουδήν. καὶ οἱ μὲν πλεῖστοι τοῦ ἔτους ἅπαξ ὠδίναντες εἶτα παύονται, λάβρακα δὲ ἀκούω καὶ ἐπιτίκτειν, τρίγλην δὲ καὶ τρὶς κύειν κατηγορεῖ φασι καὶ τὸ ὄνομα.
鱼类追求交合并非都在同一季节:有的在春天交尾,有的在夏天迎来这股冲动,有的在秋天,还有一些则在整个冬季悄然点燃上述热情。大多数鱼类一年产卵一次后便停歇,但我听说海鲈会二次产卵,人们说红鲻鱼的名字本身就表明它一年孕育三次。
Ἡρόδοτος λέγει τὰς καμήλους ἐν τοῖς ὄπισθεν σκέλεσιν ἔχειν τέτταρας μηροὺς καὶ μέντοι καὶ γόνατα τοσαῦτα, τὰ δὲ ἄρθρα διὰ τῶν σκελῶν τῶν κατόπιν πρὸς τὴν οὐρὰν τετράφθαι αὐταῖς.
希罗多德说,骆驼后腿上有四个大腿和同样数量的膝盖,穿过后腿的关节都朝向尾部。
τὰς οἶς τὰς Ἀραβίων ἔχειν οὐρὰς ἀήθεις ὡς πρὸς τὰς ἄλλας Ἡρόδοτος λέγει. γένη δὲ αὐτῶν εἶναι διπλᾶ ὁ αὐτὸς δήπου διδάσκει, καὶ μέντοι καὶ λέγει τὰς μὲν αὐτῶν ἔχειν οὐρὰς μηκίστας, ὡς εἶναι μετρήσαντι καὶ τριῶν πήχεων οὐκ ἐλάττους. ἅσπερ οὖν εἰ ἐῴη τις ἐπισύρειν, ἑλκοῦσθαι ἂν αὐτὰς πάντως παρατριβομένας πρὸς τὸ δάπεδον. τοὺς νομέας δὲ εἶναι ἀγαθοὺς χειρουργεῖν οὐ πέρα τῶν ἁμαξίδων,3 αἳ ὑπερείδουσι τὰς οὐρὰς τῶνδε τῶν κτηνῶν, ὥστε ἀποστέγειν τὴν ἕλκωσιν αὐταῖς. τὰς δὲ οἶς τὰς ἑτέρας φησὶ πλατείας φορεῖν, πλατύνεσθαι δὲ καὶ ἐς πῆχυν αὐτάς. οἱ κοχλίαι ἴσασιν εἶναί σφισι πολεμίους τοὺς πέρδικας καὶ τοὺς ἐρωδιούς, καὶ αὐτοὺς ἀποδιδράσκουσιν, οὐδʼ ἂν ἴδοις ἔνθα οὗτοι νέμονται κοχλίας διέρποντας. οἱ δὲ καλούμενοι τῶν κοχλιῶν ἀρείονες, οὗτοι μὲν καὶ ἀπατῶσι καὶ περιέρχονταί τινι φυσικῇ σοφίᾳ τοὺς προειρημένους. τῶν γὰρ συμφυῶν ὀστράκων προελθόντες αὐτοὶ μὲν νέμονται κατὰ πολλὴν τὴν ἄδειαν, οἱ δὲ ὄρνιθες οὓς εἶπον ἐπὶ τὰ κενὰ τῶν ὀστράκων ὡς ἐπʼ αὐτοὺς ἐκείνους καταπέτονται, οὐδὲν δὲ εὑρόντες ἀπέρριψαν ὡς ἀχρεῖά σφισι καὶ ἀνεχώρησαν· οἳ δὲ ἐπανελθόντες εἶτα ἕκαστος ἐς τὴν ἰδίαν οἰκίαν παρῆλθε, κεκορεσμένος μὲν ἐκ τῆς νομῆς, σωθεὶς δὲ ἐξ ἧς ἠπάτησε πλάνης.
希罗多德说,阿拉伯人的绵羊长着异于其他羊类的尾巴。这位著者明确告诉我们它们有两个品种,而且称其中一种长着极长的尾巴,量起来不少于三肘。因此,若任由它们拖地前行,必定会因擦磨地面而生疮溃烂。但牧羊人擅长的手艺不超过〔制造〕承托这些牲畜尾巴的小车,从而防止它们溃烂。至于另一种绵羊,他说长着宽阔的尾巴,其宽度可达一肘。 蜗牛深知鹧鸪与苍鹭是自己的天敌,因而躲避它们;在这些鸟类觅食之处,你绝看不到蜗牛爬行。然而在蜗牛中被称为“阿瑞俄涅斯”的品种,却凭借某种天生的智慧欺骗并智胜了上述鸟类。它们走出与自身天生相连的壳,在极其安全的状态下自行觅食;而我提到的那些鸟儿则扑向空壳,以为就是蜗牛本身,但发现一无所有后,便视其为无用之物抛掷一边离去;随后蜗牛归来,各自钻回自己的房舍,既因饱食而满足,又因设下的迷局而保全了性命。
- 10.1ὡς ἐκείνοις ἰδεῖν
限制性不定式短语 ὡς ἰδεῖν(“看起来、从外观上看”)与表示判断主体的与格 ἐκείνοις 连用。虽然代词 ἐκείνοις 也可理解为指代人类观察者或猎人,但考虑到上下文极力拟人化地描绘象类自身的情感与求偶意识(如 εἴτε ἀνὴρ ἦν εἴτε ἐραστὴς),此处宜解作“在象类自身眼中”。
- 10.1καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος ὁ τοῦ Ἀτρέως, εἰ μὴ ἐρράγη μὲν ὁ ἱμάς, αὐτὸν δὲ ἐξήρπασεν ἡ Διὸς καὶ Διώνης
化用了荷马《伊利亚特》第3卷(373–375行)的名句,在散文中直接融入了史诗语法结构(叙事诗形式的语气小词 κεν 与过去直陈式搭配,条件句用 εἰ μή 加过去直陈式),构成与过去相反的虚拟条件句(“若非……阿特柔斯之子本已将他拖走……”)。作者以此突显公象折齿力战的悲壮,与帕里斯蒙爱神庇护逃遁同眠的可耻形成强烈反差。
- 10.5τοὺς νομέας δὲ εἶναι ἀγαθοὺς χειρουργεῖν οὐ πέρα τῶν ἁμαξίδων
在间接引语中,宾格主语(τοὺς νομέας)和谓语形容词(ἀγαθοὺς)后接表示具体范围的说明性不定式(epexegetic infinitive)χειρουργεῖν(“从事手工、制作”),并由介词短语 οὐ πέρα τῶν ἁμαξίδων(“不超过制作小车的限度”)界定其范围,整体意为“牧羊人的木工手艺不超过制作小车的程度”。
