- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:9.6-9.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段论述了月相亏缺对介壳类、甲壳类及牲畜的影响,鱼类的特殊习性与海豚共生鱼的陪伴,随后记述了母象为落入陷阱的幼象殉身的至深天伦之情、海豹训练幼崽游泳的过程,以及一种绝不食肉的独特神鹰。
τῶν ὀστρακονώτων τε καὶ ὀστρακοδέρμων καὶ τοῦτο ἴδιον. κενώτερά πως ταῦτα καὶ κουφότερα ὑποληγούσης τῆς σελήνης φιλεῖ γίνεσθαι. καὶ τῶν μὲν ὀστρακονώτων ἐλέγχουσιν ὃ λέγω πορφύραι καὶ κήρυκες καὶ σφόνδυλοι καὶ τὰ τούτοις ὁμοφυῆ· τῶν δὲ ἑτέρων πάγουροί τε καὶ κάραβοι καὶ ἀστακοὶ καὶ καρκίνοι καὶ εἴ τι τούτων συγγενές. λέγεται δὲ καὶ τῶν ὑποζυγίων τὰ τικτόμενα ληγούσης τῆς σελήνης ἀδυνατώτερα τῶν ἄλλων εἶναι καὶ ἀσθενέστερα, καὶ μέντοι καὶ συμβουλεύουσιν οἱ τούτων ἐπιστήμονες τὰ ἐν τούτῳ τῷ μέρει τοῦ μηνὸς γεννώμενα μὴ τρέφειν· μὴ γὰρ εἶναι σπουδαῖα αὐτά. κατὰ τὴν νουμηνίαν δὲ τὰ ζῷα, ὡς πυνθάνομαι, ἢ φθέγγεταί τι τῇ συντρόφῳ φωνῇ ἢ πίπτει· λέων δὲ ἄρα μόνος, ὡς Ἀριστοτέλης φησίν, οὐδέτερον αὐτοῖν δρᾷ.
甲壳类与介壳类动物还有这样一个独特的特性:当月亮渐亏之时,它们往往会不知为何变得较为干瘪空虚且分量较轻。在介壳类中,骨螺、法螺、海菊蛤以及与此同类的生物证实了我所说的话;在另一类中,面包蟹、龙虾、螯虾、普通蟹以及任何与此近亲之物皆然。据说,在月亏时降生的役畜也比其他的更为孱弱无力,而且精于此道的人甚至建议不要喂养在月内这一时期降生的幼畜,因为它们难成良材。据我所闻,在新月之时,动物们要么以其固有的声音发声啼叫,要么扑倒在地;然而正如亚里士多德所说,唯独狮子对这二者皆不为。
ἀκοὴν ὀξύτατον τὸν λάβρακα Ἀριστοτέλης εἶναί φησι καὶ μέντοι καὶ τὴν χρόμιν καὶ τὴν σάλπην καὶ τὸν κεστρέα. πυνθάνομαι δὲ τὸν λάβρακα σαφῶς εἰδέναι ὅτι ἄρα ἐν τῇ κεφαλῇ αὐτοῦ λιθίδιόν ἐστι. καὶ χειμῶνος τοῦτο ψυχρότατον γίνεται, καὶ λυπεῖ αὐτὸν ἰσχυρῶς. ταύτῃ τοι καὶ κατʼ ἐκείνην τὴν ὥραν τοῦ ἔτους ἀλεαίνειν αὑτόν, καὶ ἐπινοεῖν τῇ ψύξει τῇ ἐκ τοῦ λίθου φάρμακον τοῦτο καὶ μάλα γε ἀντίπαλον. καὶ χρόμιν δὲ τὸ αὐτὸ ποιεῖν καὶ φάγρον καὶ σκίαιναν πέπυσμαι· ἔχειν γάρ τοι ὅμοιον λίθον καὶ ταῦτα. παράσιτοι δὲ ἄρα καὶ ἐν ἰχθύων γένει ἦσαν. ὁ γοῦν φθεὶρ οὕτω λεγόμενος παρατρώγει τῶν τοῦ δελφῖνος θηραμάτων· ὃ δὲ ἥδεται αὐτῷ καὶ ἑκὼν μεταδίδωσιν. ἔνθεν τοι καὶ πιότατός ἐστιν, ὥσπερ οὖν ἐκ πλουσίας καὶ ἀμφιλαφοῦς ἑστιάσεως ἐμπιπλάμενος. καὶ ὁ μὲν τοῦ Μενάνδρου Θήρων μέγα φρονεῖ, ὅτι ῥινῶν ἀνθρώπους φάτνην αὐτοὺς ἐκείνους εἶχε· Κλείσοφος δὲ καὶ τὸν ὀφθαλμὸν τὸν ἕτερον δεσμῷ κατελάμβανε, Φιλίππῳ χαριζόμενος ἐν τῇ τῆς Μεθώνης πολιορκίᾳ τὸν ἕτερον ἐκκοπέντι. φιλία δὲ ἐμοὶ δοκεῖν καὶ συντροφία τῷ φθειρὶ πρὸς τὸν δελφῖνά ἐστι· κολακεύειν μὲν γὰρ ὡς καὶ ἄλλα κακὰ ἄνθρωπος οἶδε, τὰ δὲ ἄλογα οὐκ οἶδεν.
亚里士多德说黑鲈的听觉最为敏锐,此外雀鲷、沙丁鱼和鲻鱼亦然。我还得知,黑鲈清楚地知道自己的头部有一块小石子。在冬季,这块小石子变得极度寒冷,使它痛苦不堪。正因如此,在一年中的那个季节,它便使自己暖和起来,针对由石子所引起的寒气想出这样一种极具抗衡效力的救治手段。我得知雀鲷、真鲷和石首鱼也做同样的事情,因为它们亦拥有类似的石子。原来在鱼类之中也有清客寄生虫:所谓的虱鱼会分食海豚捕获的猎物,而海豚乐见其成,甘愿与之分享。因此虱鱼极为肥硕,宛如在一场丰盛而极尽豪奢的宴席中饱餐了一般。米南德笔下的泰隆因通过敲诈他人而将这些人当作自己的食槽而自命不凡;克雷索福斯也曾用带子绑住自己的一只眼睛,以讨好在围攻迈托内时被射瞎一目的腓力;但在我看来,虱鱼对海豚的关系乃是友谊与相伴,因为谄媚如同其他恶行一样只有人类懂得,无理性的动物却一无所知。
ἐλέφαντος δὲ ἄρα ἐς τὰ τέκνα καὶ ἐκεῖνο φίλτρον ἰσχυρόν. οἱ τούτων θηραταὶ τάφρους ὀρύττουσιν, ἐς ἃς ἐμπίπτει τὰ ζῷα ταῦτα, καὶ τὰ μὲν ἁλίσκεται, τὰ δὲ ἀναιρεῖται. καὶ τίς ὁ τρόπος τῆς τοιᾶσδε ταφρεύσεως καὶ τὸ σχῆμα ὁποῖον καὶ ὁπόσον τὸ βάθος καὶ ἔσοδοι ποταπαί, ἀλλαχόθεν εἴσεσθε· ἐκκαλύψων δὲ ἔγωγε καὶ ἐλέγξων τὴν στοργὴν ἔρχομαι. ἡ μήτηρ θεασαμένη τὸ ἑαυτῆς βρέφος ἐς μίαν τῶν τάφρων ἐμπεσόν, οὔτε ἐμέλλησεν οὔτε βλακεύουσα διέτριψεν, ἀλλὰ ὡς εἶχεν ὁρμῆς1 ἐκθύμως καὶ περιπαθῶς ἐπιδραμοῦσα, κατὰ τοῦ παιδὸς αὑτὴν ἔωσεν ἐς κεφαλήν, καὶ ἄμφω κατὰ ταὐτὸν τὸ τέλος εἰχέτην· ὃ μὲν γὰρ ἐκ τοῦ μητρῴου βάρους πιεσθεὶς συνετρίβη, ἣ δὲ κατὰ τὴν κεφαλὴν ᾅξασα.2 γελοῖοι τοίνυν εἰσὶν οἱ διαποροῦντες εἰ φυσικὴ πρὸς τὰ ἔκγονα στοργή ἐστιν. αἱ δὲ φῶκαι τίκτουσι μὲν ἐπὶ τῆς γῆς, κατὰ μικρὰ δὲ ὑπάγουσιν ἑαυτῶν τὰ σκυλάκια ἐς τὸ νοτερόν, καὶ ἀπογεύουσι τῆς θαλάττης,3 εἶτα ἐπανάγουσιν ἐς τὸν τῆς ὠδῖνος τόπον τὸν ἐξ ἀρχῆς, καὶ αὖ πάλιν κατάγουσιν ἐς τὴν θάλατταν, καὶ ταχέως ἐξάγουσι· καὶ ὅταν πολλάκις τοῦτο δράσωσι, τελευτῶσαι νηκτικώτατα ἀπέφηναν αὐτά. ῥᾳδίως δὲ ἐς τὸν θαλάττιον βίον ὑπολισθάνει, τῆς διδασκαλίας μὲν προαγούσης αὐτά, βιαζομένης δὲ τῆς φύσεως τῶν μητρῴων καὶ ἠθῶν καὶ ἐθῶν ἐρᾶν. ἀετὸς ζῷον πλεονεκτικόν, καὶ διʼ ἁρπαγῶν ποιοῦνται τὰς τροφάς, καὶ σαρκῶν ἐσθίουσι· καὶ γὰρ λαγὼς ἁρπάζουσι καὶ νεβρὸν καὶ χῆνα ἐξ αὐλῆς καὶ ἄλλα. μόνος δὲ ἄρα ἐν αὐτοῖς ὅσπερ οὖν καὶ Διὸς κέκληται κρεῶν οὐχ ἅπτεται, ἀλλὰ ἀπόχρη οἱ πόα· καὶ Πυθαγόρου τοῦ Σαμίου διακούσας οὐδὲ ἕν, ὅμως ἐμψύχων ἀπέχεται.
大象对其子女的慈爱同样极为深厚。猎象者挖掘深坑,大象陷落其中,有的被俘,有的丧命。这种挖掘深坑的手段为何、形状如何、深度几何、入口是何形制,你们可从别处得知;我此番是要揭示并确证它们的天伦之爱。一位母亲见自己的幼崽跌入其中的一个土坑,既不迟疑,亦不怠惰延宕,而是以全部冲势满怀热切与悲痛地奔上前去,头朝下将自己猛扑在幼子身上,两者同归于尽:幼象因承受母体的重量被压得粉碎,而母象亦因头部猛撞而亡。因此,那些怀疑对后代的慈爱是否出于天性的人是可笑的。海豹在陆地上生产,但会逐渐引诱自己的幼崽走向湿润之处,让它们浅尝海水的滋味,随后再将它们带回最初的分娩之地,而后再次带入海中并迅速带出;如此反复多次之后,最终将它们造就成极善游泳者。幼崽由此轻易地滑入海洋生活,这既是由后天的教导所引领,亦是出于天性强令它们去热爱母体的习性与惯例。鹰是一种贪婪的动物,靠抢掠获取食物并食其肉,甚至会攫取野兔、幼鹿以及庭院中的鹅等猎物。然而在它们之中,唯独被称为宙斯之鹰的那一种不沾肉食,青草便足以果腹;它虽从未听闻萨摩斯的毕达哥拉斯的教诲,却同样戒绝一切有生灵之物。
- 9.8ὡς εἶχεν ὁρμῆς
动词 ἔχω 与表示程度或态势的属格(ὁρμῆς)结合构成的希腊语惯用结构(类似于 ὡς τάχους εἶχεν 等常见表达),作状语表示“以其所有的冲势”或“顺着冲劲”。
- 9.8ἣ δὲ κατὰ τὴν κεφαλὴν ᾅξασα
承前省略句。该分句与前半句 ὃ μὲν γὰρ ἐκ τοῦ μητρῴου βάρους πιεσθεὶς συνετρίβη 形成对称,省略了谓语动词(如 συνετρίβη 或 ἐτελεύτησεν 等)。分词 ᾅξασα 描绘了母象头部朝下猛冲坠落的情态,语境自然补足其同样撞击致死的结局。
- 9.9ἀπογεύουσι τῆς θαλάττης
动词 ἀπογεύω 的使役与及物用法(意为“让……品尝”)。它支配语境中省略的直接宾语(幼仔 αὐτά),而被品尝的对象则依部分属格接 τῆς θαλάττης。
