- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:9.1-9.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记叙了超越人类立法的自然法则与动物天性:幼狮奉养衰老的父亲、鳄鱼与鹰对纯正后代的严苛考验、眼镜蛇与蝎子的毒理构造,以及首生幼犬必定肖似其父的自然哲思。
ὁ λέων ἤδη προήκων τὴν ἡλικίαν καὶ γήρᾳ βαρὺς γεγενημένος θηρᾶν μὲν ἥκιστός ἐστιν, ἀσμένως δὲ ἀναπαύεται ἐν ταῖς ὑπάντροις ἢ λοχμώδεσι καταδρομαῖς, καὶ τῶν θηρίων οὐδὲ τοῖς ἀσθενεστάτοις ἐπιθαρρεῖ, τόν τε αὑτοῦ χρόνον ὑφορώμενος καὶ τὸ τοῦ σώματος ἐννοῶν ἀσθενές. οἱ δὲ ἐξ αὐτοῦ γεγενημένοι θαρροῦντες τῇ τῆς ἡλικίας ἀκμῇ καὶ τῇ ῥώμῃ τῇ συμφυεῖ προΐασι μὲν ἐπὶ θήραν, ἐπάγονται δὲ καὶ τὸν ἤδη γέροντα, ὠθούντες αὐτόν· εἶτα ἐπὶ μέσης τῆς ὁδοῦ ἧς ἐλθεῖν δεῖ1 καταλιπόντες, ἔχονται τῆς ἄγρας αὐτοί, καὶ τυχόντες τοσούτων ὅσα ἀποχρήσει καὶ αὐτοῖς καὶ τῷ γεγεννηκότι σφᾶς, βρυχησάμενοι γενναῖόν τε καὶ διάτορον καλοῦσιν ὡς δαιτυμόνα ἑστιάτορες ἐπὶ θοίνην οἱ νέοι τὸν γεγηρακότα, τὸν πατέρα οἱ παῖδες. ὃ δὲ ἡσυχῆ καὶ βάδην καὶ οἷον ἕρπων ἔρχεται, καὶ περιβαλὼν τοὺς παῖδας, καὶ τῇ γλώττῃ μικρὰ ὑποσήνας, ὥσπερ οὖν ἐπαινῶν τῆς εὐθηρίας, ἔχεται τοῦ δείπνου, καὶ σὺν τοῖς υἱέσιν ἑστιᾶται. καὶ Σόλων μὲν τοῖς λέουσιν οὐ κελεύει ταῦτα, διδάσκει δὲ ἡ φύσις, ᾗ νόμων ἀνθρωπικῶν οὐδὲν μέλει· γίνεται δὲ ἄτρεπτος αὕτη νόμος.
狮子当年事已高、因衰老而沉重时,绝无可能外出捕猎,宁愿欣然在岩穴下或灌木丛中的隐蔽处歇息;由于怀疑自己的寿数并深知躯体的虚弱,它甚至不敢向最弱小的野兽挑战。然而由它所生的幼狮,仗着盛年之勇与天生的力量,外出打猎,并将已然年迈的父亲也催促着一同带去;接着,它们将父亲留在那条必经之路的中途,自己前去追捕猎物。当它们捕获了足供自己与生身之父享用的猎物后,便发出高亢而响亮的吼叫,如同设宴的主人邀请宾客赴宴一般,年轻的呼唤年迈的,儿女呼唤父亲。老狮于是安详地信步而来,宛若匍匐前行,它搂抱住儿女,用舌头轻轻舔舐,仿佛在赞赏它们的丰获,随即享用晚餐,与诸子一同进食。梭伦并未向狮子下达过这样的指令,而是毫不在意人类法律的自然教导了它们;自然本身便化作不可动摇的法则。
τὸν ἀετὸν τὸν τῶν ὀρνίθων βασιλέα οὐ μόνον περιόντα καὶ ζῶντα δέδοικε τὰ ὄρνεα καὶ καταπτήσσει φανέντος, ἀλλὰ καὶ τὰ πτερὰ ἐκείνου ἐάν τις τοῖς τῶν ἄλλων συναναμίξῃ, τὰ μὲν τοῦ ἀετοῦ μένει ὁλόκληρα καὶ ἀνεπιβούλευτα, τὰ δὲ ἕτερα κατασήπεται τὴν πρὸς ἐκεῖνα κοινωνίαν οὐ φέροντα.
鸟类不仅在作为百鸟之王的鹰健在活着时畏惧它,一见其现身便惊恐退缩,而且若有人将其羽毛与其他鸟类的羽毛混合在一起,鹰的羽毛依然完好无损,其余的羽毛却无法承受与鹰羽的共处而腐烂殆尽。
οἱ μύες εἰσὶ μὲν καὶ ἄλλως πολύγονον ζῷον, καὶ ἀθρόᾳ τῇ ὠδῖνι πολλὰ τίκτουσιν· εἰ δέ πως καὶ ἁλὸς γευσάμενοι τύχοιεν, ἐνταῦθα δήπου καὶ πάμπολλα ἀποκυΐσκουσι καὶ πλείω τῆς συνηθείας πολλῷ. οἱ δὲ κροκόδειλοι, ὅταν τέκωσι, τὸ γνήσιον καὶ τὸ νόθον τόνδε τὸν τρόπον ἐλέγχουσιν. ἐάν τι παραχρῆμα ἐκγλυφεὶς ἁρπάσῃ, τελεῖ τὸ λοιπὸν ἐς τὸ γένος, καὶ φιλεῖται τοῖς γειναμένοις, καὶ πεπίστευται κροκοδείλων εἷς εἶναι καὶ ἠρίθμηται· ἐὰν δὲ ἐλινύσῃ καὶ βλακεύσῃ καὶ μὴ λάβῃ ποθὲν ἢ μυῖαν ἢ σέρφον ἢ ἔντερον γῆς ἢ σαῦρον τῶν νεαρῶν, διέσπασεν2 ὁ πατὴρ αὐτὸν ὡς ἀδόκιμόν τε καὶ κίβδηλον καὶ προσήκοντά οἱ οὐδὲ ἕν. καὶ δοκοῦσιν, ὡς οἵδε οἱ θῆρες, καὶ οἱ ἀετοὶ βασανίζοντες καὶ ἐκεῖνοι τὰ γνήσια τῇ ἀκτῖνι τοῦ ἡλίου κρίσει φιλεῖν τὰ ἔκγονα καὶ οὐ πάθει.
老鼠本身便是一种多产的动物,一次分娩便产下众多幼崽;如果碰巧尝到了盐,它们更会产下极多的幼崽,远远超过寻常的数量。鳄鱼在产下幼仔时,则以如下方式检验其纯正与杂伪:若孵化出来后立即能捕获某物,此后它便列入族类之中,为父母所钟爱,被笃信并算作鳄鱼之一;但若它迟缓懈怠,未能捉到任何苍蝇、蠓虫、蚯蚓或幼蜥,父亲就会将它撕裂,视其为不合格的赝品、与自己毫无干系之物。看来正如这些野兽一样,鹰也借助太阳的光芒考验后代的血统,它们是凭借判断而非盲目的情感来爱护后代的。
ἀκούω δὲ τοὺς ὀδόντας τῆς ἀσπίδος, οὓς ἂν ἰοφόρους τις εἴποι καλῶν ὀρθῶς, ἔχειν οἱονεὶ χιτῶνας περικειμένους ἄγαν λεπτοὺς καὶ ὑμέσι παραπλησίους, ὑφʼ ὧν περιαμπέχονται. ὅταν οὖν ἐμφύσῃ τινὶ τὸ στόμα ἡ ἀσπίς, διαστέλλεσθαι μέν φασι τὰ ὑμένια, ἐκχεῖσθαι δὲ τὸν ἰόν, καὶ πάλιν συντρέχειν ἐκεῖνα καὶ ἑνοῦσθαι. τοῦ γε μὴν σκορπίου τὸ κέντρον ἔχειν τινὰ κολπώδη διπλόην ὑπὸ τῆς ἄγαν λεπτότητος οὐ πάνυ τι σύνοπτον. καὶ εἶναι μὲν τὸ φάρμακον καὶ τίκτεσθαι λέγουσιν ἐνταῦθα, ἅμα δὲ τῇ κρούσει προϊέναι διὰ τοῦ κέντρου καὶ ἐκρεῖν. ὀπὴν δὲ εἶναι διʼ ἧς ἔξεισιν οὐδὲ ταύτην ὄψει θεωρητήν. ἀνθρώπου δὲ σιάλῳ καταπτύοντος ἀμβλύνεσθαι τὸ κέντρον καὶ μαλκίειν καὶ ἐς τὴν πληγὴν ἀδύνατον γίνεσθαι. ἡ κύων εἰ καὶ πολλὰ τίκτει σκυλάκια, ἀλλὰ γοῦν τὸ πρῶτον τῆς μητρὸς προελθὸν καὶ τῆς ὠδῖνος πρεσβύτατον ὂν κατηγορεῖ τὸν πατέρα.3 ἐκείνῳ γοῦν ὁμοιότατον τίκτεται πάντως, τὰ δὲ ἄλλα ὡς ἂν τύχῃ. ἔοικε δὲ φιλοσοφεῖν ἐν τῷδε ἡ φύσις, προτιμῶσα τοῦ ὑποδεχομένου τὸ σπεῖρον.4
我还听说,眼镜蛇的牙齿,即人们可恰当地称之为携毒之牙者,其周围包裹着极薄的、类似于膜的衣层,牙齿正是被这些薄膜所包覆。因此,当眼镜蛇将口咬入某物时,据说这些薄膜便会分开,毒液倾泻而出,随后它们又重新闭合聚为一体。至于蝎子的螫针,由于极度细微,具有一种难以全然看清的凹陷褶皱。人们说毒液就在那里存在并生成,随着刺击便穿过螫针流出。毒液排出的细孔同样无法用肉眼观察到。然而当人向其吐出唾液时,螫针便会变钝、麻木,无法造成伤击。母犬即便生下许多幼崽,但至少首先从母体脱出、作为产窝中最长者的那只,会揭示父亲的身份。无论如何,它生来各方面都最像父亲,其余的则全凭偶然。自然在此事上似乎颇具哲思,尊崇播种者甚于接纳者。
- 9.1ἧς ἐλθεῖν δεῖ
关系代词 ἧς 受其先行词 τῆς ὁδοῦ(属格)的同化(attraction)而变为属格。其底层构词本为表示路径范围或同族宾格的宾格形式(ἣν [ὁδὸν] ἐλθεῖν δεῖ)。
- 9.3διέσπασεν
此处的直陈语气不定过去时位于普遍条件句的归结节中,充当“格言式不定过去时”(gnomic aorist),表示惯常发生或必然的结局(相当于现在时“将其撕碎”)。
- 9.5κατηγορεῖ τὸν πατέρα
动词 κατηγορέω 通常带属格表示“控告”,但此处支配宾格 τὸν πατέρα,引申为“揭示、表明、证明”父亲是谁。
- 9.5προτιμῶσα τοῦ ὑποδεχομένου τὸ σπεῖρον
在分词 προτιμῶσα(“尊崇、看重”)的结构中,属格 τοῦ ὑποδεχομένου(接纳者,即母体)充当比较属格,而对格 τὸ σπεῖρον(播种者,即父体)则是其直接宾语。
