← 克劳狄乌斯·埃利安

论动物的本性

§9.11-9.16

角蝰之毒与海狐机谋及蛇类蜕皮

本节记述了毒蛛与角蝰等生物的毒性及克利奥帕特拉对无痛死法的检验、海狐吐出鱼钩的机谋、青蛙求偶与预报降雨的鸣叫、电鳐的麻痹效力、狂犬病等加剧动物咬伤毒性的缘由,以及蛇蜕皮时借助茴香磨眼以恢复视力的习性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.11

εἰ τοῦ φαλαγγίου καὶ μόνον ἐφάψαιτό τις, ἀπέκτεινεν1 αὐτὸν μηδὲ ὀδυνηθέντα φασὶν ἰσχυρῶς. ἀλλὰ καὶ τὸ τῆς ἀσπίδος δῆγμα πραότατον εἶναι ἤλεγξε Κλεοπάτρα, ὅτε τοῦ Σεβαστοῦ προσιόντος ἀνώδυνον θάνατον ἐν τοῖς συμποσίοις ἐβασάνιζε, καὶ τὸν μὲν διὰ τοῦ ξίφους εὕρισκεν ἀλγεινόν, τῶν τιτρωσκομένων τοῦτο ὁμολογούντων, τὸν δὲ διὰ τῶν φαρμάκων λυπηρόν· σπασμὸν γάρ τινα ἐμποιεῖν καὶ καρδιώττειν ἀναγκάζειν· τὸν δὲ ἐκ τοῦ δήγματος τῆς ἀσπίδος πρᾶον εἶναι καὶ ἵνα Ὁμηρείως εἴπω ἀβληχρόν. ἔστι δὲ ἃ καὶ μόνον ἁψαμένους ἀπέκτεινε καὶ προσερυγόντα δέ,2 ὥσπερ οὖν ὁ κεντρίνης καὶ ἡ φρύνη.

据说,若有人哪怕仅仅触碰到毒蛛,它也会在人甚至未感剧痛的情况下将其致死。克利奥帕特拉在奥古斯都步步进逼之时,曾在宴席间检验各种无痛的死法,从而证实了角蝰的叮咬乃是最为温和的。她发现刀剑之死极为痛苦,受创之人皆证实了这一点;而毒药之死则令人备受煎熬,因它会引发痉挛并迫使人剧烈腹痛心悸;但由角蝰叮咬而致的死亡却是平和的,用荷马的诗意来说,是轻微而柔和的。然而,也有些生物只要人触碰到它们,甚至向〔人〕喷出呼气,便能置人于死地,例如刺鲨与蟾蜍便是如此。

§9.12

σὺ μέν μοι λέξεις πανοῦργον εἶναι ζῷον ἀλώπεκα, ταύτην δὴ τὴν ἐκ τῆς γῆς τρεφομένην· ἄκουε δὲ καὶ τὰς τῆς θαλαττίας μηχανάς, καὶ ὁποῖα δρᾷ καὶ ἐκείνη πυνθάνου. ἢ γὰρ οὐ πρόσεισι τῷ ἀγκίστρῳ τὴν ἀρχήν, ἢ καταπιοῦσα παραχρῆμα ἑαυτῆς τὸ ἐντὸς μετεκδῦσα ἔστρεψεν ἔξω, ὥσπερ οὖν χιτῶνα τὸ σῶμα ἀνελίξασα, καὶ τοῦτον δήπου τὸν τρόπον ἐξεώσατο τὸ ἄγκιστρον.

你会对我说,生长在陆地上的那种狐狸是狡黠的动物;但也听听海狐的机谋吧,了解它又有何种作为。它要么一开始就绝不接近鱼钩,要么一旦吞下,便立刻将自己的内脏脱下并翻转到体外,宛如将身体像内衣一般卷起,想必就是以这种方式将鱼钩吐出的。

§9.13

Ἴυγγας ἐρωτικὰς ἄνθρωποί φασιν εἶναί τινας, μίξεως δὲ ἀφροδισίου σύνθημα ὁ βάτραχος ἀφίησι πρὸς τὴν θήλειαν βοήν τινα, ὡς ἐραστὴς ᾠδήν τινα κωμαστικήν, καὶ κέκληται ἥδε ἡ βοὴ ὀλολυγών, ὥς φασιν. ὅταν δὲ τὴν θήλειαν προσαγάγηται, μένουσιν ἄμφω τὴν νύκτα· ἐν μὲν γὰρ τῷ ὕδατι συνελθεῖν οὐ δύνανται, μεθʼ ἡμέραν δὲ ἐπὶ γῆς συμπλακῆναι ὀρρωδοῦσι. νυκτὸς δὲ ἐπιστάσης κατὰ πολλὴν τὴν ἄδειαν προελθόντες ἀλλήλων ἀπολαύουσιν. ὅταν δὲ βάτραχοι γεγωνότερον φθέγγωνται καὶ τῆς συνηθείας λαμπρότερον, ἐπιδημίαν δηλοῦσιν ὑετοῦ.

人们说世间存在某些动情的巫术之物;而青蛙为了交配的讯号,亦向雌蛙发出一阵啼叫,宛如情人吟唱喧歌一般,据人们所说,这种叫声被称为“奥洛吕贡”。当雄蛙引来雌蛙之后,二者便静待夜晚;因为它们无法在水中交合,又畏惧在白日的陆地上缠绵。当夜幕降临,它们便在极大的安全中出来彼此交欢。每当青蛙的鸣叫声比平时更为嘹亮清晰之时,便预示着降雨的来临。

§9.14

εἴ τις προσάψαιτο τῆς νάρκης ὅτι τὸ ἐκ τοῦ ὀνόματος πάθος τὴν χεῖρα αὐτοῦ καταλαμβάνει,3 τοῦτο καὶ παιδάριον ὢν ἤκουσα τῆς μητρὸς λεγούσης πολλάκις. σοφῶν δὲ ἀνδρῶν ἐπυθόμην ὅτι καὶ τοῦ δικτύου ἐν ᾧ τεθήραται εἴ τις προσάψαιτο, ναρκᾷ πάντως. εἰ δέ τις ἐς σκεῦος αὐτὴν ἐμβάλοι ζῶσαν, καὶ ἐπιχέοι θαλαττίου ὕδατος, ἐὰν ἐγκύμων ᾖ καὶ ὁ καιρὸς τῆς ὠδῖνος ἀφίκηται, τίκτει. καὶ τὸ ἐν τῷ σκεύει ὕδωρ εἴ τις καταχέοι χειρὸς ἀνθρώπου ἢ ποδός, ναρκᾶν τὴν χεῖρα ἢ τὸν πόδα ἀνάγκη.

如果有人触碰电鳐,与其名字相应的麻痹之疾便会侵袭其手,这在我尚是幼童之时就常常听母亲提及。但我从博学之士处得知,哪怕触碰到捕获它的渔网,人也必定会彻底麻木。若有人将活的电鳐投入器皿并注入海水,若它怀有身孕且临盆之时已至,便会产子;若有人将器皿中的水浇在人的手或脚上,手脚亦必然会陷入麻木。

§9.15

τὰ ζῷα οὔτε ἐν ταῖς πληγαῖς οὔτε ἐν τοῖς δήγμασιν ἀεὶ τὴν αὐτὴν δύναμιν ἴσχει, ἀλλʼ ἐπιτείνεται πολλάκις ἔκ τινος αἰτίας. ὁ γοῦν σφὴξ γευσάμενος ἔχεως χαλεπώτερός ἐστι τὴν πληγήν, καὶ ἡ μυῖα τοιούτῳ τινὶ προσελθοῦσα πικροτέρα δακεῖν ἐστι καὶ ὀδύνας ἔδωκε, καὶ μέντοι καὶ τῆς ἀσπίδος τὸ δῆγμα γίνεται παντελῶς ἀνήκεστον, ἐὰν βατράχου φάγῃ. ὁ δὲ κύων ὑγιαίνων μὲν ἐὰν δάκῃ, τραῦμα εἰργάσατο καὶ ἀλγηδόνα ἐξῆψεν· ἐὰν δὲ λυττῶν, διέφθειρεν. ἀκέστρια δὲ ἀκουμένη χιτώνιον ῥαγὲν ὑπὸ λυττῶντος κυνός, δακοῦσά πως τῷ στόματι τὸ χιτώνιον, ἵνα ἀποτείνῃ αὐτό, ἐλύττησε καὶ ἀπέθανεν. ἀνθρώπου δὲ ἀσίτου δῆγμα χαλεπὸν καὶ δυσίατον. λέγονται δὲ οἱ Σκύθαι πρὸς τῷ τοξικῷ, ᾧ τοὺς οἰστοὺς ἐπιχρίουσι, καὶ ἀνθρώπειον ἰχῶρα ἀναμιγνύναι φαρμάττοντες, ἐπιπολάζοντά πως αἵματι, ὅπερ ἴσασιν ἀπόκριμα αὐτοῖς. τεκμηριῶσαι τοῦτο καὶ Θεόφραστος ἱκανός.

动物无论在刺击还是叮咬中,并非始终保持相同的威力,反而常常因某种缘故而有所加剧。比如黄蜂在尝过蝰蛇之后,其螫刺便更为凶猛;苍蝇接触过此类之物后,叮咬也更为尖刻并带来剧痛;如果角蝰吞食了青蛙,其咬伤便完全不可救药。健康的狗若咬人,不过造成创伤并引发痛楚;但若是发狂的狗,则会置人于死地。一名女裁缝在缝补被疯狗撕破的短袍时,用嘴咬住短袍以便拉紧,竟因而染狂而亡。断食之人所咬的伤口亦凶险且难愈。据说斯基泰人在涂抹箭矢的箭毒之外,还会在配药时掺入人的脓液——即浮于血液表面的一种被他们视为排泄物的体液。泰奥弗拉斯托斯亦足以印证此事。

§9.16

ὅταν ἀποδύσηται τὸ γῆρας4 ὁ ὄφις (ὑπαρχομένου δὲ τοῦ ἦρος δρᾷ τοῦτο), ἐνταῦθά τοι καὶ τῶν ὀφθαλμῶν τὴν ἀχλὺν καὶ τὸ ἀμβλὺ τῆς ὄψεως ῥύπτεται καὶ ἐκεῖνο ὡς γῆρας ὀφθαλμῶν, τῷ δὲ μαράθῳ ὑποθήγων τε καὶ παραψήχων τὸ ὄμμα ἑκάτερον, εἶτα ἐξάντης τοῦδε τοῦ πάθους γίνεται. ἀμβλυώττει δὲ ἄρα διὰ τοῦ χειμῶνος φωλεύσας ἐν μυχῷ καὶ σκότῳ. οὐκοῦν μαλκίουσαν ἐκ τῶν κρυμῶν τοῦ ζῴου τὴν ὄψιν ὑποθερμαῖνον τὸ μάραθον καθαίρει, καὶ ὀξυωπέστερον ἀποφαίνει.

当蛇蜕去衰皮之时(它在初春时做此事),它也洗除了双目的阴翳与视力的昏花,那亦是眼睛的衰老;它在茴香上磨砺并擦拭双目,随后便摆脱了这一病痛。它在冬日因蛰伏于幽暗深处而视力昏花;因此,茴香能温热该动物因严寒而冻僵的视力,将其澄清并使〔该动物〕目光更为敏锐。

语法注4 条
  1. 9.11ἀπέκτεινεν

    条件句结论从句中的不定过去时直陈语气,并非过去虚构(与过去事实相反),而是表示过去一般性或反复发生的经验事实(即“一旦触及便致人于死地”的习惯性不定过去时)。

  2. 9.11ἔστι δὲ ἃ καὶ μόνον ἁψαμένους ἀπέκτεινε καὶ προσερυγόντα δέ

    主语为 ἔστι ἃ(中性复数关系代词),分词 ἁψαμένους 为阳性复数宾格,作动词 ἀπέκτεινε 的直接宾语;而 προσερυγόντα 为与主语 ἃ 一致的第二不定过去时主动态中性复数主格分词,结构意为“有些生物会杀死那些仅触碰它们的人,甚至向人喷出呼气也会致死”。

  3. 9.14εἴ τις προσάψαιτο τῆς νάρκης ὅτι τὸ ἐκ τοῦ ὀνόματος πάθος τὴν χεῖρα αὐτοῦ καταλαμβάνει

    包含先取结构(prolepsis)的复合句。依存主句(ἤκουσα τῆς μητρὸς λεγούσης)的 ὅτι 从句中,条件从句 εἴ τις προσάψαιτο τῆς νάρκης 提前置于句首,整体意为“(听母亲常说)若有人触碰电鳐,与其名相符的麻痹便会侵袭其手”。

  4. 9.16τὸ γῆρας

    字面义为“衰老”,但在论及蛇的语境中,按传统借代用法特指蛇脱下的“旧皮(蜕)”。这也为后文“如同眼睛的衰老”(ὡς γῆρας ὀφθαλμῶν)的隐喻形成了呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:9.11-9.16