- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:9.52-9.56
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了飞离海面的鱼类与乌贼以及鱼群如军队般的游弋阵型,随后介绍了控制家畜、看门狗与驴的方法,以及大象涂泥避暑、以一列纵队传递人类危险信号的高超智性。
πέτονται δὲ ὅταν δείσωσι καὶ ἐξάλλονται τῆς θαλάττης αἵ τε τευθίδες καὶ οἱ ἱέρακες οἱ θαλάττιοι καὶ ἡ χελιδὼν ἡ πελαγία. καὶ αἱ μὲν τευθίδες ἐπὶ μήκιστον ᾅττουσι τοῖς πτερυγίοις, καὶ ἐλαφρίζουσί γε ἑαυτὰς ὑψοῦ, καὶ κατὰ ἀγέλας ὀρνίθων δίκην φέρονται κοινῇ· αἱ δὲ χελιδόνες χθαμαλωτέραν ποιοῦνται τὴν πτῆσιν· οἵ γε μὴν ἱέρακες ὑπὲρ τὴν ἅλμην φέρονται ὀλίγον, ὡς μόλις ὅτι μὴ νήχονται ἀλλὰ πέτονται καταγνῶναι.1
乌贼、海鹰鱼和海燕鱼在受惊时便会飞翔并跃出海面。乌贼用鳍疾冲得极远,将自身高高腾起,如鸟群一般聚拢飞掠;海燕鱼的飞翔则较低矮;而海鹰鱼仅仅略高出海面飞行,以致人们几乎难以辨别它们是在飞翔而非游泳。
ἀλῶνται δὲ ἄρα ἰχθῦς καὶ πλανῶνται οἳ μὲν ἀθρόοι, ὥσπερ οὖν ἀγέλαι θρεμμάτων ἢ τάξεις ὁπλιτῶν ἰοῦσαι κατὰ ἴλας καὶ φάλαγγας, οἳ δὲ ἐν κόσμῳ κατὰ στοῖχον ἔρχονται, οἳ δέ, φαίης ἂν αὐτοὺς εἶναι λόχους. ἠρίθμηνται δὲ ἐς δεκάδας ἄλλοι καὶ ταύτῃ συννέουσιν· ἤδη δὲ νήχονται καὶ κατὰ ζεῦγός τινες. ἄλλοι δὲ οἰκουροῦσιν ἐν τοῖς φωλεοῖς καὶ ἐνταυθοῖ καταζῶσιν.
鱼类游弋漫游,有的成群结队,犹如牲畜群,或如按队和方阵行进的重装步兵队列;有的整齐地排成一列纵队行进;有的,你甚至会说它们是连队。另有一些以十条为一组聚拢游动;亦有成对游弋的。更有其他鱼类留守于洞穴中,并在那里度过一生。
πυνθάνομαι δὲ ὅτι ἄρα οἱ νομευτικὴν δεινοὶ ὅταν ἐθέλωσιν ἐπὶ πιμελὴν τὰ ζῷα ἐπιδοῦναι,2 ἀφαιροῦσιν αὐτῶν τὰ κέρατα. καὶ τοὺς τράγους ὅταν ἐθέλωσιν ἐς μίξιν προθυμοτέρους ἐργάσασθαι, μύρῳ χρίουσιν αὐτῶν τὰς ῥῖνας, καὶ τὰ γένεια μέντοι καὶ ἐκεῖνα χρίουσι τῶν αὐτῶν. πάλιν τε τῆς ἄγαν ὀρέξεως ἀναστέλλουσιν, ἐάν τις αὐτῶν μέσας τὰς οὐρὰς ἀποδήσῃ λίνῳ. Ἀριστοτέλης δέ φησι τὰς ἵππους ἐκβάλλειν τὰ ἔμβρυα, ἐὰν ἐπὶ πλέον ὀσφρήσωνται θρυαλλίδος λύχνου ἐσβεσμένης. ἀκούω δὲ ὅτι πρὸς τοὺς κύνας τοὺς οἰκουροὺς ἵνα μὴ ἀποδιδράσκωσι τετέχνασται ἐκεῖνο. τὴν οὐρὰν αὐτῶν καλάμῳ μετρήσαντες χρίουσι τὸν κάλαμον βουτύρῳ, εἶτα μέντοι διδόασιν αὐτοῖς περιλιχμήσασθαι αὐτόν. καὶ καταμένουσί φασιν ὥσπερ οὖν δεδεμένοι.
我获知,擅长放牧的人想要让牲畜长出肥膘时,便会切除它们的角。当他们想让公山羊在交配中更加起劲时,便用香膏涂抹它们的鼻子,甚至也涂抹同样这些〔公山羊〕的胡须。反之,如果有人用麻绳缚住它们尾部的中间,便能抑制它们过度的欲望。亚里士多德说,如果母马过多嗅闻熄灭的灯芯气味,便会流产。我还听说,针对看门狗以防它们逃跑,有人设计出这样一种计策:用一根芦苇量取它们的尾巴,在芦苇上涂抹黄油,然后让它们彻底舔食干净;据说它们便会如同被捆绑住一般留在原地。
ἴδια δὲ καὶ ἐκεῖνα κυνός. οὐχ ὑλακτοῦσιν, εἴ τις ἔχων οὐρὰν γαλῆς σὺν ἑαυτῷ εἶτα πρόσεισι, γαλῆς δʼ ἣν ἐθήρασε μέν, ἀποκόψας δὲ τὴν προειρημένην οὐρὰν εἶτα ἀφῆκε ζῶσαν αὐτήν. ὄνος δὲ οὐ βρωμήσεται, ἐὰν αὐτοῦ τῆς οὐρᾶς λίθον ἀπαρτήσῃς, ὥς φασιν.
以下特性亦为狗所独有:如果有人随身带着一条黄鼠狼的尾巴走近,它们便不会吠叫——这尾巴来自一只被捕获、被切去前述尾巴后又被活着放生的黄鼠狼。据说,如果在驴的尾巴上挂一块石头,它便不会嘶鸣。
ἐν ὥρᾳ θερείῳ, πολλοῦ πάνυ σφόδρα τοῦ ἡλίου ἐνακμάζοντος, οἱ ἐλέφαντες ἀλλήλους χρίουσιν ἰλύι παχείᾳ, καὶ αὐτοῖς αὕτη ψῦχος τε παρέχει καὶ οἰκίας ὑπάντρου τινὸς ἢ δένδροις καὶ κλάδοις ἀμφιλαφοῦς ἡδίων ἐστὶ τοῖς ζῴοις τοῖς προειρημένοις. οὗτοι ῥινηλατοῦσιν ἰσχυρῶς, καὶ αἴσθησιν ὀξυτάτην ἔχουσι. προΐασι γοῦν ἀλλήλων ὁδοποιοῦντες, καὶ ὅ γε πρῶτος ʽἴασι γὰρ κατὰ στοῖχονʼ τῆς ἐν ποσὶ πόας αἰσθόμενος καὶ ὅτι διῆλθον ἅνθρωποι ἐκ τῆς παραψαύσεως συνεὶς αὐτῶν, ἀνασπᾷ τὴν πόαν καὶ δίδωσι τῷ κατόπιν ὀσφραίνεσθαι, καὶ ἐκεῖνος τῷ μετʼ αὐτόν· καὶ ἥδε ἡ ἀντίδοσις ὡς ἂν εἴποις διὰ πάντων ἔρχεται. καὶ μέντοι καὶ ἐς τὸν οὐραγοῦντα ὅταν ἀφίκηται, ὃ δὲ μέγα ἐπήχησεν, οἳ δὲ ὥσπερ οὖν σύνθημα στρατιῶται λαβόντες εἶτα μέντοι ἐκτρέπονται3 ἐς τὰ τῶν ὀρῶν ἄγκη καὶ δάση ἢ τῶν ἑλῶν τὰ κοιλότερα καὶ μέντοι καὶ τῶν πεδίων ὅσα κομᾷ τοῖς θάμνοις. πάντως δὲ ἣν καταστείβουσιν ἄνθρωποι, ταύτην ἀποδιδράσκουσιν· ὑφορῶνται γὰρ τοῦτο τὸ ζῷον ὡς ἔχθιστον. ὅταν δὲ αὐτοὺς αἱ νομαὶ ἐπιλίπωσιν, οἳ μὲν τὰς ῥίζας ἐξορύττουσιν καὶ σιτοῦνται καὶ ταύτας, οἳ δὲ ἀπίασι ζητοῦντες χιλόν. καὶ ὅ γε ἐντυχὼν τῷ θηράματι πρῶτος αὐτῶν ὑποστρέψας καλεῖ τοὺς συννόμους καὶ ἐπί γε τὸ ἕρμαιον αὐτοὺς ἄγει.
在夏季,当骄阳炽烈之时,大象便会用厚厚的泥浆相互涂抹;这为它们带来凉爽,对前述动物而言,这比洞穴般的栖处或枝叶繁茂的树林更为惬意。它们嗅觉极为灵敏,拥有最敏锐的感觉。它们彼此开路前行,领头的大象——因为它们排成一列纵队行进——察觉到脚下的草,并从他们的轻微触碰明白有人类走过,便拔起草递给身后的同伴闻嗅,而那一只又递给它后面的同伴;这番传递可谓贯穿所有大象。而当传到殿后者时,它便发出一声响亮的吼叫,它们就像接到了暗号的士兵一样,转道走向山地的峡谷与森林,或是沼泽较深洼处,以及平原上灌木丛生的地带。它们彻底逃避人类踩踏的道路,因为它们将这种生灵视作最可怕的仇敌而加以防备。当牧草匮乏时,有的挖掘根块也以此为食,有的则离去寻找饲料;它们之中最先偶遇所获之物者便折返回来,召集同伴,引它们走向这天赐的获益。
- 9.52ὡς μόλις ὅτι μὴ νήχονται ἀλλὰ πέτονται καταγνῶναι
此处为表示结果的 ὡς 接不定式(καταγνῶναι)结构,后接引述内容的 ὅτι 从句(ὅτι μὴ νήχονται ἀλλὰ πέτονται)。副词 μόλις 修饰整体,意为“以致人们几乎难以断定它们是在飞翔而非游泳”。
- 9.54ὅταν ἐθέλωσιν ἐπὶ πιμελὴν τὰ ζῷα ἐπιδοῦναι
ἐπιδοῦναι 在此处作不及物用法,意为“增长、进展”(出自 ἐπιδίδωμι),与介词短语 ἐπὶ πιμελήν(向着肥硕)连用表示“牲畜长膘增重”。τὰ ζῷα 为不定式 ἐπιδοῦναι 的逻辑主语(宾格不定式结构)。
- 9.56ὃ δὲ μέγα ἐπήχησεν, οἳ δὲ ὥσπερ οὖν σύνθημα στρατιῶται λαβόντες εἶτα μέντοι ἐκτρέπονται
在紧接时间从句 ὅταν ἀφίκηται 之后的主句中,以 ὃ δέ(单数主语)指代殿后的大象(τὸν οὐραγοῦντα),随后以 οἳ δέ(复数主语)指代象群的其余个体形成对比呼应,相当于 ὃ μὲν ... οἳ δέ 的并列逻辑。
