- 底本
- Aelian. Claudii Aeliani De Natura Animalium Libri xvii, Vol. 1. Hercher, Rudolf, editor. Leipzig: Teuber, 1864.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:9.45-9.51
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节记述章鱼攀爬沿海果树盗取果实、流鱼感知时令变迁、海胆碎裂后神奇愈合的现象,列举刺激母畜交尾的方法与远洋巨型海兽,并提及海狸兽、海豹的习性以及红鲻鱼在厄琉息斯受尊崇的缘由。
ἀγροῦ γειτνιῶντος θαλάττῃ καὶ φυτῶν παρεστώτων ἐγκάρπων γεωργοὶ πολλάκις καταλαμβάνουσιν ἐν ὥρᾳ θερείῳ πολύποδάς τε καὶ ὀσμύλους ἐκ τῶν κυμάτων προελθόντας καὶ διὰ τῶν πρέμνων ἀνερπύσαντας καὶ τοῖς κλάδοις περιπεσόντας καὶ ὀπωρίζοντας, καὶ δίκην ἐπέθεσαν τοῖς φωρσὶ συλλαβόντες αὐτούς. ἀνθʼ ὧν δὲ ἐτρύγησαν οἱ προειρημένοι, ὑπὲρ τούτων ἀνθεστιῶσι διʼ ἑαυτῶν τοὺς δεσπότας τῶν σεσυλημένων καρπῶν.1
当田地与大海毗邻,结果实的树木立于其旁时,农夫们在夏季往往会捕获从波涛中爬出、沿着树干爬上、攀附于枝头并采摘果实的章鱼与麝香蛸;他们擒获这些窃贼,并对其施以惩罚。前述之物便以己身作为补偿,宴请那些果实遭劫的主人,以抵偿它们先前所采摘之物。
Ῥυάδες ὄνομα θαλαττίου ζῴου σοφοῦ διαγνῶναι τὴν τῶν ὡρῶν διάβασιν. ὑπαρχομένου γοῦν τοῦ χειμῶνος ἡσυχάζουσι τοὺς κρυμοὺς ἀποδιδράσκουσαι, καὶ ἀσμένως ἑαυτὰς τῇ καταμονῇ θάλπουσαι ἰσομοιρίᾳ ἀδελφικῇ· εἶτα ἦρος νεῖν ὑπάρχονται ἐκεῖναί γε καὶ πορείας τῆς μακροτέρας, καὶ νέμονται τροφὴν οὐ μόνον τὴν προσπεσοῦσαν, ἀλλὰ καὶ ἣν ἂν μαστεύσασαι εἶτα ἀνιχνεύσωσιν.
“流鱼”(柳亚得斯)是一种善于辨识时令推移的海洋动物之名。当冬季开始时,它们便潜藏不动以避寒冷,以兄弟般的均等份额相依留驻,使彼此取暖;随后到了春季,它们便开始游动,踏上更遥远的旅途,不仅以眼前飘落的食物为食,亦觅食它们追踪寻获之物。
τοὺς ἐχίνους ἔτι ζῶντας καὶ ἐν τοῖς ὀστράκοις ὄντας καὶ προβεβλημένους τὰ κέντρα εἴ τις συντρίψας καὶ διαρρίψας ἐς τὴν θάλατταν ἄλλο ἄλλῃ τρύφος καταλίποι, τὰ δὲ ἄρα συνέρχεται αὖθις2 καὶ ἑνοῦται καὶ τὸ συγγενὲς θρύμμα ἀνέγνω, καὶ προσπλακέντα συνέφυ. καὶ ὁλόκληροι γίνονται φύσει τινὶ θαυμαστῇ καὶ ἰδίᾳ αὖθις.
若有人在海胆尚存活、居于硬壳之中且伸出棘刺之时将其碾碎,散掷入海中,令碎片散落各处,这些碎片却会再度聚拢结合,认出彼此同源的残片,依附黏合在一处。凭着某种奇妙而独特的自然造化,它们再次变得完整无缺。
ὑπὲρ τοῦ πλείονα τὴν ἐπιγονὴν τῶν ζῴων σφίσι γίνεσθαι οἱ τούτων μελεδωνοὶ τὰ ἄρθρα τῶν θηλειῶν καὶ οἰῶν καὶ αἰγῶν καὶ ἵππων ἀνατρίβουσι κατὰ τὸν τῆς ὀχείας καιρὸν ἁλῶν καὶ λίτρου τὰς χεῖρας ἀναπλήσαντες. ἐκ τούτων ὄρεξις αὐτοῖς γίνεται περὶ τὴν ἀφροδίτην μᾶλλον. ἕτεροι δὲ πεπέριδι καὶ μέλιτι τὰ αὐτὰ χρίουσι, λίτρῳ δὲ ἄλλοι καὶ κνίδης καρπῷ· σμυρνίῳ δὲ ἤδη τινὲς ἔχρισαν καὶ λίτρῳ. ἐκ δὴ τοῦδε τοῦ ὀδαξησμοῦ ἀκράτορες ἑαυτῶν γίνονται αἱ θήλειαι ποῖμναι, καὶ ἐπιμαίνονται τοῖς ἄρρεσιν.
为了使牲畜为自己产下更多幼崽,饲养者在交配的时节,满手抓取食盐和天然碱,涂抹揉搓母畜——无论是母羊、母山羊还是母马——的阴部。因这些物质之故,它们对交配产生更大的欲望。另有一些人则用胡椒与蜂蜜涂抹同一部位,有人用天然碱与荨麻籽,亦有人曾用黑茴芹与天然碱涂抹。因这种瘙痒刺激,母畜群便无法自持,对公畜狂热迷恋。
τῶν κητῶν τῶν μεγίστων αἰγιαλοῖς καὶ ᾐόσι καὶ τοῖς λεπροῖς καλουμένοις καὶ βραχέσι χωρίοις προσπελάζει οὐδὲ ἕν, οἰκεῖ δὲ τὰ πελάγη. καὶ ἔστι μέγιστα ὅ τε λέων καὶ ἡ ζύγαινα καὶ ἡ πάρδαλις καὶ οἱ φύσαλοι καὶ ἡ πρῆστις καὶ ἡ καλουμένη μάλθη· δυσανταγώνιστον δὲ ἄρα τὸ θηρίον τοῦτο καὶ ἄμαχον. καὶ ὁ κριὸς δεινὸν ζῷον καὶ κίνδυνον φέρον, εἰ καὶ πόρρωθεν φανείη, τῇ τῆς θαλάττης ταράξει καὶ τῷ κλύδωνι ὃν ἐργάζεται. καὶ ὕαινα, οὐκ αἴσιον ὅραμα τοῖς ναυτιλλομένοις αὕτη γε. κυνῶν δὲ περὶ διαφορᾶς καὶ ἀλκῆς ἀνωτέρω εἶπον.
在最巨大的海兽中,没有任何一种会靠近海滩、海滨以及所谓的崎岖浅滩,而是栖居于远洋。最庞大者包括海狮、双髻鲨、海豹(豹鲨)、吹水鲸、喷火巨鲸以及所谓的软海怪;而这种异兽着实难与抗衡、不可战胜。海羊亦是一种可怖的动物,即便在远处现身,单凭它所激起的海面骚乱与巨浪便带来危险。海鬣狗对于航海者而言亦绝非吉兆。至于各类海狗(鲨类)及其力量,我前文已有所述。
αἱ καστορίδες ζῷόν εἰσι θαλάττιον, καὶ ἐπὶ ταῖς ἀκταῖς καὶ ταῖς πέτραις ταῖς προβεβλημέναις ἀπόφημόν τινα κωκυτὸν μεθιᾶσι, καὶ ὠρύονται βαρύτατα. τούτου τοίνυν τοῦ ἤχου ὅστις ἂν ἀκούσῃ, ἄφυκτά οἵ ἐστι,3 καὶ οὐ μετὰ μακρὸν ἀποθνήσκει. καὶ ἡ φάλαινα δὲ τῆς θαλάττης πρόεισι καὶ ἀλεαίνεται τῇ ἀκτῖνι. κνεφαῖαι δὲ αἱ φῶκαι ἐξίασι μᾶλλον· ἤδη μέντοι καὶ μεσημβρίας οὔσης καθεύδουσι τῆς θαλάττης ἔξω. τοῦτό τοι καὶ Ὅμηρος ᾔδει, καὶ ἐν Ὀδυσσείᾳ τὸν Μενέλεων πεποίηκε τῷ Τηλεμάχῳ καὶ τῷ Πεισιστράτῳ περιηγούμενον τὴν κοίτην αὐτῶν τήνδε, ὅτε τὰ ἐν Φάρῳ καὶ περὶ Πρωτέως τοῦ θαλαττίου δαίμονος αὐτοῖς ὁ Μενέλεως διεξῄει καὶ τῆς μαντείας, ἣν ἐμαντεύσατό οἱ ὁ Πρωτεὺς ὃν εἶπον.
海狸兽是一种海洋动物,它们在海岸与突出的岩石上发出不祥的哀号,凄厉至极地咆哮。无论何人听闻这声响,皆在劫难逃,未久即死。鲸鱼亦会跃出海面,在阳光下取暖。而海豹则多在薄暮时分外出;然而在正午之时,它们亦会在海面之外酣睡。荷马亦深知此节,并在《奥德赛》中描写门涅拉俄斯向忒勒马科斯和珀西斯特拉托斯详细讲述它们的这处卧所,当时门涅拉俄斯正向他们详述在法罗斯岛的往事、有关海神普罗透斯之事,以及我所提及的普罗透斯向他所作的预言。
τρίγλης πέρι ἀνωτέρω εἶπον· ὃ δὲ οὐκ εἶπον, νῦν ἐρῶ. ἐν Ἐλευσῖνι τιμὰς ἔχει ἐκ τῶν μυουμένων, καὶ διπλοῦς ὁ λόγος τῆς τιμῆς τῆσδε. οἳ μέν φασιν, ἐπεὶ τρὶς τοῦ ἔτους τίκτει· οἳ δέ, ἐπεὶ τὸν λαγὼν ἐσθίει, ὅσπερ οὖν ἐστιν ἀνθρώπῳ θανατηφόρος. ἴσως δὲ ἐρῶ τι περὶ τρίγλης καὶ πάλιν.
关于红鲻鱼,我前文已有提及;至于未曾言及之事,我如今道来。在厄琉息斯,它受到入密者的尊崇,对此尊崇有两种解释:有人说是因为它每年产卵三次;另有人说是因为它吞食海兔,而海兔对人类而言是致命之物。或许关于红鲻鱼,我日后还会再有所述。
- 9.45ἀνθʼ ὧν δὲ ἐτρύγησαν οἱ προειρημένοι, ὑπὲρ τούτων ἀνθεστιῶσι διʼ ἑαυτῶν τοὺς δεσπότας τῶν σεσυλημένων καρπῶν.
关系代词 ὧν 受其先行词 τούτων 的格(属格)吸引,原本的结构为 ἀντὶ τούτων ἃ ἐτρύγησαν。动词 ἀνθεστιάω(意为“回请宴席/设宴报答”)以 τοὺς δεσπότας 为直接宾语,以 διʼ ἑαυτῶν 表示方式(以自身的肉体为食),以偿付先前盗取的果实(ὑπὲρ τούτων),构成了带有讽刺意味的修辞表达。
- 9.47τοὺς ἐχίνους ἔτι ζῶντας καὶ ἐν τοῖς ὀστράκοις ὄντας καὶ προβεβλημένους τὰ κέντρα εἴ τις συντρίψας καὶ διαρρίψας ἐς τὴν θάλατταν ἄλλο ἄλλῃ τρύφος καταλίποι, τὰ δὲ ἄρα συνέρχεται αὖθις
句首的宾格 τοὺς ἐχίνους ... 是前提宾格(悬垂宾格),用以引出整个句子的主旨。条件从句 εἴ τις ... καταλίποι 内包含分配性短语 ἄλλο ἄλλῃ τρύφος(将一块碎片扔在此处,另一块扔在彼处);后继的主句则以中性复数 τὰ δέ 作为主语承接这些碎片,并支配动词 συνέρχεται 等。
- 9.50ἄφυκτά οἵ ἐστι
中性复数表语形容词 ἄφυκτα 与单数动词 ἐστι 搭配构成的无人称表达。代词 οἱ 为关系/不利与格(意为“对于他而言”),整体构成“对他而言无处可逃/其在劫难逃”的习用句式。
