← 克劳狄乌斯·埃利安

论动物的本性

§9.39-9.44

植物所生害虫与动物防卫及海洋生物习性

本节论述了各类植物所生之虫、动物各自依赖的防御部位、海鼠的凶猛勇敢、金枪鱼感知节候与单眼航行的习性、螃蟹蜕壳的过程,以及以蛇为食的穴居人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.39

τίκτεται δὲ ἄρα ἐν τοῖς τῶν πυρῶν ληίοις καὶ ταῖς αἰγείροις καὶ ταῖς συκαῖς προσέτι τὸ τῶν κανθαρίδων φῦλον, ὥσπερ οὖν Ἀριστοτέλης λέγει, ἔν γε μὴν τοῖς ἐρεβίνθοις τὸ τῶν καμπῶν, ἐν δὲ τῷ ὀρόβῳ φαλάγγια ἄττα, ἐν δὲ τοῖς πράσοις ἡ καλουμένη πρασοκουρίς. τίκτεται δὲ καὶ ἐν τῇ κράμβῃ σκωλήκων γένος, καὶ ὄνομα αὐτῷ ἐκ τῶν ἠθῶν, ἐν οἷς διαιτᾶται. καλεῖται γοῦν κραμβίς. τίκτει δέ τι καὶ ἡ μηλέα· καὶ διαφθείρει μὲν τοῦτο πολλάκις τὸν καρπὸν τοῦ φυτοῦ τοῦδε, ταῖς δὲ ἔτι τοῦ τίκτειν ἐχούσαις ὥραν1 γένοιτο ἂν καὶ ἐς κύησιν ἀγαθόν. καὶ τὸν τρόπον ἐρεῖ ἄλλος.

正如亚里士多德所言,地胆(芫青)一类生于麦田与白杨,此外还有无花果树中;鹰嘴豆中生毛虫类,苦豌豆中生某种毒蛛,韭葱中则生所谓的葱青虫。甘蓝中亦生出一种蠕虫,其名取自其所栖居的处所;它无论如何被称为甘蓝虫。苹果树亦生出某种东西;它往往败坏这植物的果实,但对于尚有生育之年的妇女而言,甚至有助于受孕。至于其法,自当由他人言之。

§9.40

οἶδε δὲ ἄρα τῶν ζῴων ἕκαστον ἐν ᾧ μέρει κέκτηται τὴν ἀλκήν, καὶ τούτῳ θαρρεῖ, καὶ ἐπιβουλεῦον μὲν χρῆται ὡς ὅπλῳ, κινδυνεῦον δὲ ὡς ἀμυντηρίῳ. ὁ γοῦν ξιφίας ἀμύνεται τῷ ῥύγχει ὡς ξίφει, ἔνθεν τοι καὶ κέκληται· ἡ δὲ τρυγὼν τῷ κέντρῳ, ἡ δὲ μύραινα τοῖς ὀδοῦσι, καὶ μάλα γε εἰκότως· ἔχει γὰρ αὐτῶν διστοιχίαν.

每种动物都知道自身的力量处于哪一部分,并以此自恃,在图谋捕食时将其用作武器,而在遇险时则用作防御工具。例如,剑鱼用其鼻吻如剑般防卫,其得名亦由此而来;魟鱼用其毒刺,海鳝用其牙齿,且极合情理,因它生有双排牙齿。

§9.41

οἱ μὲν μῦς οἱ κατὰ τὴν οἰκίαν δειλὸν καὶ ἀσθενὲς ζῷόν εἰσι, καὶ φοβοῦνται κτύπον, καὶ τὴν γαλῆν πεφρίκασι κρίξασαν· δειλοὶ δὲ καὶ οἱ ἀρουραῖοι. τῶν γε μὴν οἰκετῶν θρασύτεροι οἱ θαλάττιοι. μικρὸν μὲν αὐτῶν τὸ σῶμα, τόλμα δὲ ἄμαχος· καὶ θαρροῦσι δύο ὅπλοις, δορᾷ τε εὐτόνῳ καὶ ὀδόντων κράτει· μάχονται δὲ καὶ τοῖς ἰχθύσι τοῖς ἁδροτέροις καὶ τῶν ἁλιέων τοῖς μάλιστα θηρατικοῖς.

屋中的家鼠是怯懦而弱小的动物,畏惧声响,闻黄鼠狼尖叫便瑟瑟发抖;田鼠亦是怯弱的。然而海鼠却比这些家鼠更为凶猛大胆。它们身躯虽小,胆量却不可战胜;它们恃仗两件武器:坚韧的皮与有力的齿;它们既与体型庞大的鱼类搏斗,又与极具捕猎技巧的渔夫交锋。

§9.42

τῆς τῶν ὡρῶν μεταβολῆς ἔχουσιν αἰσθητικῶς2 οἱ θύννοι καὶ ἴσασι τροπὰς ἡλίου ὀξύτατα, καὶ δέονται τῶν τὰ οὐράνια εἰδέναι δεινῶν οὐδὲ ἕν. ὅπου γὰρ ἂν αὐτοὺς χειμῶνος ἀρχὴ καταλάβῃ, ἐνταῦθα ἡσυχάζουσί τε καὶ ἀτρεμοῦσιν ἀγαπητῶς, καὶ καταμένουσιν ἐς τὴν ἐπιδημίαν τῆς ἰσημερίας. καὶ τεκμηριοῖ Ἀριστοτέλης τοῦτο. ὅτι δὲ τῷ ἑτέρῳ τῶν ὀφθαλμῶν ὁρῶσι, τῷ δὲ ἄλλῳ οὐκέτι, καὶ Αἰσχύλος ὁμολογεῖ λέγων τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην. παρίασί τε ἐς τὸν Πόντον, καὶ κατὰ τὴν δεξιὰν ἑαυτῶν πλευρὰν τὴν γῆν λαμβάνουσι, καθʼ ἣν καὶ βλέπουσιν· ἐξιόντες τε αὖ κατὰ τὴν ἀντιπέρας νέουσι τῆς γῆς ἐχόμενοι, τὴν φρουρὰν τὴν τοῦ σώματος κατὰ τὸν ὁρῶντα τῶν ὀφθαλμῶν λαμβάνοντες3 προμηθέστατα.

金枪鱼对季节的变迁极具感知力,极敏锐地知晓太阳的二至点,丝毫不需要那些精通天象之人。盖因冬令之始无论在何处袭来,它们便在那里安息定居,心满意足地静止不动,留守直至二分点的来临。对此亚里士多德亦有论证。至于它们仅凭一只眼睛视物,另一只眼睛已不能视物,埃斯库罗斯亦赞同此说,言道:“如金枪鱼般侧转左眼”。它们进入黑海时,将陆地保持在自身的右侧,它们亦正以此侧视物;而复出之时,它们则紧贴对岸游动,极具先见之明地将身体的防护置于能够视物的眼睛一侧。

§9.43

τοῖς παγούροις τὸ πρῶτον ἔλυτρον ῥήγνυται, καὶ ὥσπερ οἱ ὄφεις τὸ γῆρας, οὕτω δήπου καὶ οὗτοι τὸ ὄστρακον ἀποδύονται. ὅταν δὲ αἴσθωνται ἀφιστάμενον τῆς σαρκὸς αὐτό, πανταχοῦ φοιτῶσιν οἰστρούμενοι καὶ μαστεύοντες τροφὴν πλείονα, ἵνα ὄγκου προσγενομένου αὐτοῖς ὑποπρησθέντες ἀπορρήξωσιν ἑαυτῶν τὸ ἔλυτρον. ὅταν δὲ διολίσθωσιν ἐξ αὐτοῦ καὶ ἐλεύθεροι γένωνται, κεῖνται παρειμένοι κατὰ τῆς ψάμμου, νεκροῖς εἰκασμένοι· δεδοίκασι δὲ ὑπὲρ τῆς φυομένης αὐτοῖς δορᾶς ὑγροτέρας τε οὔσης καὶ ἔτι ἁπαλῆς. κατὰ μικρὰ δὲ ἑαυτοὺς ἀθροίσαντες καὶ ἀναβιωσκόμενοι τρόπον τινά, πρώτης μὲν ἀπογεύονται τῆς ψάμμου. ἐς τοσοῦτον δὲ ἄτολμοί εἰσι καὶ ἥκιστα θαρραλέοι, ἐς ὅσον αὐτοῖς ὑμὴν περίκειται4 στέγασμα ἔξωθεν· ὅταν δὲ ἄρξηται πήγνυσθαι καὶ ἐς ὀστράκου φύσιν μεταχωρεῖν, ἀπέρριψαν ἐνταῦθα τὴν δειλίαν, ὡς ὅπλῳ θαρροῦντες τῇ τῆς περιβολῆς σκέπῃ τε ἅμα καὶ ὡς ἂν εἴποις πανοπλίᾳ.

黄道蟹(石蟹类)最初的壳破裂,正如蛇褪去其蜕皮,它们无疑亦蜕去其硬壳。当它们察觉到硬壳脱离肌肉时,便如着了魔似地四处奔走,寻觅更多食物,以便因体量增加而自下胀起,从而撑破自身的壳层。当它们从中滑脱获得自由后,便瘫软地躺在沙地上,状若死物;它们为自己正在生长、尚且湿润而柔嫩的表皮感到担忧。但逐渐收拾自身,仿佛重新苏醒过来一般,它们首先品尝沙子。只要外部裹覆着一层薄膜作为掩蔽,它们便极其畏怯而毫无胆量;但当薄膜开始凝固并转变为壳的性质时,它们此时便抛弃了怯懦,将外层包裹的遮蔽、亦可谓全副铠甲,视作武器而满怀信心。

§9.44

Τρωγλοδύται γένος ἀνθρώπων ὑμνεῖται, καὶ τό γε ὄνομα εἴληφεν ἐκ τῆς διαίτης. φοβοῦνται δὲ αὐτοὺς οἱ ὄφεις. τὸ δὲ αἴτιον, ἐσθίουσιν αὐτοὺς οἱ ἄνθρωποι. μιγνύμενοι δὲ ἀλλήλοις οἱ ὄφεις βαρυτάτην ὀσμὴν ἀφιᾶσιν.

穴居人是一支为人歌咏的人类部族,其名称取自其居住习俗。蛇类畏惧他们。原因在于这些人以蛇为食。蛇类相互交配时,会散发出极其难闻的恶臭。

语法注4 条
  1. 9.39ταῖς δὲ ἔτι τοῦ τίκτειν ἐχούσαις ὥραν

    分词 ἐχούσαις 支配宾语 ὥραν(适宜时期、适龄),冠词性不定式属格 τοῦ τίκτειν 修饰 ὥραν(生育的时节)。全句为利益与格,意为“对于尚有生育适龄期的妇女而言”。

  2. 9.42τῆς τῶν ὡρῶν μεταβολῆς ἔχουσιν αἰσθητικῶς

    动词 ἔχω 与副词 αἰσθητικῶς 连用,后接属格 τῆς τῶν ὡρῶν μεταβολῆς,表达一种知觉状态:“对季节的变迁具有敏感的感受能力”。

  3. 9.42τὴν φρουρὰν τὴν τοῦ σώματος κατὰ τὸν ὁρῶντα τῶν ὀφθαλμῶν λαμβάνοντες

    成语 λαμβάνω φρουράν 意为“戒备、防范”。介词短语 κατὰ τὸν ὁρῶντα τῶν ὀφθαλμῶν 表示方向或基准(“朝向能视物的眼睛一侧”),说明其洄游时极力以健全的眼睛保持对外界警戒的周密习性。

  4. 9.43ἐς τοσοῦτον δὲ ἄτολμοί εἰσι καὶ ἥκιστα θαρραλέοι, ἐς ὅσον αὐτοῖς ὑμὴν περίκειται

    相关句式 ἐς τοσοῦτον... ἐς ὅσον...(“在……的限度内,就达到如此程度……”),表示其胆怯程度与外部仅为薄膜所包裹的时间/状态相对应,并与后文的 ὅταν δὲ ἄρξηται πήγνυσθαι(硬化时)形成对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:9.39-9.44