← 克劳狄乌斯·埃利安

论动物的本性

§9.34-9.38

航海蛸的航行习性与阿多尼斯等奇特鱼类

作者记述了航海蛸的航行特性与习性、人类窥测深海的视线极限、能在岩石上睡眠的外宿鱼(阿多尼斯)及其得名由来、泰奥弗拉斯托斯关于寄生植物萌发原因的阐释,以及深海穴居的巨型迟钝鱼类。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.34

ὁ δὲ ναυτίλος πολύπους ἐστὶ καὶ αὐτός, καὶ κόγχην μίαν ἔχει. ἀναπλεῖ μὲν οὖν τὴν κόγχην στρέψας περὶ τὰ κάτω, ἵνα μὴ τῆς ἅλμης ἀρύσηται καὶ ὠθήσῃ αὖθις αὑτόν· γενόμενος δὲ ἐπὶ τοῖς κύμασιν, ὅταν μὲν ᾖ γαλήνη καὶ εἰρήνη πνευμάτων, στρέφει τὴν κόγχην ὑπτίαν ʽἣ δὲ ἐπιπλεῖ δίκην πορθμίδοςʼ καὶ παρεὶς δύο πλεκτάνας ἐντεῦθέν τε καὶ ἐκεῖθεν καὶ ὑποκινῶν ἡσυχῆ ἐρέττει τε καὶ προωθεῖ τὴν συμφυῆ ναῦν. εἰ δὲ εἴη πνεῦμα, τοὺς ἐρετμοὺς μὲν τοὺς τέως προτείνας μακροτέρους οἴακας ἐργάζεται, ἄλλας δὲ ἀνατείνας πλεκτάνας, ὧν μέσος χιτών ἐστι λεπτότατος, τοῦτον διαστήσας ἱστίον αὐτὸν ἀποφαίνει.1 πλεῖ μὲν δὴ τὸν τρόπον τοῦτον ἀδεὴς ὤν· ἐὰν μέντοι φοβηθῇ τι τῶν ἁδροτέρων, βυθίσας τὴν κόγχην ἐπλήρωσε, καὶ κατώλισθεν ἐκ τοῦ βάρους, καὶ ἑαυτὸν ἀφανίσας τὸν ἐχθρὸν ἀπέδρα. εἶτα ἐν εἰρήνῃ γενόμενος ἀνέθορέ τε καὶ πλεῖ πάλιν. καὶ ἐκ τούτων ἔχει τὸ ὄνομα.

航海蛸(船蛸)本身也是一种章鱼,且拥有一个单壳。它将壳翻转向下浮起,是为了不舀入海水而使自己再次下沉;一旦到达波浪之上,每当风平浪静、波澜不惊之时,它便将壳翻转仰卧(此壳如渡船般浮在水面),并从这一侧和那一侧放下两条触手,轻轻摆动以划行,推动这艘天然的舟楫。若是起了风,它便将先前的桨伸得更长作为舵,并举起另外的触手,触手之间有一层极薄的膜,张开此膜便将其化为帆。它便以这种方式无所畏惧地航行;然而,如果它畏惧某种庞然大物,便沉下壳去灌满水,因这重量而滑落入水底,隐藏自身以逃脱敌害。随后在重归安宁时,它又跃起并再次航行。它亦由此得名。

§9.35

ἐς τριακοσίας ὀργυιάς φασιν ἀνθρώποις κάτοπτα εἶναι τὰ ἐν τῇ θαλάττῃ, περαιτέρω γε μὴν οὐκέτι. εἴτε δὲ ὑπονέουσιν ἰχθύες ἔτι εἴτε καὶ θηρία, ἢ εἰ καὶ τούτοις μὲν ἄβατά ἐστι, θεοὶ δὲ θαλάττιοι καὶ ἐνάλιοι δαίμονες εἰλήχασι τὸν χῶρον καὶ μέντοι καὶ ὁ τῆς ὑγρᾶς οὐσίας δεσπότης, οὔτε ἐγὼ πολυπραγμονῶ οὔτε ἄλλος λέγει.

人们说人目能看清海中之物的距离可达三百英寻,再远便无法看清了。至于下方是否仍有鱼类或怪兽在深处游动,抑或对它们而言亦是不可涉足之地,而海神、海中精灵乃至于湿润本体的主宰者领有此地,我既不过问,亦无他人言说。

§9.36

ἦν δὲ ἄρα πέτραις ἠθὰς καὶ ἐν ταύταις νεμόμενος γένος κεστρέως ἰχθύς, καὶ ἰδεῖν ξανθός ἐστι. διαρρεῖ δὲ ἄρα ὑπὲρ αὐτοῦ διπλοῦν ὄνομα· οἳ μὲν γὰρ ἄδωνιν καλοῦσιν, οἳ δὲ ἐξώκοιτον. ὅταν γάρ τοι τὸ κῦμα ἐν τοῖς ὑπευδίοις καὶ γαληνοῖς πραϋνθῇ, τηνικαῦτα ἑαυτὸν ἐξοκέλλει, τοῦ κύματος ἐποχούμενος τῇ ὁρμῇ, καὶ κατὰ τῶν πετρῶν ἁπλοῖ, καὶ καθεύδει βαθὺν καὶ εἰρηναῖον εὖ μάλα τὸν ὕπνον. καὶ ἐκ μὲν τῶν ἄλλων ἁπάντων ἔνσπονδα ὥς ἐστίν οἱ2 καλῶς οἶδε, πέφρικε δὲ τοὺς ὄρνιθας ὅσοι θαλάττης ἔντροφοι καί εἰσι καὶ νομίζονται. ἐὰν οὖν ἐκείνων ἐπιφανῇ τις, ὃ δὲ ἀναπάλλεται καὶ πηδᾷ χορείᾳ τινὶ φυσικῇ καὶ ὀρχήσει ὡς ἂν εἴποις μάλα ἀπορρήτῳ, ἔστʼ ἂν ἀπὸ τῆς πέτρας ἐξαλλόμενος εἶτα ἐμπεσὼν τοῖς κύμασι σωθῇ. Ἄδωνιν δʼ ἐθέλουσι λέγειν αὐτόν, ἐπεὶ καὶ γῆν καὶ θάλατταν ἔχει φίλην, τῶν πρώτων ἐμοὶ δοκεῖν θεμένων τὸ ὄνομα αἰνιξαμένων3 ἐς τὸν τοῦ Κινύρου παιδὸς βίον τὸν διῃρημένον δύο δαίμοσι, τῆς μὲν ὑπὸ γῆς, τῆς δὲ ἄνω γῆς ἐρώσης αὐτοῦ.

原来有一种鲻类的鱼,习于岩石且在岩石间觅食,望之呈黄褐色。关于它流传着双重名称:有些人称它为阿多尼斯,另一些人则称它为外宿鱼。因为每当在背风平静之处波浪平息时,它便乘着波浪的冲力使自己搁浅,展平在岩石之上,睡着极其深沉且安详的觉。它深知自己与其余所有生灵都处于休战状态,却极度惧怕那些实为且被视作大海所哺育的禽类。因此,若有任何一只鸟出现,它便跳跃起来,以一种天生的舞蹈与可谓极其神秘的蹦跳腾跃,直至从岩石上跳落,坠入波涛中得以获救。人们之所以乐意称它为阿多尼斯,是因为它既爱陆地又爱海洋;依我看,最初定名的人乃是以此隐喻客倪剌斯之子的生命——那生命被两位女神所瓜分,地下的女神与地上的女神皆倾心于他。

§9.37

φυτοῦ ἑτέρου κλάδος ἐπιφύεται πρέμνῳ, προσήκων οἱ μηδὲ ἓν πολλάκις. τὸ δὲ αἴτιον Θεόφραστος λέγει, φυσικώτατα ἀνιχνεύσας ὅτι τὰ ὀρνύφια τὴν ἄνθην τῶν δένδρων σιτούμενα εἶτα ἐπὶ τοῖς φυτοῖς καθήμενα τὰ περιττὰ ἀποκρίνει. οὐκοῦν τὸ σπέρμα ταῖς κοιλάσι καὶ ταῖς ὀπαῖς αὐτῶν καὶ τοῖς σηραγγώδεσιν ἐμπῖπτον καὶ ἐπαρδόμενον τοῖς ὄμβροις τοῖς ἐξ οὐρανοῦ, εἶτα ἀναφύει ἐκεῖνα ἐξ ὧν ἐβλάστησεν. οὕτω τοι καὶ ἐν ἐλαίᾳ συκῆν κατανοήσεις, καὶ ἐν ἄλλῳ ἄλλο.

另一植物的枝条往往会寄生在树干上,而彼此毫无同种关联。泰奥弗拉斯托斯道出了原因,极为自然地探明了小鸟啄食树木的花朵后栖于植物之上,排出排泄物。因此种子落入它们的凹陷处、孔隙以及洞穴般的缝隙中,受到来自上天的雨水灌溉,随后便萌发出它所由生出的那种植物。以此方式你会在橄榄树中看到无花果树,在另一种植物中看到另一样。

§9.38

φωλεύει δὲ ἐν τοῖς μυχοῖς τῆς θαλάττης τὸ πρόβατον, καὶ οἱ καλούμενοι ἥπατοι, καὶ οὕσπερ οὖν φιλοῦσιν ἁλιεῖς ὀνομάζειν πρέποντας. καὶ μέγιστοι μέν εἰσιν ἰδεῖν τὴν φύσιν, νωθεῖς δὲ τὴν νῆξιν, καὶ εἱλοῦνται περὶ τοῖς φωλεοῖς, ἔνθεν τοι οὐδὲ ἀπολείπουσι τὴν σφετέραν ὑποδρομήν. λοχῶσι δὲ τῶν ἰχθύων τῶν ἀσθενεστέρων τοὺς παρανέοντας. ἀριθμοῖτο δʼ ἂν ἐν τούτοις καὶ ὁ ὄνος· δέδοικε δὲ μάλιστα ἰχθύων τὴν τοῦ Σειρίου ἐπιτολὴν οὗτος ὁ ὄνος.

在海洋深处潜伏着绵羊鱼、所谓的肝鱼,以及渔夫们喜好称作端庄鱼的那些。它们天生望之极大,游动却很迟缓,在穴洞周围盘桓,因此绝不离开自己的潜藏之所。它们埋伏袭击那些从旁游过的弱小游鱼。在这些鱼类中亦可算入驴鱼;而在众鱼之中,这驴鱼最惧怕天狼星的升起。

语法注3 条
  1. 9.34διαστήσας ἱστίον αὐτὸν ἀποφαίνει

    ἱστίον 作宾语 αὐτόν 的宾语补足语(谓语性宾格),αὐτόν 回指前文的阳性名词 χιτών。过去分词 διαστήσας 表示方式或手段:“张开此膜便将其化作帆”。

  2. 9.36ἐκ μὲν τῶν ἄλλων ἁπάντων ἔνσπονδα ὥς ἐστίν οἱ

    在作 οἶδε 宾语的 ὡς 从句中,ἔνσπονδα 是表示“条约、休战”的中性复数作表语。οἱ 为第三人称单数与格(利害与格/间接反身用法),整句意为“其他一切生物于它而言皆处于不可侵犯的休战状态”。

  3. 9.36τῶν πρώτων ἐμοὶ δοκεῖν θεμένων τὸ ὄνομα αἰνιξαμένων

    τῶν θεμένων ... αἰνιξαμένων 为独立属格结构,表示得名的原因或背景。插入成分 ἐμοὶ δοκεῖν 为绝对不定式结构,作状语用,意为“依我看 / 据我推想”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:9.34-9.38