← 克劳狄乌斯·埃利安

论动物的本性

§9.28-9.33

带毒之肉与动物的智慧及药草功效

本节记述了吞食蝾螈之猪的毒性、幼发拉底河仅袭外邦人的毒蛇、狮子混淆足迹的策略、治疗牲畜呃逆的药草、利用飞禽采拔莨菪之法,以及苦艾驱除体内寄生虫的效力与阿斯克勒庇俄斯神的神迹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.28

τὴν ὗν κρέα ἔχειν τῶν ἄλλων κρεῶν ἡδίω ἐκ πολλοῦ πεπίστευται. καὶ ἐκεῖνο δὲ ἡ πεῖρα διδάσκει καὶ μάλα γε ἐναργῶς. ὅταν ποτὲ σαλαμάνδραν φάγῃ, αὐτὴ μέν ἐστιν ἀπαθής, τούς γε μὴν αὐτῆς γευσαμένους ἀποκτείνει.

久已有人相信,猪肉比其他肉类更为甘美。经验也极其清楚地表明了以下这一点:每当母猪吃下蝾螈时,它自身安然无恙,却会致尝过它肉的人于死地。

§9.29

Εὐφράτης, ὅσπερ οὖν Πάρθων καὶ Σύρων ῥεῖ μέσος, ὅ τι μὲν καὶ ἕτερον τῶν ἄλλων ἔχει ποταμῶν περιττὸν ἐρῶ ἄλλοτε, ὃ δὲ αὐτῷ συνίσασι Πάρθοι τε καὶ Σύροι καὶ ἔστι συμμελὲς τοῖς λόγοις τοῖσδε, τοῦτο εἰρήσεται. πρὸς ταῖς πρώταις ἀνατολαῖς τοῦδε τοῦ ποταμοῦ φύονταί τινες ὄφεις, καὶ μάλα γε ἀνθρώπων ἐχθροί, ἀλλʼ οὐ τῶν ἐπιχωρίων καὶ συντρόφων, τῶν δὲ ξένων καὶ προσηκόντων οὐδὲ ἕν. καὶ τιμῶνταί γε τὴν ἐπιδημίαν θανάτου αὐτοῖς.1

幼发拉底河流经帕提亚人与叙利亚人之间,至于它较之其他河流有何等奇特之处,我另找时机再说;但帕提亚人与叙利亚人都熟知关于它的事,且与本篇论述相契合的,将在此道来。在这条河最初的源头附近,滋生着某种毒蛇,极其仇视人类,然而对于当地土生土长的人却不为害,只针对异邦人和毫无血缘关联的人。它们确实将逗留的代价定为死亡加于他们。

§9.30

λέων ὅταν βαδίζῃ, οὐκ εὐθύωρον πρόεισιν, οὐδὲ ἐᾷ τῶν ἰχνῶν ἑαυτοῦ ἁπλᾶ εἶναι τὰ ἰνδάλματα, ἀλλὰ πῆ μὲν πρόεισι, πῆ δὲ ἐπάνεισι, καὶ αὖ πάλιν τοῦ πρόσω ἔχεται, καὶ μέντοι καὶ ἵεται ἐς τοὔμπαλιν. εἶτα προφορεῖται τὴν ὁδόν, καὶ ἀφανίζει τοῖς θηραταῖς ἰέναι κατὰ στίβον τὸν ἑαυτοῦ2 καὶ ῥᾳδίως τὴν κοίτην ἔνθα ἀναπαύεται καὶ οἰκεῖ σὺν τοῖς σκύμνοις εὑρίσκειν. καὶ ταῦτα μὲν λεόντων ἐστὶν ἴδια δῶρα φύσεως.

狮子行走之时,绝非径直前行,亦不任由自身足迹的痕迹变得单纯;而是时而前进,时而后退,复又坚持前行,甚至还会向后疾退。随后它在路上来回往复,使得猎人不可能沿着它的足迹追踪,并轻易找到它与幼崽休憩居住的巢穴。这些乃是自然赐予狮子的独特禀赋。

§9.31

ποιμένα μοι νόει νομευτικὴν ἀγαθόν. οὐκοῦν ὁ νομεὺς φιλεῖ μὲν τὰς οἶς, φιλεῖ δὲ καὶ τὰς αἶγας, μισεῖ δὲ λύγγα. νόσημα δὲ τοῦτο ἀνθρώπῳ πολλάκις ἐμπῖπτον, ἄγει δὲ ἡ πλησμονὴ καὶ ταῖσδε τὴν λύγγα. οὐκοῦν πόαν τινὰ ἐχθρὰν τῷ πάθει τῷδε τοῖς τῶν προειρημένων σηκοῖς οἱ νομεῖς παραφυτεύουσι, καὶ ἥδε ἡ πόα ἀνείργει τὸ κακὸν αὐταῖς. λέγουσι δὲ οἱ πεπειραμένοι ὅτι ἄρα καὶ ἀνθρώποις ἐς τὸ αὐτὸ πάθος ἐστὶν ἀγαθὸν ἡ πόα αὕτη.

且为我设想一位善于牧事的牧羊人。牧羊人爱其绵羊,亦爱其山羊,却极其憎恶呃逆(打嗝)。这是一种常常降临于人的疾患,然而过饱也会给这些牲畜招致呃逆。因此牧羊人便在上述牲畜的圈栏旁栽种某种对抗此种病痛的植物,而这种植物能为它们抵御此灾。有过经验的人说,这种植物对人罹患同样的病痛亦有良效。

§9.32

ὑοσκύαμον καὶ ὀπὸν ὅσοις ἔργον τρυγᾶν, οὗτοι περισκάπτουσι μὲν γύρους καὶ ὑποκινοῦσι τὰς ῥίζας, οὐ μὴν διὰ χειρῶν τῶν σφετέρων ἀνασπῶσιν, ἀλλὰ τῶν ζῴων πτηνὸν ὅ τι οὖν θηράσαντες ἢ πριάμενοι τοῖν ποδοῖν τὸν ἕτερον προσέδησαν τῇ πόᾳ. τὸ δὲ ἰλυσπώμενον εἶτα μέντοι ἀνασπᾷ αὐτήν. καὶ ἔστι λυσιτελῆ ἑκάτερα ἐς ἃ δέονται ἄνθρωποι. εἰ δὲ μὴ ταύτῃ τις ἀνασπάσειεν, ἔχει ἄλλως ὅπερ οὖν οἴεται καλῶς καὶ ἐς δέον θησαύρισμα εἰληφέναι.

凡以采收莨菪及其汁液为业的人,在四周挖出环状浅沟并松动根部,然而绝不用自己的双手将其拔起;相反,他们捕获或买来任何一种飞禽,将它的双足之一系在植物上。飞禽在挣扎扑腾之时,便将其拔出。这两样物产对于人类所需的各种用途皆大有裨益。但若不以这种方式拔取,人原以为妥当且如愿获得的珍宝,结果却完全适得其反。

§9.33

τὸ ἀβρότονον ὅσα ἀγαθὰ δρᾷ καὶ ὅπως ὁδοὺς πνεύματι δίδωσι καὶ μέντοι καὶ πνεύμονός ἐστι καθαρτήριον οὐ νῦν λέγειν καιρός· ζῴῳ δʼ οὖν πονηρῷ πολέμιόν ἐστι, καὶ ἀναιρεῖ τὴν ἕλμινθα, ἥπερ οὖν ἐπὶ πλέον ἰοῦσα θηρίον γίνεται σπλάγχνοις μὲν ἐντικτόμενον, ἀνθρωπείαις δὲ νόσοις ἐναριθμούμενον, καὶ ταῦτα ταῖς ἄγαν ἀνιάτοις τε καὶ ὑπὸ χειρὸς θνητῆς ἐς ἄκεσιν ἥκειν ἀδυνάτοις. τεκμηριῶσαι τοῦτο καὶ Ἵππυς ἱκανός. ὃ δὲ λέγει ὁ συγγραφεὺς ὁ Ῥηγῖνος, τοιοῦτόν ἐστι. γυνὴ εἶχεν ἕλμινθα, καὶ ἰάσασθαι αὐτὴν ἀπεῖπον οἱ τῶν ἰατρῶν δεινοί. οὐκοῦν ἐς Ἐπίδαυρον ἦλθε, καὶ ἐδεῖτο τοῦ θεοῦ ἐξάντης γενέσθαι τοῦ συνοίκου πάθους. οὐ παρῆν ὁ θεός· οἱ μέντοι ζάκοροι κατακλίνουσι τὴν ἄνθρωπον ἔνθα ἰᾶσθαι ὁ θεὸς εἰώθει τοὺς δεομένους. καὶ ἡ μὲν ἄνθρωπος ἡσύχαζε προσταχθεῖσα, οἵ γε μὴν ὑποδρῶντες τῷ θεῷ τὰ ἐς τὴν ἴασιν αὐτῆς ἐποίουν, καὶ τὴν κεφαλὴν μὲν ἀπὸ τῆς δέρης ἀφαιροῦσι, καθίησι δὲ τὴν χεῖρα ὁ ἕτερος, καὶ ἐξαιρεῖ τὴν ἕλμινθα, θηρίου μέγα τι χρῆμα. συναρμόσαι δὲ καὶ ἀποδοῦναι τὴν κεφαλὴν ἐς τὴν ἀρχαίαν ἁρμονίαν οὐκ ἐδύναντο οὐκέτι. ὁ τοίνυν θεὸς ἀφικνεῖται, καὶ τοῖς μὲν ἐχαλέπηνεν ὅτι ἄρα ἐπέθεντο ἔργῳ δυνατωτέρῳ τῆς ἑαυτῶν σοφίας· αὐτὸς δὲ ἀμάχῳ τινὶ καὶ θείᾳ δυνάμει ἀπέδωκε τῷ σκήνει τὴν κεφαλήν, καὶ τὴν ξένην ἀνέστησε. καὶ οὔ τι που, ὦ βασιλεῦ καὶ θεῶν φιλανθρωπότατε Ἀσκληπιέ, ἀβρότονον ἔγωγε ἀντικρίνω τῇ σοφίᾳ τῇ σῇ· μὴ μανείην ἐς τοσοῦτον· ἀλλὰ ἐπελθὸν ἐμνήσθην3 εὐεργεσίας τε σῆς καὶ ἰάσεως ἐκπληκτικῆς. ὡς δὲ καὶ ἥδε ἡ πόα σὸν δῶρόν ἐστιν οὐδὲ ἀμφιβάλλειν χρή.

至于苦艾(南方苦艾)能行何等善事,如何为呼吸疏通路径,且为肺部的净化剂,此刻非叙说之时;但无论如何,它是那恶劣生灵的死敌,能消灭蛔虫(绦虫)。这种虫若进一步滋长,便成为孕育于脏腑之中的恶怪,列于人类疾病之中,且属于极其不可救药、人力绝难致愈之症。希庇斯亦足以为此作证。这位来自雷吉翁的史家所言如下:有一妇人患有绦虫,名医皆宣布无法救治。于是她前往埃皮道罗斯,向神明祈求摆脱这寄居体内的痛苦。神明并不在场;然而神殿的侍者们将这妇人安置在神明通常医治祈求者之处躺下。妇人遵命静卧,为神明服役的人便施行关于医治她的手段:他们将她的头颅从颈项上切下,其中一人探手入内,取出那条绦虫,好一个硕大的怪物!然而他们却再也无法将头颅拼合并复原至原先的吻合状态。于是神明降临,因他们竟着手于超出自身智慧之事而向他们发怒;但他亲自以无可匹敌的神圣力量将头颅归还给躯体,使那异邦妇人起死回生。王啊,众神中最爱人类的阿斯克勒庇俄斯,我绝非将苦艾与您的智慧相提并论——愿我不至疯狂到这般地步!——只是思及此处,我便忆起了您的恩德与令人惊叹的医治。而此草亦是您的赐予,对此绝不容怀疑。

语法注3 条
  1. 9.29καὶ τιμῶνταί γε τὴν ἐπιδημίαν θανάτου αὐτοῖς

    中动相动词 τιμάομαι 在此具有司法用语含义,意为“评估/判定(罚金或刑罚)”,支配宾格(表示被评估的事项 τὴν ἐπιδημίαν,“逗留”)与属格(表示刑罚/代价 θανάτου,“死亡”),αὐτοῖς 为受害与格。因此整个结构意为“将他们的逗留评定为以死亡加于他们”。

  2. 9.30ἀφανίζει τοῖς θηραταῖς ἰέναι κατὰ στίβον τὸν ἑαυτοῦ

    动词 ἀφανίζει(使隐没、使不可能)以不定式 ἰέναι(前行)为其宾语,并通过 καί 与后文的 εὑρίσκειν(发现)形成并列。τοῖς θηραταῖς 是与格,表示不定式的动作主体(或利害关系人)。整个结构表达“使猎人们不可能顺着它的足迹追踪”。

  3. 9.33ἀλλὰ ἐπελθὸν ἐμνήσθην

    ἐπελθόν 是动词 ἐπέρχομαι 的中性单数第二不定过去主动分词,在此用作无人称的独立宾格(accusative absolute),意为“(此事/念头)涌上心头之际”,修饰主句动词 ἐμνήσθην(“我忆起了”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0545.tlg001.humanitext-grc2:9.28-9.33